In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ ἐπεγερῶ τὸ τέκνα σου Σιὼν ἐπὶ τὰ τέκνα τῶι ̔Ελλήνων, καἰ [*](a 741 A.) ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ.

Ἰδοὺ δὴ σαφῶς τοὺς ἐξ Ἰουδαίων μυσταγωγοὺς τόξον [*](1. καὶ] + τοὺς Edd. inv. C. μαχόμενοι C. 3. σωτῆρα] + καὶ Edd. invitis C.D. 9. οὐκ alt.] πλὴν οὐκ Nik. in Ps. xliv. 10. ἀποφέροντες Nik. 1. c. Edd. ἐπιφέροντες C. ἐπὶ pro ἐν C. 11. καὶ om. C καὶ habet Niket. Codd. nonnulli. πίπτοιεν] τύπτοιεν Edd. [τύπταιεν ἡ deest in Edd. 12. τε assumptum ex C. 14. τε assumptum ex C. 15. σοφώτατος C. σοφὸς Edd. 17. μὲν om. C. invito Nik. in Ps. cxxvi. 18. ἐκπεπτωκότας Nik. Edd. ἀποπεπτ. C. 19. ἐξ assumptum ex C, Nik. 22. γὰρ assumptum ex C.)

424
ἴδιον ὀνομάζει. ποῖα γὰρ τὰ τέκνα τῆς Σιῶν τὰ κατὰ τῶν Ἑλληνικῶν κατεξανιστάμενα τέκνων, εἰ μὴ οἱ θεσπέσιοι μαθηταὶ, καὶ οἱ τῶν ἐκκλησιῶν κατὰ καιροὺς ἡγούμενοι, καὶ [*](2 Tim. ii. 15.) τῆς ἀληθείας ὀρθοτομοῦντες τὸν λόγον; Σιῶν γὰρ ἡ νοητὴ, [*](b) πῶς ἃν ἑτέρα νοοῖτο παρὰ τὴν Ἐκκλησίαν; καταθλοῦσι δὲ τῶν τέκνων τῶν Ἑλληνικῶν, καὶ καταστρατεύονται τῶν πεπλανημένων, Θεοῦ τεθεικότος αὐτοὺς ὡς ῥομφαίαν μαχητοῦ. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τὸν ἐν Χριστῷ νοού- [*](eph. vi. 14.) μένον στρατιώτην κατακαλλύνων ὁρᾶται. θώρακα μὲν γὰρ τὸν τῆς ἐν Χριστῷ δικαιοσύνης περιτίθησιν αὐτῷ· καὶ μὴν [*](Ib. 17.) καὶ τὴν τοῦ σωτηρίου περικεφαλαίαν. εἶτα δίδωσι τὴν μάχαῖραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. ταύτῃ δὴ οὖν τῇ μαχαίρᾳ κατὰ τῶν ̔Ελληνικῶν κεχρημένοι τέκνων, ἀποκείρουσι [*](c) μὲν τὴν ἐν αὐτοῖς βλαστοῦσαν ἀπάτην, καὶ τὸν [*](Heb. iv. 12.) τομώτατον τοῦ Θεοῦ λόγον ἐπιφέροντες αὐτοῖς, ὅς ἐστι ζῶν τε καὶ ἐνεργὴς, τὸ πονηρὸν καὶ ἀκάθαρτον ἐκκόπτουσι πνεῦμα, ἵνα δύναιντο λοιπὸν νῷ καθαρῷ τε καὶ ἐλευθέρῳ καὶ τῆς τῶν δαιμονίων πλεονεξίας ἀπηλλαγμένῳ, τὸν τῆς ἀληθοῦς θεογνωσίας παραδέξασθαι λόγον.

Καὶ ἔσται Κύριος ἐπ᾿ αὐτοὺς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς.