In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγωι Λάβε τὰ ἐκ τῆς αἰχμαλωσίας παρά τῶι ἀρχόντων καὶ παρά τῶι χρησἰμων αὐτῆς καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτὴν, καὶ εἰσελεύσῃ σὺ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἲκον Ἰωσίου τοῦ Σοφονίου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος, καὶ λήψῃ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνουε, καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ιησοῦ τοῦ Ἰωοεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου, κοὶ ἐρεῖς πρὸς αὐτό [*](704 Α. a) Τάδε λέγει Κύριος παντοκράτωρ Ἴδου ἀνὴρ Ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ διατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον τοῦ Κυρίου· καὶ αὐτὸς λήψεται ἀρετὴν, καὶ καθιεῖται καὶ κατάρω ἐμ τοῦ Θρόου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων. ὁ δὲ στέφανος ἔσται τοῖς ὑπομένουσι καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν, καὶ εἰς χάριτα υἱοῦ Σοφονίου, καὶ εἰς ψαλμὸν ἐν οἴκῳ κυρίου. καὶ οἱ μακρὰν ἀπ' οὐτῶ [*](b) ἥξεουσι καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ Κυρίου, καὶ ἐπιγνώσεσθε διότι Κύριος παντοκράτωρ ἀπέσταλκέ με πρὸς ὑμᾶς· καὶ ἔσται ἐᾶι εἰσακούοντες εἰσακούσητε τῆς φωνῆς Κυρίου του Θεοῦ ὑμῶν.

Ὁ λόγος ἦν τῷ Θεῷ πρὸς τὸν μακάριον Προφήτην Ζαχαρίαν, ἤτοι δι’ αὐτοῦ πρὸς πάντας περὶ τοῦ Ζοροβάβελ, ὃς ἦν μὲν ἐκ φυλῆς τοῦ Ἰούδα, καθηγεῖτο δὲ τῶν ἐξ Ἰσραὴλ, καλούσης αὐτὸν εἰς τοῦτο τῆς βασιλευούσης φυλῆς. τίνα [*](c) δὲ ἦν τὰ περὶ αὐτοῦ λεγόμενα παρὰ Θεοῦ, προαναμνήσομεν [*](1. ὁ pro ὡς b. 5. σοὶ C. 12. τοῦ assumptum ex C. 13. τοῦ om. Β. (suprascriptum XII.) 15. τοῖς prius deest in Edd. 16. υἱοῦ C. (Vat. ℵ) τοῖς υἱοῖς F. Edd. (Alex. XII.) 18. ἐπιγνώσεσθε B.C.F. (Alex. XII.) cf. infra. γνώσεσθε Edd. (Vat. ℵ) 19. ἐξαπέσταλκε F. (23, 42.) 21. ἡμῶν B. (ℵ υ manu castigante 23. διατου C. 24. μὲν et τοῦ om. C. 26. προσαναμνήσομεν C.)

363
ἀναγκαίως. ἔφη τοίνυν “ Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν [*](Supra iv. 9.) “τον οἶκον τοῦτον καὶ αἰ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτὸν.” ἀλλ᾿ ἦν σὺν αὐτῶ θεμελιοῦντι τὸν οἶκον καὶ μὴν καὶ ἀποπεραίνοντι καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας. ταύτῃτοι προστέταχεν ὁ τῶν ὅλων Θεὸς τῷ θεσπεσίῳ Προφήτῃ τὰ ἐκ τῆς αἰχμαλωσίαις λαβεῖν παρὰ τῶν ἀρχόντων καὶ παρα τῶν χρησίμων αὐτῆς καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτήν. τίνες δ᾿ ἂν εἶεν οὗτοι, ποῖα δὲ καὶ τὰ ἐκ τῆς αἰχμαλωσιας, ἀφηγήσομαι χρειωδῶς. [*](d)

Ἀνεκομίσθησαν μὲν γὰρ ἐκ τῆς Βαβυλωνίων οἱ ἐξ Ἰσραὴλ, οὐ χύδην ἢ πεφυρμένως, ἀλλ᾿ ἐν κόσμῳ τε καὶ τάξει, κατὰ γένη καὶ κατὰ φυλὰς, προσεκκειμένους ἔχοντες καὶ καθηγητὰς, ὡς ἐν τῷ Ἕσδρᾳ γέγραπται. ἐπειδὴ δὲ ἀφίκοντο λοιπὸν εἰς Ἱεροσόλυμα, Θεοῦ τὸν νεὼν ἐπεγείρειν ἐπαναγκάζοντος, [*](1 Esdr. 3 Esdr. v. 44.) ἔστησαν γαζοφυλάκιον, ἵνα καὶ ἄθροισις γένηται χρημάτων εἰς τὴν τῶν ἔργων κατασκευὴν, καὶ εἰς τὰς τῶν ἱερέων στολὰς, καὶ εἰς τὰς τεταγμένας αὐτοῖς κατὰ νόμον θυσίας. τέτακτο δὲ τῶν χρημάτων ταμίας, Ἰωσίας υἱὸς [*](e) Σοφονίου. προστάττει δὴ οὖν ὁ τῶν ὅλων Θεὸς, προσκεκομισμένων παρὰ τῶν ἀρχόντων τῆς αἰχμαλωσίαις, ἃ καὶ ἦν ἀπόθετα παρὰ τῷ Ἰωσίᾳ, χρυσίον λαβεῖν καὶ ὰργύριον, εἶτα κατασκευάσας στεφάνους, ἐπιθεῖναί τε αὐτοὺς ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως του μεγαλου, φάναι τε αὐτῷ περὶ τοῦ Ζοροβάβελ Ἰδοὺ ἀνὴρ Ἀνατολὴ ὄνομα αὐτῷ· τὸ δὲ [*](a 705 Α.) ἀνατολὴ τῶν Ἑβραίων ἡ ἔκδοσις τῷ τοῦ βλάστη μάτος ὀνό- ματι κατεσήμηνε· καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, τουτέστιν, [*](3. αὐτῷ] + τῷ Edd. invito C. καὶ alt. om. C. 10. Haec μὲν γὰρ accesserunt ex C. Βαβυλωνίων C. Βαβυλῶνος Edd. 12. προσεκκειμένους C prima manu? D. προσεγκειμένους C manu castigante. προεκκ. Edd. 14. νεὼν C. ναὸν Edd. ἐπεγείρειν C. ἐγείρ. iid. 15. ἔστησαν] + τὸ iid. invitis C.D. γένηται C. γένοιτο Edd. 18. τέτακτο B.C. τέτακται Edd. 19. προσκεκομισμένων C. πρὸς τὰ κεκομισμένα D. ἀπὸ τῶν προσκεκομισμένων Edd. 21. λαβεῖν καὶ ἀργ. hoc ordine C. 22. κατασκευάσας C. κατασκευάσαι Edd. 23. φάναι τε D. Edd. φάναι τε hodie C. [αι τε manu recenti.] 26. κατεσήμαινε C. )

364
ἐκ τῆς αὐτοῦ ῥίζης ἀναφύσει πολλά. λήψεται δὲ καὶ ἀρετὴν, τουτέστιν, εὐπρέπειαν, ἤτοι δόξαν· ἐκδεδώκασι γὰρ οὕτως οἱ ἕτεροι τῶν ἑρμηνευτῶν. προσετίθει δὲ τούτοις, ὡς ἄμφω μὲν, Ἰησοῦς τε καὶ Ζοροβάβελ ἐπὶ τὸν αὐτὸν καθεδοῦνται θρόνον, ὡς εἶναι κοινὸν τὸ τῆς βασιλείας καὶ τῷ μετὰ χεῖρας [*](b) ἔχοντι τὴν ἱερουργίαν, τὸ γεμὴν τοῦ ἱερέως καὶ αὐτῷ προσκεῖσθαι τῷ βασιλεύοντι· ἔσται δὲ ἀμφοῖν καὶ βουλὴ μία καὶ εἰρηνικὴ, ὡς κατά τι γοῦν ὅλως μὴ ἑτερογνωμονοῦντας ὁρᾶσθαι. εἶτα τοὺς στεφάνους λαμπρὸν γενέσθαι προστέταχεν ἀνάθημα τῷ Θεῷ εἰσκεκομισμένους εἰς τὸν οἶκον αὐτοῦ, ὥστε καὶ εἰς χάριν, ἤτοι καύχημα, γενέσθαι τῶν προσαγηοχότων, Ἰωτίου τε φημι καὶ τῶν τῆς αἰχμαλωσίας χρησίμων καὶ τῶν ἀρχόντων αὐτῆς· ἀνατεθῆναί τε, οὐ μάτην, ἁλλ’ ὥστε καὶ ᾠδῆς γενέσθαι πρόφασιν τοῖς ᾠδοῖς τοῦ ναοῦ καὶ ἱερψάλταις. [*](c) τότε γὰρ δή φησι καὶ οἱ μακραν ἀπ' αὐτῶν· τουτέστιν οἱ ἐκ τῶν ἑτέρων ἐθνῶν· ἥξουσι καὶ προσκυνήσουσι τῷ κυρίῳ. συμβήσεσθαι δὲ τὰ τοιάδε, φησὶν, εἴπερ ἕλοιντο τῷ τῆς εὐπειθείας κατασεμνύνεσθαι κόσμῳ, καὶ ἀκούειν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ· καὶ τότε λοιπὸν εἰς πέρας ἐκβεβηκότων τῶν προηγγελμένων, ἐπιγνώσεσθαι σαφῶς, ὅτι τὰ παρὰ Θεοῦ σαφῆ καταστήσων ὁ Προφήτης ἀπεστάλη· καὶ οὐχὶ δὴ Hier. μᾶλλον κατά τινας τῶν ψευδοεπεῖν εἰωθότων, τὰ ἀπὸ καρδίας αὐτοῦ λαλήσων, ἀληθὴς δὲ μᾶλλον, καὶ οὐ ψευδάγγελος.

[*](d)

Αὕτη μὲν οὖν ἡ ἑτοιμοτάτη καὶ πρόχειρος τῶν ἐν ἱστορίαις ἀπόδοσις· δηλοῖ δὲ ὅτι τὸ χρῆμα τὸ χριστοῦ μυστήριον, εἰ ἐρευνῷτο λεπτῶς, οὐκ ἂν ἐνδοιάσειέ τις. διεβεβαιούμεθα [*](1. πολλά accessit ex C. 3. προσετίθη C. 4. τε assumptum ex C. 5. κοινὸν τὸ] κοινωνὸν C. 6. τὸ] τὴν C. 7. βουλὴ μία καὶ εἰρηνική C. βούλημα εἰρηνικὸν Edd. 8. ἑτερογνωμονοῦντα C. 9. γενέσθαι C. γίνεσθαι Edd. 10. εἰσκεκομισμένον iid. 12. τῇ αἰχμολωσία̣ C. 13. ἀνατεθῆναί C. ἀνατεθεῖναι iid. τε C. δὲ iid. 15. γὰρ C. γε iid. φημι iid. inv. B.C. 16. οἱ] οἳ Aub. 20. προεπηγγ. Β. προηγγ. habent C.D, 23. αὐτοῦ λαλήσων C. αὐτοῖς λαλήσει Edd. Statim καὶ add. iid. 24. οὖν assumptum ex C. ἡ om. C. 25. δῆλον Edd. inv. B.C. 26. λεπτῶς C. καλῶς Edd. διεβεβαιώμεθα iid. inv. B.C.)

365
μὲν γὰρ ἐν ἀρχαῖς, ὡς ἔν γε τῷ Ζοροβάβελ καὶ μέντοι καὶ [*](Supra 632 c.) Ἰησοῦ διαμεμορφῶσθαι Χριστὸν, καὶ ἀνὰ μέρος ἐν ἑκατέρῳ, καὶ ἐν ἀμφοῖν συλλήβδην, ὡς ἕνα. ἐστι γὰρ ἐν ταὐτῷ καὶ βασιλεὺς τοῦ Ἰσραὴλ καὶ μέγας “ἀρχιερεὺς, ὅσιος, ἄκακος, [*](Heb. vn 26.) “ἀμίαντος.’’ ἐπειδὴ δὲ οἱ μὲν ἐκ φυλῆς Ἰούδα τοὺς τῆς βασιλείας διεῖπον θώκους, οἱ δὲ τῆς Λευὶ τέθειντο πρὸς [*](e) ἱερωσύνην, ἐν ἑνὶ δὲ οὐκ ἦν καὶ βασιλείαν ὁρᾶν τε καὶ ἱερωσύνην, ταύτῃτοι σοφῶς διὰ τῶν δυοῖν εἰς ἕνα μορφοῦται Χριστός. οὐκοῦν εἰ λέγοι Θεὸς περὶ τοῦ Ζοροβάβελ, ὡς “Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον καὶ [*](Supra iv. 9.) “αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτὸν,’ ἱστορικώτερον μὲν ἐπ’ ἐκείνου νοήσεις, ἀνοίσεις δὲ ἐπὶ Χριστὸν νοητῶς τοῦ μυστηρίου τὴν δύναμιν. αὐτὸς γὰρ ἡμῶν γέγονεν ὁ θεμέλιος, καὶ αὐτῶ πάντες ἐποικοδομούμεθα πνευματικῶς εἰς ναὸν ἅγιον· αὐτὸς ἡμῶν ἡ ἀρχὴ καὶ τὸ πέρας· παρίστησι γὰρ [*](a 706 A.) ἡμᾶς ἡγιασμένους ἐν πνεύματι, λαμπρόν τε καὶ ἱερὸν ἐνδιαίτημα ἑαυτῷ τε καὶ τῷ Πατρὶ, περιῃρημένης εἰς ἅπαν τῆς ἁμαρτίας, καὶ κατηργημένης τῆς φθορᾶς· αὐτός ἐστιν ὁ Ἰησοῦς, ὡς ἔφην, ὁ ἱερεὺς ὁ μέγας. καὶ ἑρμηνεύεται μὲν Ἰησοῦς Σωτηρία λαοῦ· οὕτω γάρ που καὶ ὁ θεσπέσιος Γαβριὴλ πρὸς τὴν ἁγίαν ἔφη παρθένον καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ [*](S. Luc. i. 31. S. Matth. i. 21.) “καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐ- “τὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ·” Ἰωσεδὲκ δὲ νοεῖται Δικαιοσύνη Θεοῦ· δεδικαιώμεθα γὰρ ἐν [*](b) αὐτῷ διὰ πίστεως, καὶ τῶν ἀρχαίων αἰτιαμάτων τὸν ῥύπον ἀπενιψάμεθα. αὐτὸς ἡμᾶς αἰχμαλώτους ὄντας ἐρρύσατο καὶ [*](1. μὲν assumptum ex C. ἐξ ἀρχῆς Aub. 2. διομορφῶσθαι (sic) C. 7. Haec ἐν ἑνὶ—ἱερωσύνην accesserunt ex C. desunt in D. 8. σοφῶς C. σαφῶς Edd. τῶν om, C 9. χριστός C. Χριστός D. Τύριον Edd. ὡς ora. C. habet D. 10. οἱ om. D. 11. ἐπιτελοῦσιν C. (Alex.) 12. νοήσεις, ἀνοίσεις B.D. νοήσαις ἂν· οἴσεις C. νοήσεις Edd. νοητῶς ἐπὶ Χριστὸν inv, ord. C. invito D. Haec τοῦ μ. μαρτυρίου (sic) D.] τὴν δύναμιν accesserunt ex C.D. 13. ὁ assumptum ex C. 18, 19. αὐτός] + γὰρ Edd. inv. C.D. Assumpta ὁ ex D., ὡς ἔφην ὁ ex C.D. 20. που et ἁγίαν accesserunt ex C. 21. ἔφη παρθένον C. π. φησὶν Edd. 22. τέξῃ C. τέξεις iid. 23. αὐτοῦ alt. retinui ex Edd. cf. supra 551 d. αὐτῶν C. 24. δεδικαιώμεθα D. Edd. δικαιούμεθα C. ω ex οὐ correctum est manu forte contemporanea.)
366
τῆς νοητῆς δουλείας ἐξείλατο, καὶ οἷαπερ ἐξ ἀλλοδαπῆς καὶ γῆς ἀλλοφύλων τῆς δαιμονιώδους ἀπάτης, ἀνεκόμισεν εἰς θεογνωσίαν, καὶ εἰς τὴν τῶν ἁγίων καλλίπολιν, τὴν ἁγίαν ἀληθῶς Ἱερουσαλὴμ, ἥτις ἐστὶν ἡ Ἐκκλησία. διὰ τοῦτο στεφανοῦται πρὸς ἡμῶν ὀρθῇ καὶ ἀνεπιλήπτῳ πίστει, καὶ τοῖς εἰς ἀρετὴν αὐχήμασιν, ὕμνοις τε τοῖς χαριστηρίοις. καὶ [*](c) οἱ μὲν τὸ τηνικάδε στέφανοι χρυσοῖ τε ἦσαν καὶ ἀργυροῖ, καὶ ἐξ ὕλης κατεσκευάζοντο τῆς φθαρτῆς· οἱ ’δε γε πρὸς ἡμῶν πεπλεγμένοι τε καὶ ἀνημμένοι, γήινον μὲν ἔχουσιν οὐδὲν, συντέθεινται δὲ μᾶλλον ἐκ τῆς τῷ Θεῷ πρεπούσης δόξης. ἀνατίθεμεν γὰρ ὡς χρυσὸν μὲν αὐτῷ τῶν περὶ αὐτοῦ δογμάτων τὴν ἀπλανῆ θεωρίαν· ὡς ἄργυρον δὲ τὴν ἐξ ἔργων ἀγαθῶν φαιδρότητα νοητήν. ἔστι δὲ καὶ ἑτέρως στέφανός τε καὶ δόξα Χριστοῦ τῶν παρ’ αὐτοῦ σεσωσμένων ἡ σω- [*](d) τηρία. σεσ́ωσται δὲ οὐκ ἔθνος ἓν, καθάπερ ἀμέλει καὶ πάλαι διὰ Μωυσέως ὁ Ἰσραὴλ, ἀλλ’ ὅλη λοιπὸν ἡ ὑπ’ οὐρανόν· ἔπρεπε γὰρ καὶ τοῦτο τῷ χριστῷ. ἄθρει δὲ ὅπως παρὰ τῶν ἀρχόντων τῆς αἰχμαλωσίαις καὶ παρὰ τῶν χρησίμων αυτης καὶ τῶν ἐπεγνωκότων αυτην τὰ εἰς τὴν τῶν στεφανων κατασκευὴν προσκομίζονται. οἱ γὰρ λαῶν ἡγούμενοι καὶ εἰς ἀρχὰς τεθειμένοι τὰς τοιάσδε παρὰ Θεοῦ, καὶ οἱ τὸν τῆς ἀρχαίας ἡμῶν αιχμαλωσιας εἰδότες τρόπον, χρήσιμοί τε τοῖς λελυτρωμένοις, ὡς καθηγηταὶ καὶ διδάσκαλοι [*](e) καὶ νουθετεῖν οἷοι τε καὶ ἀποκομίζειν εὖ μάλα πρὸς ἐννομωτάτην ζωὴν, αὐτοὶ τὰ ὑπὲρ πάντων προσάγουσι δῶρα, τὰ τῶν ἀδυνάτων ἀσθενήματα πληροῦντες δι’ ἑαυτῶν.

[*](1. ἐξείλατο C. ἐξείλετο Edd. 2. γῆς C. τῆς Β. Edd. ἀνεκόμισεν B.C. ἀνοκεκόμισεν (sic) Pont. ἀνακεκόμικεν correxit Aub. 4. εἴ τις C. ἡ om. C. 5. ἀνεπιλήπτῳ C. ἀνεπιπλήκτῳ Edd. 7. τῷ C. 9. ἀνημένοι (sic) Edd. ante Migne. ’ 11. ἀντἰθεμεν iid. ante Migne. correxi ex C. ὡς χρυσὸν μὲν αὐτῷ hoc ordine C. αὐτῷ ante ὡς tr. Edd. 13. ἕτερος C, 14. τε om. C. 15. δὲ C. γὰρ Edd. 16.> ἡ deest in Edd. 17. τῷ om. C. habet D. 18. Haec ἀρχόντων—καὶ παρὰ τῶν accesserunt ex C. desunt in D. 24. Hoc οἶοι τε accessit ex C. 25. πάντων C. ἀπ’. Edd.)
367

Ἐπιτεθειμένων δὲ τῶν στεφιίνων ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ, λέγεται πρὸς αὐτὸν περὶ τοῦ Ζοροβάβελ Ἰδοὺ ἀνὴρ Ἀνιιτολὴ ὄνομα αὐτῷ καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ. τεθέασαι στεφανούμενον τὸν Ἰησοῦν ὡς ἱερέα, καὶ προὔχοντα δὲ ὅρα πάλιν αὐτὸν ὡς ἔν γε τῷ Ζοροβάβελ καὶ ἐν δόξη τῆ βασιλικῇ· σύνες δὲ ὅτι αὐτός ἐστιν ἡ ἀνατολὴ, τουτέστι, τὸ [*](a 707 Α.) βλάστημα, περὶ οὗ φησιν ὁ θεσπέσιος Ἡσαΐας “Καὶ [*](Es. xi. 1.) “ἀναβήσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ “ῥίζης ἀναβήσεται.’’ ἀνεθάλομεν δὲ ἡμεῖς ὑποaaόίτωθεν αὐτοῦ. ῥίζα γὰρ γέγονεν ὁ Χριστὸς τῆς ἀνθρωπότητος, ἤτοι τῶν διὰ πίστεως κεκλημένων, δευτέρα, καὶ οὐ κατά γε τὴν πρώτην, φημὶ δὲ δὴ τὸν Ἀδὰμ, ἀλλ’ ἐν ἀμείνοσιν ἀσυγκρίτως· ἀνεθάλομεν γὰρ εἰς φθορὰν μὲν οὐκέτι καὶ εἰς θάνατον διὰ τὴν ἀρὰν, ἀλλ’ εἰς ζωήν τε καὶ ἀφθαρσίαν, ῥίζαν ἔχοντες [*](b) τὴν ζωὴν, τουτέστι Χριστόν. καὶ ὥσπερ ἐστὶν αὐτὸς μὲν “ἡ ἄμπελος, ἡμεῖς δὲ τὰ κλήματα,’’ προσπεφυκότες αὐτῷ [*](S. Joan. xv. 5.) διὰ τῆς πνευματικῆς κοινωνίας· οὕτω καὶ ῥάβδος καὶ βλάστημα μὲν αὐτὸς, ἤγουν ἀναφυὴ καὶ ἀνατολή· ἡμεῖς δὲ ὑπ’ αὐτῷ βεβλαστήκαμεν, ἀνεφύημέν τε καὶ ἀνεθάλομεν εἰς ἀφθαρσίαν, ὡς ἔφην, καὶ ζωήν. αὐτὸς ᾠκοδόμησε τὸν οἶκον κυρίου. ἐστι δὲ καὶ ἁπάσης ἔμπλεως ἀρετῆς, τουτεσ́τιν, εὐκλείας τῆς Θεῷ πρεπωδεστάτης· “Ἐκάλυψε γὰρ οὐρανοὺς ἡ [*](Hab. iii. 3.) “ἀρετὴ αὐτοῦ καὶ καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ, φησιν ὁ προφήτης Ἀμβακούμ. γέγραφε δέ που καὶ ὁ c σοφὸς Ἰωάννης, ὅτι “καὶ τεθεάμεθα τὴν δόξαν αὐτοῦ, [*](S. Joan. i. 14.) [*](3. τεθέασαι B.C. τεθέαται Edd. 4. στεφαν. τὸν Ἰησοῦν hoc ordine C. τὸν Ἰ. ’στ’. Edd. δὲ om. C. δρᾶ B.C. Pont. ὁρᾷ Aub. 6. δὲ C. δὴ Edd. 7. κοὶ ἀναβήσεται C. ἀνατελεῖ Edd. 9. ὑποκάτωθεν C. ὑποκάτω iid. 11. γε om. C. 12. δὲ deest in Edd. 13. μὲν assumptura ex C. 17. πνευματικῆς C. ἐν πνεύματι iid. 18. ἀναφυὴ B.C. φυὴ Edd. ὑπ’ C. ἐπ’ Edd. 19. ἀνεφύημέν τε accessit ex C. τε post βεβλαστήκαμεν addit D. ἀνεθάλλομεν D 21. ἔμπλεος C. invito D. 22. θεοπρεπωδεστάτης hodie per rasuram ο confecto ex ᾦ exhibet C. καὶ pro ἡ Aub. 24. ἀμβακούμ B.C. ἀββακοὺμ D. Edd. 25. Καὶ assumptum ex C.)

368
“δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθεtας.’’ αὐτὸς κεκάθικεν ἐπὶ θρόνου· βεβασίλευκε γὰρ ὡς Θεὸς, καὶ ἐστι σύνεδρος τῷ ἰδίῳ Πατρὶ καὶ συγκατάρχει τῶν ὅλων. ὅτι δὲ Ζοροβάβελ τε καὶ Ἰησοῦς ἀλλήλοις ὥσπερ εἰς ἑνότητα συνενηνεγμένοι κατασημήνειαν εὖ μάλα Χριστὸν, κατέδειξε προστιθεὶς, ὡς περί γε τοῦ Ζοροβάβελ Καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ· τουτέστιν, ἐν τιμῇ τε καὶ δόξῃ· καὶ [*](d) βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσονλ ἀμφοτέρων. ἔστι γὰρ ὁ αὐτὸς, [*](Supra 705 c.) ὡς καὶ ἤδη προεῖπον, βασιλεύς τε ἅμα καὶ ἀρχιερεὺς, ὡς διὰ δυοῖν εἰς ἕνα γραφόμενος τὸν Ἐμμανουήλ. πλὴν οὐκ ἄμισθος ὁ πόνος τοῖς στεφανοῦσι Χριστὸν, ἁλλ’ εἰς ἀτελεύτητον αὐτοῖς δραμεῖται μνήμην ἡ καρποφορία. ὅτι δὲ ἀτρεκὴς ὁ λόγος, ἐμπεδοῖ προστιθείς Ὁ σε στέφανος ἔσται τοῖς ὑπομενουσι καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν [*](e) και εις χαριτα Σοφονιου καὶ εἰς φαλμον ἐν οικῳ κυροῦ. ἔσται γὰρ εἰς χάριν τοῖς ἀνατεθεικόσι τὰ προσκεκομισμένα, γενήσονται δὲ καὶ δοξολογίας πρόφασις. ἡ γὰρ τῶν ἡγουμένων εὐσέβεια, τῆς εἰς Θεὸν ἀγάπης ὁδὸς τοῖς ἑτέροις γίνεται. στεφανουμένου δὲ πρὸς ἡμῶν τοῦ Χριστοῦ, τότε καὶ ἡ τῶν ἐθνῶν ἀγέλη δραμεῖται πρὸς ἐπίγνωσιν αὐτοῦ, καὶ οἱ μακράν ὄντες διὰ τὴν πλάνην, κεκλήσονται διὰ τῆς πίστεως, καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκω τοῦ Θεοῦ. τίνα δὲ οἰκοδομήσουσιν; ἑαυτοὺς δηλονότι συναρμολογοῦντες τοῖς ἁγίοις, καὶ [*](708 Α. a) συντιθέντες ἐν πίστει πρὸς ἕνωσιν τοῖς ἐξ Ἰσραὴλ, ὄντος [*](Eph. ii. 20. Ib. 15, 16.) ἀκρογωνιαίου Χριστοῦ καὶ συνείροντος εἰς ὁμοψυχίαν δι’ ἑαυτοῦ τὰ πάλαι διῃρημένα. ἔκτισε γὰρ “τοὺς δύο “εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλ- “λασσων ἐν τῷ σώματι αὐτοῦ τὰ πάντα πρὸς τὸν [*](1. πλήρης habet C. 2. αὐτὸς et γὰρ assumpta ex C 5. συνενηνεγμένοι] η suprascr. loco rasurae. Sic edidi. σὺν νεγμένοι C. συνανηγμένοι D. συνημμένοι Edd. κατασημαίνειαν C invito D. 6. κατέδειξε C. ἔδειξε Edd. προτιθεὶς C. ὥσπερ γε C. 8, 9. Assumpta ὁ ex B.C., καὶ prius ex C. 15. υἱοῦ C. τοῖς υἱοῖς Edd. 21. πλάνην C. πλάνησιν iid. τῆς assumptum ex C.)
369
ὧν εἰς πέρας ἐκβεβηκότων, ἐπιψηφιούμεθα τοῖς ἁγίοις προφήταις τὸ ἀτρεκὲς, ἐγνώκαμέν τε σαφῶς, ὡς ἦν Θεὸς ἐν αὐτοῖς ὁ λαλῶν καὶ προαναφαίνων ἡμῖν τὸ Χρυττου μυστήριον.

(??) b

[*](2. ἐγνώκαμέν τε (??) ἐγνωκότες (??) προονοφiινων C. (??) φωνῶν (??) (??) (??))
370
[*](Κεφ. ζ́·)

Καὶ ἐγένετο ἐν τῷ ετάρτω̣ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐrεvετο λόγος Κυριου πρός Ζαχαρίαν, τετράδι τοῦ μηνός τοῦ ἐνάτου ὅς ἕου Χασελεῦ· καὶ ἐξαπέστειλεν εἰς Βαιθἠλ Σαρα0ὰρ καἰ Ἀρβεσεὲρ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασθαι τὸν Κύριον, λέγωι πρός τοὺς ἰερεῖς τοῦς ἐν τῷ οἶκῳ Κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προφἠτας λέγων Εἰ εἰσελήλυθεν c ὧδε ἐν τῷ μηνἰ τῷ πέμπτῳ τὸ ἀγίασμα, καθότι ἐποίησαν ἤδη ἱκαvα ετη.

Μετὰ τὴν τῶν ὁράσεων ἐπίδειξιν ἕτεροι παρὰ Θεοῦ γεγόνασι λόγοι, μικροῦ μεταξὺ διιππεύσαντος χρόνου. πρὸ μὲν [*](Supra i.7.) γὰρ τῶν ὁράσεων γέγραπται ὅτι “Τῇ τετράδι καὶ εἰκάδι ἐν “τῷ ἑνδεκάτῳ μηνί· οὗτός ἐστιν ὁ μὴν σαβάτ· ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς [*](d) “Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν Προφήτην, “λέγων·’’ ἐν δέ γε τοῖς προκειμένοις ἡμῖν θεωρήμασιν ἕτερος [*](1, 2. Sic Β. ΤΟΜΟΣ Γ΄ C. 3. τοῦ om. F. (228.) 4. ἐνάτου ἐννάτου Edd. 5. χασλεῦ F. Edd. correxi ex C. εὶς] ἐκ Β. εἰς habet C, manu autem castigante. 6. ἀρβεσεὲρ C. (Vat. ℵ) ἀρβεσὲρ Β.D. ἀρσεβὲρ F. Edd. τοῦ deest in Edd. (Vat. ℵ) invitis B.F. (Alex. XII.) 7. λέγων om. B. τοὺς alt. om. C. 8. Εἰ assumptum ex B.C. (Alex.) 9. ἁγίασμα] + εἰ νηστεύσω Β. (51.) ἤδη om. C. 11. 11, ἐπδειξιν C. ἀπόδειξιν Edd. 13. ὅτι] + ἐν iid. invito C. ἐν τὼ ἑνδεκάτῳ μήνι C. τοῦ ἑνδεκάτου μηνὸς iid. 14. μὴν] + ὁ Edd. invitis B.C. 15. ἔπι deest in Edd. (cf. F. supra 658 a.) 16. Ἀδὼ Β. ’τον προφήτην manu prima C. τοῦ προφήτου Edd. C manu recenti.)

371
μετ’ ἐκεῖνον ὁρίζεται χρόνος· Ἐν γὰρ τῷ τετάρτῳ ἔτει τῇ τετραδι τοὐ μηνὸς τοῦ ενάτου ὅς ἐστι Χασαλευ· κατὰ Ἑβραίων φωνὴν δηλονότι· μεταπεφοίτηκε τῷ Προφήτῃ τῆς θεοπτίας ὁ τρόπος. τίς δὲ ἡ πρόφασις, ἡ τῆς ἱστορίας ἀφήγησις εὖ μάλα σαφηνιεῖ. συνεῖεν γὰρ οὐχ ἑτέρως τινὲς πλὴν ὅτι κατὰ τουτονὶ τὸν τρόπον τῶν προκειμένων τὸν νοῦν. τίνες γὰρ ὅλως ὅ τε Σαρασὰρ καὶ ’Aρβεσεὲρ ὁ βασιλεὺς [*](e) καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ, πῶς οὐκ ἀναγκαῖον καὶ πρό γε τῶν ἄλλων ἀναμαθεῖν; τί δὲ τὸ ἁγίασμα τὸ ἐν τῷ πέμπτῳ μήνι· καὶ μὴν καὶ αὐτὸς ὁ τῆς ἐρωτήσεως τρόπος, ὅποι ποτὲ βλέπει, καὶ τίς ἂν γένοιτο τῶν ἐρομένων ὁ σκοπὸς.

Βασιλεύοντος τοίνυν Ὠσηὲ τοῦ υἱοῦ Ἠλᾶ τῶν δέκα φυλῶν τῶν ἐν τῆ Σαμαρείᾳ, καὶ πολὺ διανενευκότος εἰς ἀπόστασιν· λελάτρευκε γὰρ εἰδώλοις· παρωξύνετο Θεὸς ἐπὶ τὸν Ἰσραήλ. εἶτα κατεστράτευσε τῆς χώρας ὁ Σαλμανασὰρ [*](a 709 Α.) βασιλεὺς Ἀσσυρίων, εἷλέ τε τὴν Σαμάρειαν, καὶ ἀπῴκισε μὲν τὸν Ἰσραὴλ, παρεσκεύασε δέ τινας τῶν ἐκ τῆς Χαλδαίων χώρας κατοικῆσαι τὴν γῆν, ἵνα δὴ γένοιτο Περσῶν, ὡς ἐκεῖθεν ἔχουσα λοιπὸν τοὺς οἰκήτορας. ἔχεις τὴν ἱστορίαν ἐν τῇ τετάρτη τῶν βασιλειῶν. γέγραπται γὰρ οὕτως “Ἐν [*](4Reg. xvii.1-3.) ἔτει δωδεκάτῳ Ἄχας βασιλέως Ἰούδα ἐβασίλευσεν Ὠσηὲ υἱὸς Ἠλὰ ἐν Σαμαρείᾳ ἐπὶ Ἰσραὴλ ἐννέα ἔτη, καὶ ἐποίησε [*](b) τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς Ἰσραὴλ οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ· ἐπ’ αὐτὸν ἀνέβη Σαλ- “μανασὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἐγενήθη αὐτῷ “δοῦλος.” καὶ μεθ’ ἕτερα πάλιν “Καὶ ἀπῳκίσθη Ἰσραὴλ [*](Ib. 23. 24.) “ἐπάνωθεν τῆς γῆς αὐτοῦ εἰς Ἀσσυρίους ἕως τῆς “ταύτης. καὶ ἤγαγε βασιλεὺς Ἀσσυρίων ἐκ Βαβυλῶνος [*](2. ἐννάτου Edd. inv. B.C. χασαλεύ C. (49, 51, 86.) χασλεὺ Edd. 7. ἀρβεσεὲρ C. ἀρβεσὲρ Β. Ἀρσεβὲρ iid, 9. τί δὲ C. τί τε Edd. τῷ pro τὸ alt. C, το. μὴν] μὲν Β. Edd. 11. ἐρωμένων C. 15. παρωξύνετο C. παροξύνεται Edd. 17. τε deest m Edd. ἀπῴκησε iid. 25. αὐτὸν] αὐτῷ iid. 28. Haec ἐπάνωθεν τῆς γῆς αὐτοῦ accesserunt ex C.D.)

372
“τὸν ἐκ Χουνθὰ καὶ ἀπὸ Αἶά καὶ ἀπὸ Αἰμὰθ καὶ “ρουαῒμ, καὶ κατῳκίσθησαν ἐν ταῖς πόλεσι Σαμαρείας “τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν καὶ [*](c) κατῴκησαν ἐν ταῖς πολέσιν αὐτῆς.’’ οὗτοι δὴ οὖν οἱ κλῆρον ἑλόντες τὴν Σαμαρειτῶν, κατῳκηκότες γῆν καὶ τέκνων τάχα που γεγόνασι πατέρες καὶ τοῖς Ἰουδαίων ἔθεσι προσνενεύκασι, τὰς τῶν λεόντων ἐφόδους κατορρωδήσαντες· ἐξ αὐτῶν γεγόνασι Σαρασάρ τε καὶ ’Aρβεσεὲρ, ὃς καὶ ὠνόμασται βασιλεὺς, διάτοι τὸ καθηγεῖσθαι τὸ τηνικάδε τῶν ἐν Σαμαρείᾳ μετῳκισθέντων ἐκ τῆς Περσῶν.