In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ὅτι καὶ συνέσται Κύριος ὁ Θεὸς αὐτοῖς, καὶ συνασπιεῖ, [*](d) συγκαταδῃώσει τε τοὺς ἀνθεστηκότας διὰ τούτων ὑποδηλοῖ· ἔσται γάρ φησι Κύριος ἐπ’ αὐτοὺς, δῆλον δὲ ὅτι τοὺς ἀντανίστασθαι μεμελετηκότας τοῖς ἱερουργοῦσι τὸ εὐαγγέλιον αὐτοῦ. ἑκάστη δὲ βολὶς, τουτέστιν μυσταγωγὸς ἢ ἀπόστολος· βέλει γὰρ ἤτοι βολίδι παρεικάζει πάλιν αὐτοὺς Θεοῦ [*](2. κατεξανιστάμενα C.D.b. κατεξιστ. Edd. 14. βλαστῶσαν C. βλαστήσασαν D. 18. δαιμόνων C. 20. αὐτοὺς] + ὀφθήσεται F. Edd. invitis C.D. βολὶς] + αὐτοῦ F. Edd. (22. al.) invitis C.D. 21. Κύριος ὁ om. C.b. habet D. 22. συγκαταδῃώσει C.b. καταδ. Edd. 23. ἀντανίστασθαι C. ἀνθίστ. iid. 25. τουτέστιν assumptum ex C.b.)

425
πέμποντος· ὡς ἀστραπὴ δραμεῖταί φησι, δῆλον δὲ ὅτι καὶ τοῖς ἁπάντων ὀφθαλμοῖς ἀμογητὶ προσπίπτουσα. γεγόνασι γὰρ οὕτω λαμπροὶ καὶ οἱ θεσπέσιοι μαθηταὶ, καὶ τῶν τοῦ Σωτῆρος εὐαγγελίων οἱ κήρυκες, καὶ [*](c) οἱ μετ’ ἐκείνους λαῶν ἡγούμενοι καὶ προεστηκότες ἐκκλησιῶν, ὡς ἀγνοῆσαι μηδένα τῆς ἐνούσης αὐτοῖς ἀρετῆς τὴν φαιδρότητα. καὶ τοῦτο αὐτὸς ἔφασκεν ὁ Σωτῆρ’ “Οὐδεὶς [*](S. Luc. viii. 16.) λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ’ ἐπὶ λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι “τὸ φῶς.” καὶ πάλιν ἑτέρωθι “Οὕτω λαμψάτω τὸ φῶς S.Matth. v. 16. ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.”

Καὶ Κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν [*](a 742 Α·) σάλῳ ἀπειλῆς αὐτοῦ. Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶ· καὶ καταναλώσουσιν αὐτοὺς, καὶ καταχώσουσιν αὐτοὺς έν λίθοις σφενδόνης, καὶ ἐκπίονται τὸ αἶμα αὐτῶν ὡς οἶνον, καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον. καὶ σώσει αὐτοὺς Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς πρόβατα λαὸν αὐτοῦ.

Συνασπιστὴν, ὡς ἔφην, καὶ σύνοπλον αὐτοῖς παρίστησιν ἐναργῶς ὁ λόγος τὸν τῶν ὅλων κρατοῦντα Θεὸν, παραταττόμενόν τε οὕτω. καὶ συναθλεῖν ᾑρημένον, ὡς ἤδη δοκεῖν [*](b) καὶ ἐξηρτύσθαι πολεμικῶς, καὶ, οἷον χωρεῖν μέλλοντα κατ’ ἐχθρῶν, ὅλη χρήσασθαι δυνάμει καὶ ταῖς ἐνούσαις εὐσθενείαις [*](1. ἀστραπὴ] + δὲ Edd. invitis C.D.b. 2. ἀμογητὶ] ἀμαχεὶ C.b. 3. γὰρ 4. δὲ Edd. 4. οἱ assumptum ex C. 7. αὐτὸς C. αὐτὸ D. Edd. Statim δηλῶν add. Edd. invitis C.D. 9. λυχνίαν C. λυχνίας Edd. εἰσπ. C. ἐκπ. iid. 11. εἴδωσιν C, ὑμῶν τὰ καλὰ C. τὰ κ. ὑμῶν Edd. 14. σαλπίζει manu prima ut opinor C. 16. αὐτοὺς alt. assumptum ex C. deest in F. Edd. καὶ καταχ. αὐτοὺς om. B.D. (23. al.) 18. τὸ θυσιαστ. F. (22, al.) 21, 22. κρατοῦντα et τε assnmpta ex C. deest utrumque in D. εἰρημένον C. 23. ἐξηρτύσθαι C. ἐξηρτῆσθαι Β. ἐξηρτῆσθαι D. Edd. μέλλοντα C. μᾶλλον καὶ τῇ D. Edd. 24. χρήσασθαι C. χρῆσθαι 1). Edd. ταῖς ἐνούσαις εὐσθενείαις αὐτῷ C.D. τῆς ἐνούσης εὐσθενείας αὐτοῖς Edd.)

426
αὐτῷ. καταστρατεύεσθαι γεμὴν εὖ μάλα φησὶν, οὐχὶ τῶν διὰ πίστεως εἰς δικαίωσιν σαγηνευομένων, ἀλλὰ κατὰ τῶν ἀνοσίως ἀνθεστηκότων τῷ θείῳ κηρύγματι, οὓς καὶ ὁ Παῦλος ἡμῖν [*](1 Cor. xvi. 9.) κατεσήμαινε λέγων “Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐν- “εργὴς, καὶ ἀντικείμενοι πολλοί.” σαλπιεῖ τοίνυν, φησὶν, ὁ [*](c) Κύριος ἐν σάλπιγγι. λελάληκε γὰρ ὁ Χριστὸς τὸ κήρυγμα τὸ εὐαγγελικὸν, εἰς πᾶσαν διάττον τὴν ὑπ’ οὐρανὸν, ἐξάκουστον γὰρ τοῖς ἁπανταχοῦ τὸ Χριστοῦ μυστήριον. ἦν μὲν γὰρ ἰσχνόφωνος καὶ βραδύγλωσσος ὁ Μωυσῆς· τοιγάρτοι καὶ μόλις ἠκούετο κατὰ μόνην τὴν Ἰουδαίαν· ἥκιστα γεμὴν ἐν τούτοις ἐστὶν ὁ παρὰ Χριστοῦ λόγος. ἀναπεφώνηκε γὰρ οἷά τις σάλπιγξ μακρὰ καὶ εὐηχεστάτη, καὶ ταῖς ἁπάντων ἀκοαῖς ἠχὴν ἐνιεῖσα τὴν διαπρύσιον. βαδιεῖται δὲ ὥσπερ ἐν σάλῳ ἀπειλῆς αὐτοῦ, ὑπερασπιεῖ τε οὕτω τῶν [*](d) ἑαυτοῦ δορυφόρων, ὡς οἷον ὑπὸ πυρὸς δαπανᾶσθαι τοὺς ἀνθισταμένους, μόνον δὲ οὐχὶ καὶ σφενδοναις αὐτοὺς καταχῶσαι καταπαίοντας γεννικῶς. ἐκπίονται δὲ καὶ τὸ αιμα αὐτῶν, τουτέστιν, οἷά τινες θῆρες ἐπιθρώσκοντες περιέσονται ῥᾳδίως, καὶ νεκροὺς ἀποφανοῦσι. προσκομιοῦσι δὲ τῷ τῶν πεπτωκότων αἵματι φιάλας πεπληρωμένας, καθάπερ τινὰ σπονδὴν ἐπὶ τὸ θυσιαστήριον. εὐωδία γὰρ τῷ Θεῷ καὶ θυσία δεκτὴ τῶν οὐκ ἐώντων σώζεσθαι τοὺς πεπλανημένους ὁ θάνατος· [*](e) εἰ γὰρ τῶν σωμάτων τοὺς φονευτὰς οὐκ ἄξιον ἐλεεῖν· ὑποφέρεσθαι δὲ μᾶλλον ταῖς δίκαις, τὰ ἴσα παθόντας, τί ἄν τις λέγοι περὶ τῶν οἳ ψυχῶν ὀλετῆρες γεγόνασι καὶ φθόροι;

[*](2. κατὰ assumptum ex C.D.b. ἀνοσίως C.D.b. ἀθλίως Edd. 3. ἡμῖν assumptum ex C. deest in D. 4. κατεσήμαινε C.D. κατησήμηνε Edd. ἐνεργὴς D. ἐναργὴς Edd. καὶ ἐνεργ. om. C. 5. κοὶ] + οἱ Edd. repugn. C.D. φησὶν ὁ Κύριος hoc ordine C.b. φησι κύριος D. 6. Χριστὸς Cb. Κύριος D. Edd. 7. διατάττων (sic) b. 8. χριστοῦ deest in Edd. invitis B.C.b. 9. ὁ om. C. habet b. 11. παρὰ C.D. περὶ Edd. Neutrum habet b. 12. μακρὰ C.D. λαμπρὰ Edd. 13. ἠχεῖν C. 14. ὑπερασπιεῖ τε B.C.D.b. καὶ ὑπερασπιεῖται Edd. 15. δαπανᾶσθαι] ἀνασπάσθαι b. invitis C.D. 16. σφενδόναις C,D. σφενδόναις λίθοις b. σφενδόνης λίθοις Edd. καταχῶσαι καταπαίοντας C.D. καταχώσουσι καταπαίοντες Edd. 17. γεννικῶς retinui ex Edd. γενικῶς B.C.D. 23. ἐλεεῖν C.D. ἐλεεῖσθαι Edd. 25. περὶ τῶν οἳ D. Edd. πέρι τινων εἰ C. φθόροι C.D. φθορεῖς Edd.)
427