In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ ταῦτα μὲν περὶ τῶν ἀνδρῶν· περὶ δέ γε τοῦ ἁγιάσματος, φέρε δὴ πάλιν τὰ εἰκότα λέγωμεν. οὐκοῦν πρὶν [*](d) ἁλῶναι τὴν Ἰουδαίαν παρὰ τοῦ Ναβουχοδονόσορ, ὁ μακάριος προφήτης Ἰωήλ προανακεκράγει τὸ συμβησόμενον, καὶ δὴ καὶ πενθεῖν τοῖς ἱερεῦσι παρεκελεύετο, καὶ προσέτι καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς, ὡς ὅσον οὐδέπω τῆς μὲν Ἰερουσαλὴμ ὑπὸ πόδας ἐσομένης ἐχθρῶν, κατεμπρησθησομένου δὲ καὶ αὐτοῦ [*](Joei i. 13-15.) τοῦ θείου ναοῦ. ἔφη δὲ οὕτως Περιζώσασθε καὶ κόπτεσθε “οἱ ἱερεῖς, θρηνεῖτε οἱ λειτουργοῦντες θυσιαστηρίῳ· [*](e) “ἔλθατε ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες τῷ Θεῷ, ὅτι “ἀπέσχηκεν ἐξ οἴκου Θεοῦ ἡμῶν θυσία καὶ σπονδή. ἁγιά- “σατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυ- “τέρους, πάντας κατοικοῦντας γῆν εἰς οἶκον Θεοῦ ἡμῶν, “κράξετε πρὸς κύριον ἐκτενῶς Οἶμμοι οἶμμοι εἰς καὶ ταυτὶ μὲν ὁ προφήτης· τίνα δὲ δὴ τρόπον διεπεραίνετο [*](1. χουνθᾶ C.D. (II. XI.) χοβηθὰ Β. χουθὰ Edd. καὶ primum assumptum ex C. (Alex.) ἀπὸ Αϊὰ om. B.D. habet C. 3. Haec καὶ κατῴκ.—αὐτῆς accesserunt ex C.D. 5. τὴν] τὸν correxit Migne. κατῳκηκότες γῆν] καὶ κατῳκ. τὴν γῆν Edd. invitis C. Cat. in 4 libb. Reg. που τάχα inverso ordine Cat. cit. 6. ἔθνεσι Edd. invitis B.C. Cat. cit. 7. ἐξ C. Cat. cit. καὶ Edd. 8. τε assumptum ex C. Cat. cit. Ἀρβεσεὲρ C.D. Cat. (Cod. Coisl. viii. et Esc. Σ. ii. 19.) Ἀρβεσέσερ Cat. (ed. Maii) όρβεσὲρ Β. Edd. 10. μετῳκισ· θέντων C Cat. cit. μετοικισθ. Β. κατοικ. Edd. 14. προανακεκράγει C. ἀνακέκραγε iid. 15. καὶ ult. om. C 16. καὶ pio ὡς Edd. 19. εἰσέλθατε C. (Alex. ℵ) εἰσέλθετε Edd, (Vat.) 20. τῷ assumptum ex C. 21. ἡμῶν Β. (26. al.) cf. supra ad loc. ὑμῶν C. Edd. 22. πρεσβυ- τέρους C. πρεσβύτας Edd. 23. ἡμῶν B.C. ὑμῶν Edd. 24. κράξετε C. κράξατε iid. οἶμμοι οἶμμοι C. (Alex. ℵ) οἴμοι οἴμοι Β. (Vat.) ὸἴμοι Edd. 25. ταυτὶ C. ταῦτα iid. δὴ om. C. )

373
τὰ προηγγελμένα, σαφηνιῶ πάλιν, αὐτὸ παραθεὶς τὸ γράμμα τὸ ἱερόν. γέγραπται δὲ οὕτως ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν “Καὶ τῷ μηνὶ τῷ πέμπτῳ ἑβδόμη τοῦ μηνὸς, οὗτος ἐνι-[*](4 Reg. xxv. 8, 9.) “αυτὸς ἐννεακαιδέκατος τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυ- [*](a 710 A.) “λῶνος, ἦλθε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος ὁ ἑστὼς ἐνώπιον “βασιλέως Βαβυλῶνος εἰς Ἰερουσαλὴμ, καὶ ἐνέπρησε τὸν “οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας “οἴκους Ἰερουσαλὴμ καὶ πάντα οἶκον ἐνέπρησεν ὁ “μάγειρος.’’ εἶτα κεχειροτόνηκεν ἐπὶ τὸν περιλειφθέντα [*](Ib. 22.) δῆμον ἐξ Ἰσραὴλ τὸν Γοδολίαν, ἐν μηνὶ τῷ ἑβδόμῳ ὃν [*](Ib. 25.) ὑπελθὼν ἐχειρώσατο καὶ ἀπέκτεινεν Ἰσμαὴλ υἱὸς Ναθανίου υἱοῦ Ἐλισαμὰ ἐκ τοῦ σπέρματος τῶν βασιλέων· γέγραπται [*](b) γὰρ ὡδί. οὐκοῦν ἐπειδήπερ συμβέβηκεν ἐν τῷ πέμπτῳ μηνὶ καὶ ἐν ἡμέρᾳ τῇ ἑβδόμη ἁλῶναι μὲν τὰ Ἱεροσόλυμα, κατεμπρησθῆναι δὲ τὸν ναὸν, προσαποθανεῖν δὲ καὶ τὸν Γοδολίαν ἐν τῷ ἑβδόμῳ μηνὶ, τάχα που πρὸς ἀνάμνησιν τῆς τοῦ προφήτου φωνῆς οἱ κατάλοιποι τῶν Ἰουδαίων ἐνηνεγμένοι, τετυπώκασιν ἐξ ἁπάσης τῆς περιοικίδος ἐν μηνὶ τῷ πέμπτῳ καὶ ἐν τῆ ἑβδόμη τοῦ μηνὸς ἀναβαίνειν ἅπαντας εἰς Ἱεροσόλυμα, καὶ ἁγιάσαι μὲν νηστείαν, κομμὸν δὲ ποιεῖσθαι [*](c) καθάπερ ἐπὶ νεκρῷ καὶ ἐποιμώζειν κειμένῳ τρόπον τινὰ τῷ ναῷ, τῆ τε πόλει κατεμπρησθείσῃ τὸ ἐκ τῆς ὑστεροβουλίας δάκρυον ἐπιχεῖν. ᾤοντο δὲ, ὅτι λατρείας αὐτοῖς τῆς ἁνδανούσης Θεῷ τρόπος οὑτοσὶ πανσόφως ἐξηύρηται. ἁλλ’ ἐπράττετο μὲν ἔτι τοῦ Ἰσραὴλ ὑπὸ τὸν τῆς αἰχμαλωσίας κειμένου ζυγὸν, οὐδεμιᾶς δὲ φροντίδος τοῦ θείου τετυχηκότος ναοῦ.

Ἐπειδὴ δὲ ἐπανῆλθον, τὴν Περσῶν ἀφέντες καὶ Μηδῶν, [*](3. καὶ C. ἐν iid. τῇ ἑβδ. Edd. invito C. (cf. infra 726 a.) 5. ὁ alt. assumptum ex C. (XI.) 8. Haec καὶ πάντα"—ὁ ἀρχιμάγειρος accesserunt ex C.D. 10. ἐν] + τῷ C. invito D. 12. ἑλισαμα C. ἐλισόβα Edd. 18, τετυπώκασιν habent B.C.D, De hoc verbo dubitavit Pontanus. 19. καὶ assumptum ex C. τῇ om. C. 20. ποιεῖσθαι C. τιθεσθα̣ι Edd. 23. αὐτοὺς C. ἁνδανούσης C ἀρεσκούσης Εdd. 24. οὑτοσὶ] Sic edidi ex C. qui οὗτοσεὶ habet. οὗτος D. Edd. πάνσοφος Edd. invitis B.C.D. ἐξηύρηται D. Edd. ἐξηύρητο C. 25. τοῦ deest in Edd. ante Migne.)

374
καὶ κατῳκήκασι τὴν ἁγίαν πόλιν, εἶτα τὸν θεῖον ἀνεδείμαντο [*](d) νεὼν, ἐδόκει πως τὸ ἔθος αὐτοῖς οὐκ ἐν καιρῷ καὶ κόσμῳ πράττεσθαι λοιπόν. ἔδει γὰρ μᾶλλον ὡς ἀπό γε τῶν γεγενημένων μεταχωρῆσαι πρὸς εὐθυμίαν, καὶ πληροῦν ἑορτὰς, καὶ χαριστηρίους ἀναπέμπειν ᾠδὰς τῷ κεκληκότι πρὸς ἐλευθερίαν αὐτούς. ἐνδοιάζοντες δὴ οὖν οἱ περὶ ὧν ὁ λόγος, Σαρασάρ τε καὶ Ἀρβεσεὲρ, πέμπουί τινας ἐρησομένους τούς τε ἱερεῖς καὶ τοὺς προφήτας Εἰ εἰσελήγυθεν ὦδε τὸ ἁγίασμα ἐν τῷ μηνὶ τῷ πέμπτῳ καθότι ἐποίησαν ἤδη ίκανὰ ἔτη, τουτ- [*](c) έστιν, εἰ συωδεδραμήκασιν οἱ πενθεῖν εἰωΘόντες ἐν τοῖς Ἱεροσολύμοις, καὶ εἰ παραδέξονται τὴν συνήθειαν αὐτοὶ, τὴν ὡς ἐν τρόπῳ γεγενημένην ἁγιάσματος, καίτοι καὶ ἐγηγερμένου τοῦ θείου ναοῦ καὶ λελυμηνές τῆς αἰχμαλωςίας. ἡγίασαν γὰρ, ὡς ἔφην, νηστείαν καθὶ δεδράκασιν ἐκ πολλῶν ἐτῶν. αἰχμαλώτου γὰρ ὄντος τοῦ Ἰσραὴλ, διατετελέκασι καὶ αὐτοὶ τὸν τοῦ πένθους τηροῦντες καιρὸν, καὶ ἁγιάζοντες τὴν νηστείαν καθάπερ ἤδη προεῖπον. οὐκοῦν ἐνδοιαζόντων ἡ ἐρώτησις, πότερόν ποτε χρὴ πληροῦν ἔτι τὸ ἁγίασμα καὶ τὸ πένθος, καὶ μετά γε τὴν ἔγερσιν τοῦ ναοῦ· ἤγουν ἀπο- [*](711 Α. a) σχέσθαι λοιπὸν τῆς τοῦ πένθους αἰτίας ἐκποδὼν οἰχομένης.

[*](4 5)

Καὶ ἐγέωετο λόγος Κυρίου τῶν δυνάμεων πρὸς μὲ λέγων Εἰπὸν πρὸς πάντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τούς ἱερεῖς λέγων Ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη, μὴ νηδτείαν νενηστεύ- [*](6) κατέ μοι; καὶ ἐὰν φάγητε ἢ πίητε, οὐχ ὑμεῖς ἐσθίετε καὶ 25 [*](1. εἶτα] + καὶ εἶτα Edd. 2. κόσμῳ C. λόγῳ iid. 5. ἀναπέμπειν C. ἀνάπτειν iid. 7. ἀρβεσεὲρ C. ἀρβεσὲρ B. βεερσεβέρ (sic) D. 11. παραδέξονται C. παρεδέξαντο iid. 14. καθὸ C. καθὰ iid. 18. ποτε et τὸ alt. assumpta ex C. 19. γε om. C. ἠτουν C. 21. με B.C. (Alex. ℵ) ἐμὲ Edd (Vat.) 22. πάντα τόν C. (ℵ Alex. XII.) πάντα om. B. (49, 130, 233, 311.) ἄπαντα Εdd. (ἄπαντα τὸν Vat.) 23. ἢ κόψ, C. καὶ κ. Εdd. 25. καὶ πίητε F. (Alex.) ἐσθίειτε (= ἐσθίητε) C. (147.))

375
[*](b) ὑμεῖς πίνετε ; ούχ οὖτοι οἱ λόγοι εἰσὶν οὕς ἐλάλησε χειρἱ τῶν προθητῶν τῶν ἔμπροσοεν, ὅτε ἦν ῾Ιερουσαλὴμ κατοικουμένη καὶ εὐθηνοῦσα, καὶ αἱ πόλεις αὐτῆς κυκλόθεν, καὶ ἡ ὀρεινὴ καὶ ή πεδινὴ κατῳκεῖτο;

Ἤροντό τινες, ὡς ἤδη προεῖπον, περὶ τοῦ ἐπίκλην ἁγιάσματος τούς τε ἱερέας καὶ τοὺς προφήτας· εἶτα Θεὸς ἀποκρίνεται, τῶν ίερέων καὶ προφητῶν κατά γε τὸ εἰκὸς προσαγηοχότων τὰς λιτὰς, καὶ ὅτι προσήκοι τοῖς τὰ τοιάδε φιλοπευστεῖν ᾑρημένοις ἀποκρίνεσθαι σοφῶς διεσπουδακότων. εἶτα τίς ὁ λόγος ὁ παρὰ Θεοῦ; βραχύς τε καὶ μακρὸς καὶ οὐδὲν ἔχων τὸ περισκελές· ἀλλ’ ἵν οὕτως εἴπωμεν, γυμνὸς καὶ εὐαπάλλακτος τὴν τοῦ συμφέροντος γνῶσιν. τί γὰρ δὴ τὸ χρῆμα, φησὶν, εἰ καὶ νενηστεύκατε τυχὸν ἐν ταῖς πέμπταις καὶ ἐν ταῖς ἑβδόμαις; ἢ ποία τις ὅλως κατόρθωσις ἀρετῆς, τὸ ἐπολολύζειν ἀμαθῶς λίθοις τε καὶ ξύλοις ἐμπεπρησμένοις; τίνα δ’ ἂν τρόπον τοῖς παρ’ ὑμῶν δρωμένοις ἐφήδοιτο ὁ Θεὸς, ὅτε τῶν ἀναγκαίων εἰς ὄνησιν πεπραχότες οὐδὲν, οἴεσθε κατὰ σφᾶς τὰ πάντων d ἄριστα κατορθοῦν; εἰ γὰρ τῆς τοιαύτης δεδέημαι νηστείας, καὶ ἐπαινεῖν ἄξιον κομμὸν γυναικοπρεπῆ, διὰ ποίαν αἰτίαν ἑβδομηκοστὸν ἔτος τοῦτο διατετελέκατε, φηαὶν, οὐ νενηστευκότες; διατρίβοντες γὰρ ἔτι παρὰ τοῖς Βαβυλωνίοις, οὐ νηστείαν τετελέκασι δημοτελῆ, ἀλλ’ οὐδὲ ἕτερόν τι τῶν ἐν συνηθείᾳ καὶ τριβαῖς, ἤτοι κατὰ νόμον τὸν Μωυσέως, ἀποπεραίνειν ἐσπουδακότες ἁλοῖεν ἄν. εἶτα πῶς ἠλέησα, φησὶ, [*](1. πίνητε C. ΙΙ.) εἰσὶν accessit ex C. (ℵ Alex. XII.) ante οἱ λ. transp. (23. al,) 2. χειρὶ B.C. (23. al.) χερσὶν Edd. 3. αὐτῆς κυκλόθεν hoc ordine B.C. (ℵ ΧΙΙ.) inverso ordine Edd. (Vat.) 5. εἴροντο 6. Haec εἶτα—προφητῶν desunt in Edd. invitis B.C.D. 7. γε B.C. δὲ Edd. 8. τὰλιτὰ Β. 9. σοφῶς C. σαφῶς Edd. 11. περισκεπὲς Edd. 15. λίθοις τε καὶ ξύλοις hoc ordine C. 16. δ’ ἀν’ τρόπον — ἐφήδοιτο C. δὲ τρ. —ἐφήδοιτ’ ἂν Edd. Statim ὁ om. C. 18. οἴεσθαι C. πάντα Edd. inv. B.C. 20. νομικὸν pro κομμὸν iid. 21, τοῦτο accessit ex C. διατετελεύκατε Edd. ante Migne. 23. οὐδὲ ἕτερόν C, οὐδ’ ἕτερόν B. οὐδέτερόν Edd. τῶν ἐν σ. καὶ τρίβαις ἤτοι accesserunt ex C.D. 24. κατὰ] + τὸν Edd. invitis C.D. 25. ἁλοῖεν ἄν] ἀλληφήσειεν ἆν (sic) C. ἁλ, ἂν habet D.)

376
καὶ τῆς τῶν κρατούντων χειρὸς ἐξειλόμην; οὐκοῦν οὐ δεδέημαι τῆς τοιαύτης νηστείας, καθάπερ ἀμέλει καὶ εἴπερ ἕλοισθε, φησὶ, φαγεῖν καὶ πιεῖν, οὐκ ἐμοὶ μᾶλλον ἢ ἑαυτοῖς χαρίζεσθε τὸ χρῆμα. οὐκοῦν τοῦ νηστεύοντος εἰκῆ καὶ ἐπ’ [*](e) οὐδενὶ τῶν χρησίμων, καὶ τὸ δάκρυον ἀνωφελὲς καὶ ἄμισθος ὁ ἱδρώς. οὐχ οὗτοι οἱ λόγοι εἰσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν ὅτε ἠν ῾Ιερουσαλὴμ κατοικουμένη καὶ εὐθηνοῦσα, περιχεομένη τε τοῖς ἀγαθοῖς, καὶ ἀπημάντοις ἔτι ταῖς ἰδίαις ἐπαυχοῦσα πόλεσι ταῖς τε ἐν τῇ ὀρεινῇ καὶ ἐν τῇ πεδ(??)ῇ. ἔφη μὲν γὰρ [*](Joel. i. 13, 14.) ὁ προφήτης Ἰωὴλ, ὅτι δὴ πρέπει θρηνεῖν ἱερέας τε καὶ λαοὺς, καὶ πρός γε δὴ τούτοις καὶ ἁγιάσαι νηστείαν. καὶ [*](712 Α. a) ὁ τῆς παραινέσεως σκοπὸς ἐκάλει πρὸς μετάγνωσιν. οὐ γὰρ περιμένειν ἤθελε τῶν συμβεβηκότων τὴν πεῖραν, ἵνα καὶ ἐμπρησθέντα καταθρηνῆτε τὸν νεὼν, ἀλλ’ ἵνα πρὸ πείρας, ὡς ἔφην, κομμοῖς τε καὶ θρήνοις ἐκμειλισσόμενοι τὸν Θεὸν, ἔξω γένησθε τῶν κακῶν. οὐκοῦν οὐχ οὗτοί εἰσιν οἱ λόγοι τῶν προφητῶν τῶν ἔμπροσθεν, οὓς ἠγνοηκότες ὑμεῖς εἰκῆ κατοιμώζετε, καὶ λίθοις κειμένοις τὸ ἐξ ἀμαθίας δάκρυον ἐπιστάζετε, [*](b) καίτοι δέον ἐπανορθοῦν τῆς ἑαυτῶν πολιτείας τὴν ὁδὸν, καὶ τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἰέναι τρίβον, κατορθοῦν εὖ μάλα διεγνωκότας τὸ τῷ νόμῳ δοκοῦν.

[*](8 9)

Καὶ ἐφένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν λέγωι Τάδε λέγει Κύριος παντοκράτωρ κρῖνα δίκαιον κρίνατε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἔκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ, καὶ καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύσητε, [*](1—3. Haec οὐκοῦν—φαγεῖν assumpta ex B.C.D. 3. φαγεῖν φησι ordine Β. φησι om. D. 7. εὐθύνουσα Edd. ante Migne. περιεχομένη Edd. invitis B.C. 9. ἐν alt. assumptum ex C. 10. δὴ πρέπει C.D. δεῖ πρεσβυτέρους Edd. 11. τούτοις D. Edd. τούτῳ C. 14. καταθρηνεῖτε C. νεὼν C. ναὸν Edd. 18. ἐπιστόζεσθε Edd. invitis B.C. 21. δὲ ἐγνωκότας pro διεγν. iid. νόμῳ C. νομοθέτῃ iid. 23. κρίνατε B.C. (Alex. XII.) κρίνετε Edd. (Vat.) 24. πρὸς deest in Edd. πρὸς τὸν πλήσιον αὐτοῦ F. (22. al.) cf. supra 266 b. 25, καταδυναστεύσητε B.C. (XII.) καταδυναστεύετε Edd.)

377
καὶ κακίαν ἕκαστος τῶ̣ ἀδελφῷ αὐτοῦ μὴ μνησικακεὶτω ἐν [*](e) ταῖς καρδίαις ὐμῶν.

Κατακιβδηλεύσας τὸ πένθος, ὡς ἄχρηστον καὶ ἀνωφελὲς, καὶ τὸν εἰκαῖον αὐτῶν ἱδρῶτα διαχλευάσας, ἀποκομίζει λοιπὸν πρὸς τὸ ὅτι μάλιστα τελοῦν εἰς ὄνησιν, καὶ τῆς ἁνδανούσης αὐτῷ πολιτείας σαφῆ τε καὶ ἐναργῆ καταστήσας τὴν ὁδὸν, καταλευκαίνει τε ὥσπερ αὐτοῦ τε τοῦ νόμου καὶ τῶν προφητικῶν κηρυγμάτων τὸν νοῦν. ἐφήδεται γὰρ ὁ νομοθέτης ὀρθῷ τε καὶ ἀμωμήτῳ κρίματι· ἐκτετίμηται δὲ καὶ λίαν [*](d) ἐσπουδασμένως ἔλεον τε καὶ φιλαλληλίαν, καὶ ἐπαινεῖν ἀξιοῖ τὴν εἰς ὀρφανοὺς ἀγάπησιν, καὶ φειδὼ τὴν ἐπὶ γυναίοις χηρείᾳ κατηχθισμένοις· ἀποσείεται γεμὴν ὡς βέβηλον τὴν πλεονεξίαν, καὶ ἥπερ ἃν γένηται κατὰ τῶν ἀσθενεστέρων συντριβὴ, βούλεται δὲ εἶναι τοὺς τὰ αὐτοῦ φρονεῖν ῄρημέ– νοῦς χρηστοὺς καὶ ἀμνησικάκους. ἔφη δέ που καὶ αὐτὸς ὁ Χριστός “Ἀφίετε καὶ ἀφεθήσεται ὑμῖν·’’ καὶ μὴν καὶ [*](S. Matth. vi. 14. Ib. 12,13.) προσευχομένους ἐδίδαξε λέγειν “ Ἄφες ἡμῖν τὰ ὀφειλήματα “ ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ [*](e) “ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥύσαι’ ἡμᾶς ἀπὸ “τοῦ πονηροῦ.’’ ἀνίησι μὲν γὰρ ἐγκλήματα τοῖς ἀνιεῖσιν ἑτέροις ὁ φιλοικτίρμων Θεὸς, “Ὁδοὶ δὲ μνησικάκων εἰς θά- [*](Pron. xii. 28) “νατον,’’ κατὰ τὸ ἐν βίβλῳ παροιμιῶν γεγραμμένον. ὅτι δὲ ἡ ἀγάπη παντὸς νόμου τὴν πλήρωσιν ἔχει, πῶς ἃν ἐνδοιάσειέ [*](Rom. xiii. 10.) τις, γεγραφότος ὡδὶ τοῦ θεσπεσίου Παύλου; καρποὶ δὲ ἀγάπης τὰ προειρημένα, καὶ ἀκριβὴς νομοφύλαξ ὁ τούτων ἐργάτης.

Καὶ ἠπείθησαν τοῦ προσέχειν, κω δωκαν νῶτον παραφρονοῦντα, [*](1. τῷ ἀδελφῷ B.D. (22. al.) τοῦ ἀδελφοῦ C. Edd. μνησικακεῖτε Β. (22. 4. λοιπὸν assurriptum ex C. 7. τε prius C. γε Edd. προφητικῶν κηρυγμάτων C. προφητῶν Edd. 12, κατηχθεμένοις iid. 13. εἴπερ C. 14. τὰ αὐτοῦ C. ταῦτα Edd. 16. ἀφίετε C. ἄφετε Β. Migne. ἀφῆτε Edd. 18. ἀφήκαμεν C. ἀφίεμεν D. Edd. καὶ μὴ—τοῦ πονηροῦ assumpta ex C.D. 22-26. Haec ὅτι δὲ — ἐργάτης accesserunt ex C.D. 23. ἡ om. D. VOL. II. 3 C S.Matth. )

378
καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν του μὴ εἰσακούειν, καὶ ὦι καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν του νόμου μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν [*](713 Α. a) Πνεύματι οὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν· καὶ ἐγένετο ὀργὴ μεγὰλη παρὰ Κυρίου παντοκράτορος. καὶ ἔσται ὄν τρόπον εἶπε κω οὐκ εἰσήκουσαν αὐτοῦ, οὕτως κεκράξονται καὶ οὐ εἰσακούσω αὐτῶν, λέγει κύριος παντοκράτωρ, καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν, καὶ ἡ γῆ άφανισθήσεται κατόπισθεν αὐτῶι ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος· [*](b) καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν.

Πεπληροφόρηκε δὲ διὰ τούτων, ὅτι παραθήγοντες οὐ διαλελοίπασιν αὐτοὶ κατὰ σφῶν τὸν τῶν ὅλων κριτήν. ἐξὸν γὰρ αὐτοὺς τοῖς τῶν ἁγίων προφητῶν καταπείθεσθαι λόγοις καὶ, τὸ ἀντιφέρεσθαι γεννικῶς τοῖς τοῦ νομοθέτου θελήμασι ῥιπτοῦντας ὡς ἀπωτάτω, τὴν εὐκλεᾶ καὶ ἐννομωτάτην ἀνθελέσθαι ζωὴν καὶ τὴν ἀμώμητον ἰέναι τρίβον, σκληροὶ γεγόνασι καὶ ἐν οὐδενὶ τεθείκασι λόγῳ τὸν παιδευτὴν, [*](e) ἀκαμπῆ τε καὶ ἄτεγκτον ἐσχήκασι τὴν καρδίαν. κατέληξαν γὰρ οὐδαμῶς τοὺς θείους ἐκτόπως περιυβρίζοντες λόγους, καὶ τοῖς τούτων διακομισταῖς, οἳ τὸ τῆς προφητείας διεχείριζον χρῆμα, δεινῶς τε καὶ ἀνοσίως ἐπιπλήττοντες, καίτοι λαλοῦσιν ἐν Ἁγίῳ νεύματι· εἰς τοῦτο δὲ ἤδη κατώλισθον ἀγριότητος καὶ ἀνουθετήτου ληρίας, ὡς μὴ ἑλέσθαι μετανοεῖν ἄχρις ἂν αὐτοῖς εἰς πέρας ἐξέβη τὰ προηγγελμένα, καὶ ὑποπεπτώκασι τοῖς ἐκ θείας ὀργῆς [*](d) ἐπενηνεγμένοις. εἰ δὲ δὴ λέγει Θεὸς ἐν τούτω ὅτι Ἐκβαλῶ αὐτοὺς εἰς τταντα, τὰ ἔθνη, [*](1. ἀκούειν F. Edd. (13. 311.) 2. αὐτῶν oin. F. Edd. εἰσακούειν B.C. (Vat. ℵ) ἀκοῦσαι F. Edd. ἰσακουσαι Alex.) 3. καὶ ἐπὶ τοὺς F. ἐξαπέστειλε C. (A.V. ℵ) ἐξαπέσταλκε F. Edd. (XII.) ἐν Πνεύματι αὐτοῦ om. 6. αὐτοῦ F. Edd. (ℵ Alex. XII.) μου C. 9. ἐξαναστρέψοντος ante Migue. (ℵ) 10. τὴν γῆν τὴν ἐκλεκτὴν F. (Co.) II. δὲ αὐτοὶ assunipta cx. C. 14. γεννικῶς C. Pont. γενικ. Aub. 15. ῥιπτοῦντας C. ῥίπτοντος Edd. εὐκλεᾶ C. εὐκλεῆ iid. 19. περιυβρίζοντες C. ὐΒρ, iid. 20. διεχείριζον C. ἐχείρ. iid. 22. λαλοῦσιν C. λαλοῦντας iid. 24. εἰς πέρας C εἰς πεῖραν iid. 26. λέγει C. λέγοι iid, τούτω C. τούτοις iid.)

379
ἀφανισθσεται δὲ καὶ ἡ γῆ ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρεφοντος, ὡς ἐν προαγορεύσει προφητικῇ τὰ τοιάδε πάλιν εἰρῆσθαι νοήσωμεν· ἐκβέβληντο μὲν γὰρ εἰς Περσᾶς καὶ Μήδους, καὶ ἤδη πεπείραντο τῆς αἰχμαλωσίας, ἠρήμωτο δὲ καὶ ἡ γῆ, καὶ ἡ πασῶν ἀρίστη χώρα τέτακτο, καθά φησιν ὁ λόγος, εἰς ἀφανισμὸν, οὐκ ἔχουσα τοὺς διοδεύοντας, ἤγουν ἀναστρεφοντας. οἱ μὲν γὰρ δεδαπάνηντο τῷ πολέμῳ· οἱ δὲ τῷ τῆς δουλείας κατηχθισμένοι ζυγῷ, δεδραμήκασιν εἰς αἰχμαλωσίαν. οὐκοῦν [*](e) ὡς ἐν προαγορεύσει καὶ τάδε τοῖς ἄλλοις συνειρῆσθαι νοή – σωμεν. ὅτι δὲ τὸ τοῖς θείοις λόγοις ἀπειθεῖν ἐπιζήμιον, μᾶλλον δὲ καὶ ὀλέθρου πρόξενον, καὶ ἐξ αὐτῶν ἄν τις ἴδοι τῶν τοῖς ἀρχαίοις συμβεβηκότων· καὶ οὐ μακρῶν ἄν τις δέοιτο λόγων πρὸς ἀπόδειξιν, ἀλλ’ ἔστι τὸ χρῆμα παντί τῳ σαφὲς, τῷ γε ἅπαξ εἰδότι τὰ ἐκ τῆς εὐπειθείας ἀγαθά.

[*](a 714 Α.)

Καὶ ἐγένετο λόγος Κυρίου παντοκράτορος πρὸς μὲ λέγων Τάδε [*](Κεφ. ή. 2) λέγει Κύριος παντοκράτωρ Ἐξήλωσα τὴν ῾Ιερουσαλὴμ καὶ τὴν Σιὼν ξῆλον μέγαν καὶ Θυμῶ μεγάλῳ ἐξήλωσα αὐτήν.