In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Τὸ ἀπειθὲς καὶ ἐξήνιον τῶν ἀρχαιοτέρων καὶ ἐξ αὐτῶν σφισι συμβεβηκότων ἀποχρώντως διαβεβληκὼς, καὶ ὅτι γένοιτο [*](b) πάντων αὐτοῖς τῶν κακῶν πρόξενον ἀποφήνας, μεταβιβάζει τὸν λόγον ἐπὶ τὰ ἐξ ἡμερότητος ἀγαθὰ, καὶ πειρᾶται λοιπὸν τοὺς τῆς εὐημερίας αὐτοῖς ἐπαγγέλλεσθαι καιροὺς, καὶ τοῖς κατ’ εὐχὴν ἀγαθοῖς καταπιαίνειν πλουσίως, ὡς ἤδη μὲν δίκας ἐκτετικότας, ὧν ἀνοσίως πεπαρῳνήκασιν, ἐκνενιμμένους δὲ ὥσπερ τῆς ἀρχαίας φαυλότητος τὰ ἐγκλήματα διά [*](1. ἐξ deest in Edd. 2. τοιᾶδε (sic) pro τὰ τοιάδε C. invito 3. νοήσωμεν C.D.b. νοήσομεν Edd. ἐκβέβληνται Edd. inv. B.C.b. 4. πε- πείρανται—ἠρήμωται Edd. invitis B.C. καὶ prius om. C. 5. τέτακτο B.C.D. ἐτέτακτο b. τέτακται Edd. 6. τοὺς deest in Edd. ἀναστρέφοντας C.b. ἀναστρεφομένους Β. Edd. 7. δεδαπάνηντο B.C. ἐδεδαπάνηντο b. δεδαπάνηνται Edd. 8. κατηχθεσμενοι iid. 9. νοήσωμεν C. νοήσομεν iid. 11. εἰδοὶ C. 14. ἅπαξ εἰδότι hoc ordine C. 16. ἐζήλωσα utrumque habet F. (Alex. ℵ) ἐζήλωκα (Vat.) cf. infra.] τῶν] + τῶν Β. )

380
τοι τοῦ κεκολάσθαι παρ’ ἐχθροῖς καὶ τὸν τῆς δουλείας [*](c) ἀνατλῆναι ζυγόν. κατακέκραγε δὲ ὥσπερ τῆς τῶν Βαβυλωνίων ὠμότητος, οἳ πέρα παντὸς ἰόντες θράσους, δεδράκασιν εἰς αὐτοὺς, ἃ μηδὲ αὐτὸς ὁ θεῖος ἤθελέ που θυμός· ἔφη γὰρ [*](Supra i,15.) ἐναργῶς ὅτι “Εγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ “θέντο εἰς κακά.’’ ἐζήλωκα δὴ οὖν τὴν ῾Ιερουσαλὴμ, τουτέστι τὸν ὑπὲρ αὐτῆς εἰσδέδεγμαι ζῆλον, καὶ θυμῶ μεγάῳ ἐζήλωσα αὐτήν. ὅμοιον ὡς εἰ λέγοι Συμβήσεται τοῖς Βαβυλωνίοις ἐξ ἀντιστρόφου παθεῖν ὧν δεδράκασιν ἀπηνέστερα, [*](d) καὶ τοῖς οὕτω πεπορθηκόσιν ἐποίσω τὰ ἐξ ὀργῆς.

Τοῦτο πεπλήρωκεν ὁ Χριστός. λελυπημένος γὰρ ἐφ’ ἡμῖν τοῖς ἀθλίως ἀπολωλόσι, καὶ οἷον ζηλώσας τὴν Ἐκκλη- σίαν, τὴν αὐτῷ μὲν προεγνωσμένην, οὔπω γεμὴν ἀναδε- δειγμένην ἐν κόσμῳ, συνέτριψε μὲν τῶν δαιμονίων τὰ στίφη, τὸν ’δε γε τῆς ἐκείνων ἀπονοίας ἐπιστάτην τῆς καθ’ ἡμῶν ἐκβέβληκε τυραννίδος καὶ τοῖς ἐξ ὀργῆς κινήμασιν ὑποθεὶς, ἐλευθέρους τῆς ἐκείνου σκαιότητος ἀπέφηνε λοιπὸν τῶν προσκυνούντων αὐτὸν τὴν ὁμήγυριν.

Τάδε λέγει Κύριος Ἐπιστρέψω ἐπὶ Σιῶν, καὶ κατασκηνώσω ἐν [*](e) μέσῳ ῾Ιερουσαλὴμ, καὶ κληθήσεται ῾Ιερουσαλὴμ πόλις ἀληθινὴ, καὶ τὸ ὄρος Κυρίου παντοκράτορος ἅγιον.

Πληροῖ μὲν τὰ πάντα Θεὸς, καὶ τῆς ἀπορρήτου φύσεως αὐτοῦ τὰ πάντα μεστά. πλὴν ἀποφοιτᾶν ἐσθ’ ὅτε λέγεται τῶν ἡμαρτηκότων, οὐ ταῖς κατὰ τόπον διαστάσεσι μεριζό- μενος· εὔηθες γὰρ κομιδὴ τὸ ὧδε νοεῖν· ἀλλὰ τῷ μηκέτι [*](4. που assumptum ex C. 9. ποθῶν Edd. invitis omnibus. 13, 14. τὴν τῶν Β.?] αὐτῷ μὲν — συνέτριψε μὲν B.C.D. τῶν αὐτῶν μὲν Edd. 15. καθ’ ἡμῶν C. καθ’ ἡμᾶς Kdd. 16. καὶ τοῖς—ὑποθεὶς accesserunt ex C.D. 17. ἐλευθέρους C. ἐλευθέραν D. Edd. ἀπέφηνε C. ἀποφήνας Edd. 18. αὐτὸν C. αὐτῷ iid. 21. ἅγιον B.C. (ℵ) ὅρος ὅγιον Edd. 23. ἀποφοιτᾶν B.C. ἀποφοιτῶν Edd. 24. μεριζόμενος C. χωριζόμενος Edd. 25. κομιδὴ assumptum ex C. τὸ pro τῶ C.)

381
θέλειν προσκεῖσθαι καὶ φειδοῦς καὶ ἀγάπης ἀξιοῦν. τοιοῦτον δὲ εἶναί φαμεν καὶ αὐτὸν τὸν τῆς ὀργῆς τρόπον. οὐκοῦν ἐτράπετο μὲν εἰς ψευδολαρίας ὁ’1σραὴλ, καὶ ἐκπεπόρνευκεν [*](a 715 Α.) Ιερουσαλήμ. ἀπεφοίτησε δὲ ὥσπερ ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς ἐξ ἀποστροφῆς ὑπέθηκε κακοῖς. ἐπειδὴ δὲ κατοικτείρει λοιπὸν, τὸ ἐπιστρέφω φησὶ, τουτέστιν, ἀποπεπαύσομαι τῆς ὀργῆς, ἐπισκοπῆς ἀξίαν ἀποφανῶ, καὶ οἶκον ἐμὸν ποιήσομαι πάλιν. ὥσπερ δὲ, ἀποστ ραφέντος αὐτοῦ, τὸ ὄρος τὸ ἅγιον, τουτέστιν ὁ ἐν τοῖς Ἱεροσολύμοις ναὸς, οὐκέτι σεπτὸς εἶναί τις ἐδόκει παρά γε τοῖς ὁρῶσιν ἐμπεπρησμένον· οὕτω δὴ [*](b) πάλιν ἐν αὐτῷ κατοικεῖν ἑλομένου Θεοῦ, καὶ ἐγηγερμένου τὸ ἐπ’ αὐτῷ πάλιν ἀναβήσεται καὶ ἀνανεωθήσεται σέβας, ἀληθινὴ δὲ πάλιν ῾Ιερουσαλὴμ, οὐκέτι καθὰ καὶ πάλαι τοῖς χειροτμήτοις θεοῖς καὶ τοῖς ψευδωνύμοις ἰνδάλμασι προσ- κομίζουσα τὰς λατρείας· ἀλλὰ τὸν ἕνα καὶ φύσει καὶ ἀλη- θινὸν θεραπεύουσα Θεὸν ταῖς ἐπιεικείαις, διὰ τοῦ ζῆν ἐννόμως ἑλέσθαι λοιπὸν, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις.

Περιθείης δ’ ἃν εἰκότως τὰς τοιάσδε φωνὰς τῷ δι’ ἡμᾶς καθ’ ἡμᾶς γεγονότι Λόγῳ, ὃς ὑπάρχων ἐν μορφῇ τοῦ γε- [*](c) γεννηκότος καὶ ἐν ἰσότητι τῇ κατὰ πᾶν, “ ἑαυτὸν ἐκένωσε [*](Phil. ii . 7, 2 Corr. viii. 9.) “ μορφὴν δούλου λαβὼν,’’ καὶ γέγονεν ἄνθρωπος, καὶ “ ε'πτώ- 2 Cor. viii(??) “ χεῦσε δι’ ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.’’ οὐκοῦν ὁ πάλαι διά τε τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὸ ἐγκεῖσθαι δὲ τὴν “ διάνοιαν τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ Gen. “ἐκ νεοτητος” δικαίως ἀποστραφεὶς, ἐπέστρεψε πρὸς ἧμας ὡς ἐξ ἐμφύτου λοιπὸν ἡμερότητος, καὶ κατῴκηκε τὴν Ἐκ- κλησίαν, πόλιν τε καὶ ἐνδιαίτημα σεμνὸν ἐποιήσατο τοὺς [*](2. τὸν deest in Edd. 4. ἡ ῾Ιερ. Edd. imato C. 9. ναὸς C. νεὼς Edd. εἶναί τις ho(??) ord. C. 11. ἐν αὐτῷ — καὶ ἐγηγερμένου C.D. ἐγ. καὶ — Θεοῦ Edd. 12. ἐπ’ D. Edd. ἐν C. Haec ἀναβήσεται κοὶ accesserunt ex C.D. 13. πάλιν C.D. πόλις κληθήσεται ἡ Edd. et (sine ἡ) B. 14. χειροτμήτοις C.D. χειροκμ. Edd. 16. θεραπ. Θεὸν hoc ordine C. iS. περιθείη C. 20. τῆ assumptum ex C. 22. τῇ . . αὐτοῦ rasura duo ut vid. litt. C. Eadem quae Edd., D. 24. δὲ assumptum ex C. 27. σεμνὸν C. Nik. in Ps. 131. σεπτὸν Edd.)

382
[*](d) ἡγιασμένους. ἔφη γάρ που περὶ αὐτῆς, δῆλον δὲ ὅτι τῆς [*](Ps. cxxxi 14. Ib. Ixxxvi. 3.) Ἐκκλησίας “ Ωδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.’’ ψάλ- λεῖ δὲ καὶ ὁ μακάριος Δαυείδ “Δεδοξασμένα ἐλαλήθη “σοῦ, ἡ πόλις τοῦ Θεοῦ. ” ταύτην ἡμῖν κατεμήνυσε καὶ ὁ [*](Es. ii. 2.) προφήτης ᾑσαΐας λέγων “Ὅ τι ἐν ταῖς ἐσχάταις ἡμέραις “ἐμφανὲς ἔσται τὸ ὄρος τοῦ Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ “ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν “βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη.” περίοπτος [*](e) γὰρ ἡ ἐκκλησία Χριστοῦ, καὶ οἷαπερ ἐν ὄρει κειμένη, τοῖς ἁπανταχοῦ γνωρίζεται. κέκληται δὲ καὶ ἀληθινὴ, ἥκιστα μὲν τύποις καὶ σκιαῖς λατρεύουσα· παραδεξαμένη δὲ μᾶλλον τὴν ἀλήθειαν, ὅς ἐστι Xριστὸς, καὶ τὴν ἐν πνεύματί τε ἀληθείᾳ πληροῦσα προσκύνησιν.

Τάδε ’λεγε Κύριος παντοκράτωρ Ἔτι καθίσονται πρεσμύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις ῾Ιερουσαλὴμ, ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ πλήθους ἡμερῶν· [*](716 Α. a) κα αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασιων παιξοντων ἐν ταις πλατειαις αῦτης.

Δαπανήσαντος τοῦ πολέμου τὸ τῶν Ἰουδαίων ἔθνος, συμβέβηκεν ἀναγκαίως κενὰς τῶν κατῳκηκότων τὰς παρ’ αὐτῶν γενέσθαι πόλεις, οἴκους τε κατερριμμένους ὁρᾶν καὶ τῶν ἐν αὐταῖς κατασκευασμάτων τὰ κάλλη. ἀλλ’ ἰδοὺ τριπόθητον αὐτοῖς καὶ μακρὰν εἰρήνην χαριεῖσθαι κατεπαγγέλλεται, ἣν, καὶ μάλα ὀρθῶς, Ἑλλήνων παῖδες ὀνομάζουσι κουροτρόφον. [*](b) τοὺς μὲν γὰρ τικτομένους ἀνακομίζει πρὸς ἥβην, τοῖς δὲ ἤδη [*](1. αὐτῆς B.C. αἱρετῆς Edd. 5. ὅτι assumptum ex C. ἐν τοῖς ἠμ’. ἐμφ. ἔσται hoc ordine C. ἔσται ante ἐν tr. Edd. 6. τοῦ prius assumptum ex C. (Alex.) 8. ἐπ’ αὐτὸ] Sic edidi ex C. qui ἐπ’ αὐτῷ = ἐπ’ αὐτὸ dat. ἐπ’ αὐτὸν Edd. 11. καὶ C. ἢ καὶ Β. Pont. ἢ Aub. 12. ὅς C. ἥ Edd. τε assumptum ex C, 14. καθίσονται B.C. (95, 185, 311.) in Es. 860 1). καθήσονται Edd. 20. αὐτῶν C. αὐτοῖς D. Edd. 22. αὐταῖς C.D. αὐτοῖς Edd. τριπόθητον αὐτοῖς καὶ C.D. τροπωθὲντων αὐτοῖς τῶν ἐχθρῶν κἀν Edd. 23. τὴν χόριν pro εἰρήνην D. 25. γὰρ om. C.)

383
γεγονόσι νέοις ἁπλοῖ τρόπον τινὰ καὶ τὴν εἰς γῆρας ὁδὸν, καταδῃοῦντος οὐδενὸς, οὐ πολέμου συντρίβοντος, οὐ δαπανώσης μάχης. ὑποτοπητέον δὴ οὖν, καὶ μάλα ὀρθῶς, ὡς ἐν εἰρήνη τὰς πόλεις, κἂν εὐρεῖαί τε εἶεν καὶ μακραὶ, στενὰς ἀποφαίνεσθαι καὶ ἡττῆσθαι τῷ πλήθει τῶν κατῳκηκότων. τοιοῦτόν τινα νοῦν ὠδίνει πάλιν ἡμῖν τὸ προκείμενον. ἔφη γὰρ ὅτι καθεδοῦνται μὲν πρεσβύτεροι καὶ πρεσβύτιδες ἐν ταῖς πλατείαις ῾Ιερουσαλὴμ, ῥάβδῳ μόλις τὸ ἐκ τοῦ γήρως ἄναλκι μετρίως παραμυθοῦ μένοι, καὶ βακτηρίαν ἔχοντες γερονταγωγόν· ἔπαινος δὲ τὸ χρῆμά ἐστι καιρῶν ἀπολέμων βαθείας εἰρήνης, ἀνακομιζούσης, ὡς ἔφην, εἰς ἥβην τὰ βρέφη, πεμπούσης δὲ καὶ εἰς γῆρας τοὺς ἤδη τελοῦντας ἐν ἀνδράσι, καὶ τὸν τῆς ζωῆς ἅπαντα χρόνον ἀμαχεὶ παραθέοντας. εἰ δὲ δὴ μέλλοιεν ὀρχεῖσθαι μὲν ἐν ἄστει μειράκια, κόριά τε χορεύειν ἐν μέσαις πλατείαις, ἔχοι ἃν καὶ τοῦτο σαφῆ τὴν ἀπόδειξιν τοῦ μηδεμίαν αὐτῶν φροντίδα κατηρτῆσθαι πικράν. οὐ γὰρ ἃν ἠνέσχοντο παιζόντων τινῶν, εἰ κατηφείας ἦν ὁ [*](d) καιρός.

Γέγονε δὲ καὶ ἡμῖν αὐτοῖς εἰρήνη Χριστὸς, ὃς καὶ πάντα συντρίψας πόλεμον, μεστὴν ἀπέφηνε τῶν ἁγίων τὴν Ἐκκλησίαν. καὶ πολιοὶ μὲν τὰς φρένας ἐν αὐτῇ, μύριοί τε ὅσοι καὶ ἐξαίρετοι, οἷς καὶ ὁ σοφὸς Ἰωάννης ἐπιστέλλει λέγων “Ἔγραψα ὑμῖν πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς·” [*](1 S. Joan. ii. 14.) παῖδες δὲ ὥσπερ ἄνηβοι καὶ κόρια μικρὰ τῶν ἄρτι πεπιστευκότων ἡ νηπιωτέρα πληθὺς, μονονουχὶ τοῖς πνευματικοῖς σκιρτήμασι τὴν ἁγίαν ὄντως κατακαλλύνουσι πόλιν, [*](1. καὶ assumptum ex C. 5. ἡττεῖσθαι C. 6. νοῦν B.C. Pont. οὖν Aub. 7. μὲν assumptum ex C. πρεσβύτιδες C. πρεσβύτεραι Edtl. 8. ῥάβδῳ C. ῥάβδοις iid. 9. γερονταγω̣γόν C.b. γέρονταγωγόν b.] χειραγωγόν D. Edd. ΙΟ. ἀπολέμων accessit ex C.b. II. ὡς ἔφην C. μὲν Edd. εἰς ἥβην C. ἐφ’ ἥβην Edd. 12. καὶ om. C. παραθέοντας Β. C. παραθέντας Edd. ante Migne. 1 6. κατηρῆσθαι Aub. 19. δὲ C.b. δὴ Edd. αὑτοῖς Β. 20. τῶν deest in Edd. 21. πολλοὶ Edd. invitis B.C.D.b. 23. ἔγραψα B.C.D. γράφω b. Edd. 24. δὲ om. C. habent D.b. μικρὰ] + νοηθεῖεν ἄν b. invitis C.D. | 25. νη- πιωτέρα C.D.b. νηπιωτότη Edd. 26. κατακαλλύνουσα Edd. invitis omnibus. )

384
[*](e) τουτέστι τὴν Ἐκκλησίαν· οἷς καὶ τὸ λέγειν ἁρμόσειεν ἄν [*](Ps. xciv. 1.) “Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ ἀλαλάξωμεν τῷ Θεῷ “τῷ Σωτήρι’ ἡμῶν.’’ εἰ δὲ δὴ λέγοιντο καὶ ἐπερείδεσθαι ῥάβδῳ τυχὸν οἱ πρεσβύται, περινοήσεις ὅτι καὶ μικροὺς καὶ [*](Es. xi. Ι.) μεγάλους στηρίζει Χριστὸς ἡ ῥάβδος ἢ ἐξ Ἰεσσαὶ, καὶ ἡ [*](Ps. cix 2.) τῆς δυνάμεως ὠνομασμένη, ἢν ἐκ τῆς ἄνω Σιῶν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ, ὡς χαίροντας ἡμᾶς ἐπὶ τούτῳ [*](Ps. xxii. 4.) λέγειν “Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου αὗταί με “παρεκάλεσαν.”

[*](717 Α. a)

Τάδε λέγει Κύριος παντοκράωρ εἰ ἀδυνατήοει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιον μοῦ ἀδυνατὴσει; λέγει Κύριος παντοκράτωρ.