In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Τὰ μεγάλα καὶ ὑπερφυῆ τῶν πραγμάτων δέχεταί πὼς ἐφ’ ἑαυτοῖς τὸ ἀπιστεῖσθαι φιλεῖν, καὶ οὐκ ἀθαύμαστον ἔχει τὴν εἰς πέρας διεκδρομήν. καὶ γοῦν ἡ Σάῤῥα διαγελᾷ μὲν [*](b) ἐξ ἀπιστίας τὴν ἐπί γε τῷ Ἰσαὰκ ὑπόσχεσιν, εἰς γῆρας ὁρῶσα, καὶ τοῖς τῆς ἀνθρωπότητος νόμοις ἀντιτιθεῖσα τὸ ἀμήχανον. πλὴν ἐκτέτοκε παρ’ ἐλπίδα, βάσιμον αὐτῇ τὸ χρῆμα τιθέντος Θεοῦ. ἦν οὖν ἄρα καὶ σφόδρα εἰκὸς καταδονεῖσθαι ταῖς διψυχίαις τοὺς ἐκ τῆς αἰχμαλωσίας λελυτρω- μένους, καὶ οὐ σφόδρα θαρρεῖν, ὡς εἰς τοσαύτην αὐτοῖς εὐημερίας βαδιεῖται τὰ πράγματα, ὡς ἀνάμεστον μὲν γενέσθαι τὴν Ἰερουσαλὴμ τῶν γεγηρακότων, καὶ παίδων ὁρᾶσθαι χοροὺς ἐν αὐτῇ καὶ κορασίων ὀρχήματα, καὶ τὰ ἐκ βαθείας εἰρήνης ὑπάρξειν ἀγαθά. κατεθεῶντο γὰρ δὴ [*](4. περινοήσεις C.b. νοήσεις Edd. κοὶ prius assumptum ex b. deest in C.D. 5. στηρίζει C.b. ὑποστηρ. Edd. ἡ ult. assumptum ex C.b. 7. ἐπὶ τούτῳ D.b. Edd. ἐπὶ τοῦτο C. 8. αὗταί D. Edd. αὐτοί C.b. 10. Εἰ C. Edd, Διότι εἰ B. (Alex. 106.) 13. ὑπερφυῆ C. ὑπερφερῆ Edd. 14. ἔχειν C. 17. ἀντιτιθεῖσα B.D. ἀνατιθεῖσι C. ὑπερφερῆ Edd. 21. τοσαύτην αὐτοῖς εὐημερίας C.D. τ. αὐτοῖς εὐημερίαν Edd. 22. βαδιεῖται D. Edd. βαδιεῖσθαι C. 23. παίδων B.C. πόντων Edd. 25. δὴ assumptum ex C.)
Ἔφη δέ που πρὸς Ἰουδαίους ὁ Θεὸς καὶ Πατὴρ τὰ ἐκ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας προαναφωνῶν κατορθώματα Ιδετε οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε καὶ ἀφανίσθητε, [*](e Hab. i. 5.) ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν ἔργον ὃ οὐ “μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν.’’ ὅσον μὲν γὰρ ἡκεν εἰς λόγους τοὺς ἐν ἡμῖν, ὑπὲρ θαῦμα καὶ λόγον καὶ αὐτὸ τὸ τῆς ἐνανθρωπήσεως μυστήριον· οὐδὲν δὲ ἧττον καὶ τὰ ἐντεῦθεν ἡμῖν ἐκβεβηκότα κατορθώματα. πῶς γὰρ οὐκ ἀπιστίας ἐγγὺς τὸν ἐκ Θεοῦ φύντα Λόγον ἑνωθῆναι σαρκὶ, καὶ ἐν τῇ τοῦ δούλου γενέσθαι μορφῇ, καὶ ὑπομεῖναι σταυρὸν, ὕβρεις τε καὶ αἰκίας ὑπενεγκεῖν, καὶ τῆς Ἰουδαίων ἀβελτερίας τὰ βλάβη; ἢ πῶς οὐκ ἄν τις ὑπεραγάσαιτο τῆς οἰκονομίας τὴν ἔκβασιν, ὅπου καθῄρηται μὲν ἡ ἁμαρτία,[*](a 718 Α.) [*](2. θηρῶν C. θηρίων Edd. 4. ὀκάνθης C. ἀκάνθων iid. Statim ὑπάρχειν add. iid. invito C. 6. ὡς ἔφην ἐντεῦθεν hoc ord. C. 10. Haec λέγει Κύριος παντοκράτωρ accesserunt ex C.D. 11. ἐν ἡμῖν C. ἐν ὑμῖν D. ἥμιν b. ὑμῖν Edd. 12. κομιδὴ C.b. δηλαδὴ D. Edd. 13. τῶν ὁ (sic) inverso ordine Edd. ante Migne. 14. ὑπερφερῆ C. 17. εἴδετε Edd. invitis B.C.D. ἀφανίσθητε C.D. θαυμάσατε Edd. 18. ἔργον assumptum ex C. 19. πιστεύσετε C. 20. ἥκει Edd. 26. ἀβελτερίας] Sic correxi ex C. ἀβελτηρ. Edd. τὰ βλάβη C. τὰς παροινίας Edd. 27. ἡ om. C. )
Τάδε λέγει Κύριος παντοκράτωρ ’Ιδού ἐγώ ἀνασώζω τὸ λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἁπὸ γῆς δυσμῶν, κοὶ εἰσάξω αύ- τοὺς καὶ κατασκηνώσω ἐν μἐσῳ ῾Ιερουσαλὴμ, καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν ἐν ἀληθεία κω δικαιοσύνη.
Σέσωκε μὲν καὶ πάλαι Θεὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ κατεσκεδασμένους τῷ πολέμῳ, συναγείρων εἰς Ἱεροσόλυμα, καὶ κατοικήσας ἐν αὐτοῖς, διά γε τοῦ καὶ τὸν θεῖον ἐγεῖραι [*](c) ναὸν, καὶ ἐφεῖναι πάλιν αὐτοῖς ταῖς κατὰ νόμον θυσίαις καταμειλίσσεσθαί τε καὶ ἀποπεραίνειν εὐχὰς καὶ ἀποπληροῦν ἑορτάς. πλὴν τὸ ἀνασώζειν τὸν ἴδιον φάναι λαὸν ἀνατολῶν καὶ δυσμῶν, πρέποιεν ἂν εἰκότως τῷ Ἐμμανουήλ, ὃς πᾶσαν ἐκάλεσε τὴν ὑπ’ οὐρανὸν, σαγηνεύσας διὰ τῆς πίστεως τοὺς ἐκ περάτων τῆς γῆς, καὶ πᾶσαν ἐθνῶν ἀγέλην συναγηγερκὼς εἰς τὴν ἁγίαν ἀληθῶς καὶ διαβόητον πόλιν Ι Tim. “ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος,’’ καὶ ἐπουράνιος ῾Ιερουσαλήμ. ὅτι δὲ καὶ ἐσκήνωσεν ἐν μέσῳ αὐτῆς, πῶς οὐκ ἀτρεκὲς [*](Baruch. iii. 38. d) εἰπεῖν; γέγονε γὰρ καθ’ ἡμᾶς, καὶ “τοῖς ἀνθρώποις συν- [*](4. ἀδυνατήσειεν C. invito D. 7. που assumptum ex C. 12. καὶ ἠῶ C. (Alex. ℵ XII.) κἀγὼ Edd. ἐν ἀληθείᾳ καὶ δικαιοσύνη] Haec quasi commentariorum init. ponunt B. D. πε manu aliquant. recentiori ut vid. l8. ἀποραινειν C 20. πρέποιεν C. πρέποι Edd. 24. καὶ C.D. ἡ Edd. 25. οὐκ ἀτρεκὲς εἰπcιν C.D. ἔστιν ἀμφιβαλεῖν Edd.)
Τάδε λέγει Κύριος παντοκράτωρ Κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταὶς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν, ἂψ ἦς ἡμέρας τεθεμελίωται ὁ [*](b) οἶκος Κυρίου παντοκράτος, καὶ ὁ ναὸς ἂψ οὗ ᾠκοδόμηται.
Ὑπισχνεῖται μὲν τοῖς ἀγαπῶσιν αὐτὸν ὁ τῶν ὅλων Θεὸς τὰ ὑπὲρ ἐλπίδα πολλάκις, ψευδομυθεῖ δὲ οὐδαμῶς, ἀλλ’ ἰδίᾳ δυνάμει καὶ ἀπορρήτοις τισὶν ἐνεργείαις ἀποπεραίνει κατὰ [*](2. ὁ assumptum ex C. 3. σου alt. assumptum ex C. ἐν σοὶ δ. hoc ordine C. 4. καινήσει pro καινιεῖ σε C. invito D. 5. νῦν ἐστιν C. σύνεστιν B.D. Edd. 9. γεγόναμεν C. γέγονε Edd. 10. λαὸς alt. C. λαοὶ iid. 11. θεραπευταὶ C. προσκυνητοὶ Edd. 12. ἀπευραψάμεθα C prima manu invito D. τοῦτον Edd. inv. B.C. 16. πληροῦ· μὲν C.D. τελοῦμεν Edd. )
Διότι πρὸ τῶν ἦμερῶν ἐκείνων ὁ μισθός τῶv ἀvΘρώπωv οὐκ ἔσται'εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρχει, καὶ [*](2. ήμῖν C. 3. τὰ pro τὸ C. εὐκόλων Edd. ante Migne. 4. τὰ assumptum ex C. 5. εὐκλεᾶ C. εὐκλεῆ Edd. 6. δὲ C. τε Edd. 9. καὶ et ὁ alt. assiunpta ex C. 11. ἥκει Edd. ἀπιστίας B.C. ἀπιστίαν Edd. 12. ἐτίθη C. 13. δεκτὰ τὰ ὑπὲρ φύσιν· καὶ εἰς ἔργα τὸν νοῦν τὰ ὑπερφυῆ παρατρέποντες D. δεκτὰ τὰ ὑπερφερῆ κοὶ εἰς ἔργα τὸν νοῦν παρατρέποντες C. καὶ τὰ ὑπὲρ ἔννοιαν Edd. 15. εἰσηγηταῖς CD. ὑφηγ. Edd. 16. αὐχένα δεδώκαμεν C. δεδωκότες αὐχένα Edd. 1 7. αὐτῶ C. iS. θέα] δρᾶ D. τοῖς C.D. τὸ Edd. πρὸς Edd. πρὸ. una litt. erasa C. παρ’ D. 20. κατα- πείθεσθαι C. κατατἰθ. Edd. 23. ἐκείνων B.C.D. cf. infra. γρ. (= γράφε) τούτων Β mg. τούτων F. Edd. τῶν alt. om. F. Edd. invitis B.C. 24. ὑπάρχει B.C. Αlex.) ὑπάρξει Edd. (Vat. ℵ))
Ἡ τῶν Ἑβραίων ἔκδοσις οὐχ ὡς ἐπὶ μέλλοντος καιροῦ ποιεῖται τοὺς λόγους, χρόνον δὲ τίθησι τὸν παρωχηκότα. πρὸ γὰρ τῶν ἡμερῶν ἐκείνων φησὶν ὁ μισθὸς τῶν ανθρώπων οὐκ ἦν εἴς ὄνησιν καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπῆρχε· καὶ πάλιν [*](a 720. Α.) Τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἠν εἰρήνη, καὶ ἀντὶ τοῦ φάναι Καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους, τεθείκασι τό Ἐξαπέστειλα πάντας τοὺς ἀνθρώπους. ἔχει δὲ καὶ σφόδρα τὸ εἰκὸς ὁ λόγος, τὸ δὲ ἀτρεκὲς ἐν τούτοις παραστήσει τῶν διηγημάτων ἢ δύναμις. βούλεται γάρ τι τοιοῦτον ὑποδηλοῦν. ἧκον μὲν γὰρ ἐκ Βαβυλῶνος εἰς τὴν ἁγίαν πόλιν οἱ ἐξ Ἰσραήλ. ἀλλ’ οὐκ ἦν αὐτοῖς ἁγιάσματος τόπος, κατασεσεισμένου τοῦ πάλαι ναοῦ· οὐκ ἦν ἢ θυσία καὶ σπονδὴ, μὴ ἑστῶτος θυσιαστηρίου. εἶτα προὔτρεπεν ὁ τῶν ὅλων Θεὸς τῶν οὕτως αὐτοῖς ἀναγκαίων προὐργιαιτάτην [*](b) θέσθαι φροντίδα, καὶ ἀναδείμασθαι μὲν τὸν ναὸν, ἀνορθῶσαι δὲ καὶ τὸ θεῖον ἐν αὐτῷ θυσιαστήριον, ὡς ἂν ἔχοιεν ἀποπεραίνειν εὖ μάλα τὰ νενομισμένα, καὶ καταμειλίσσεσθαι τὸν τῶν ὅλων Θεόν. οἱ δὲ ποικίλως διανεβάλλοντο, ποτὲ μὲν χρημάτων πλαττόμενοι σπάνιν, ποτὲ δὲ τὰς τῶν κωλυόντων οἰκοδομεῖν δυστροπίας προφασιζόμενοι. εἶτα προσκρούοντες διὰ τοῦτο Θεῷ, συχναῖς καὶ ἀλλεπαλλήλοις κατεπαίοντο πληγαῖς, ἀκαρπίαις δὴ λέγω καὶ ἀνεμοφθορίαις καὶ ταῖς τῶν ὁμόρων ἐθνῶν ἐφόδοις καὶ καταδρομαῖς. [*](3. ἐπὶ C. πρὸς F. Edd. (42.) 7, 8. ἦν—ὑπῆρχε—ἦν] Haec verba, quae dicit D. Cyrillus Hebraice legi, exhibent quoque (22. al.) 8. τῷ alt.] τὸ (sic) C. 8-10. Haec καὶ ἀντὶ—ἐξαπέστειλα πάντας τοὺς ἀνθρώπους accesserunt ex C. κοὶ ἀντὶ—ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους ἐξαπέστειλα D. 11. τὸ δὲ ἀτρεκὲς C. καὶ τὸ ἀληθὲς Edd. παραστήσει C. παρίστησι Edd. 14. οἱ deest manu prima C. ἁγιάσματος τόπος C. ἁγίασμα τῷ τόπῳ Edd. 15. κατασεισμένου (sic) C. ἡ accessit ex C. 21. διανεβάλοντο Edd. ante Migne. invitis B.C. 22. τὰς deest in Edd. 24. διὰ C. πρὸς Edd. 25. κατεπαίοντο C. ἐπαίοντο Edd. 26. ταῖς assumptum ex C.)
Ἰστέον δὲ, ὅτι πρὶν ἐνανθρωπῆσαι τὸν Μονογενῆ, καὶ ἀναδειχθῆναι τὴν Ἐκκλησίαν, οὐδεὶς ἦν ἀνθρώπῳ μισθὸς, οὔτε [*](721 A. a) μὴν τοῖς κτήνεσιν. οἵ τε γὰρ ἐν τῷδε τῷ βίῳ λογικώτεροι καὶ συνέσεως ἔχοντες δόξαν, οἳ δὴ καὶ ἄνθρωποι νομισθεῖεν [*](1. τὸ ῥᾴθυμον post Θεὸς transp. Edd. invitis B.C. 4. ὑμῖν μέν hoc ordine C. (Alex.) 5. Κυρίου C. Τυρίῳ Edd. ἐπειδὴ δὲ ἀναπέπτωκαν C.D. ἀναπεπτωκότες yap Edd. 6. ἐκ C. εἰς D. Edd. 7. συχνῶς C, συνεχῶς Edd. 8. ἐγηγέρκασι C. νεὼν C. ναὸν Edd. 9. ἅλις ἦν hoc ordine C. 10. ὅτι assumptum ex C. 11. ἐκείνων C. τούτων Edd. νεὼν C. ναὸν iid. 17. εἰς πόλιν εἰσιόντος C. εἰς πόλιν orn. D. 19. οὐκ ἦν C. οὐκ ἦν οὖν D. οὐκοῦν Edd. εἰρήνη] + φησὶ Edd. inv. C.D. ὡς ἔφην ἐκλελυττηκότων ἐπὶ C. ὡς ἔφην ἐκλελυπηκότων ἔτι D. ἐκλελυπ. ὡς ἔφην ἔτι Edd. 21. ἐχθρῶν τὸν] πολεμιωτάτων τῶν C. ἐξ] καὶ ἐξ Β. 22. ἢ om. C. habet D. 24. ἀνθρώπῳ C. ἀνθρώποις D. τοῖς ἀνθρώποις Edd.)