In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Τὰς δύο δὴ οὖν τῶν ἐξ Ἰσραὴλ συναγωγὰς δυσὶ γυναιξὶν ἀφομοιοῖ πάλιν ἡ ὅρασις, ἃς καὶ πτέρυγας ἔποπος ἐσχηκέναι φησὶν, ἵνα τὴν ἐνοῦσαν αὐτοῖς ἀκάθαρτον γνώμην καὶ τὸ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων εὐπετὲς εὖ μάλα κατασημήνειεν. [*](c) ὁ μὲν γὰρ ἔποψ στρουθίον ἐστὶν οὐκ ἄσημον, Φιλοβόρβορον δὲ καὶ κοπροβόρον, καὶ ταῖς σκωλήκων ἀγέλαις ἀγρίως ἐπιμαινόμενον, καὶ τρυφὴν ἀεὶ ποιεῖσθαι κατειθισμένον τὴν ἐσχάτην ἀκαθαρσίαν. τοιουτοσὶ ’δε πὼς καὶ τοῖς εἰδωλολατροῦσιν ἔπεστι νοῦς. οὐ γὰρ ἵεταί που κατευθὺ τοῦ πρέποντος· ἀλλ’ ἔξω φέρεται τοῦ εἰκότος, τὸν θεῖον οὐκ οἶδε νόμον, ἔστι δὲ ἁπάσης ἀκαθαρσίας ἔμπλεως, καὶ πᾶν εἶδος φαυλότητος ἡγεῖται τρυφήν. ταύτῃτοι καὶ πτέρυγας ἔποπος ἐνηρμόσθαι τοῖς γυναίοις ὁ τῆς ὁράσεως ἔφη λόγος, [*](d) τὴν ἴσην ἐκείνῳ γνώμην καὶ αὐταῖς ἐνεῖναι διδάσκων. ἀναλαμβάνουσι δὲ τὸ μέτρον τῇ ἀνομίᾳ μεμεστωμένον.

[*](1. γὰρ om. C. ἐν om. Aub. 2. γε om. C. ἀπεῤῥάγησαν C. ἀποῤῥαγεῖσαι Edd. 3. κοὶ assumptum ex C. τὴν deest in Edd. 4. ἐκεῖ B.C. καὶ Edd. 6. ἡ ἑτέρα γέγονε C. γέγονε B.D. (vacuo 10 fere litt. sequente in B, quem secuti sunt Edd.) 7. ἀυτὴ C. τοὺς assumptum ex C. 9. τῷ et καὶ prius assumpta ex C. τούτω (sic) C. 11. τεθεσπισμένα B.C. τεθεσπισμένων Edd. 14. αὐταῖς b. 15. κατασημήνειεν C. Edd. τεθεσπισμένων D. κατασημαίνοιεν b. 18. τρυφὴν C. τροφὴν Edd. 19. τοιουτοσὶ B.b. τοιοῦτος C. Edd. 20. ἔνεστι C.b. ὕπεστι Edd. οὐ γὰρ ἔται που C. οὐκ ἔρχεται D. Edd. 22. ἔμπλεος C. 23. τρυφήν B.C. τροφήν Edd. 25. ἐκείνῳ C. ἐκείνων Edd. αὐταῖς C. αὐτοῖς Edd.)
356

Δεῖ γὰρ ἑκάστην ψυχὴν τῷ ἰδίῳ καταφορτίζεσθαι βάρει, τῷ τῆς ἁμαρτίας φημί. ἐπειδὴ δὲ ἴσα τε ἀμφοῖν καὶ ἀδελφὰ τὰ ἐγκλήματα, τῆς τε Σαμαρείας φημὶ καὶ τῆς Ἰερουσαλὴμ, ταύτῃτοι καὶ ἐν ἴσῳ τρόπῳ κατηχθισμέναι τῷ τε μέτρῳ καὶ [*](e) τῆ ἀνομίᾳ, πνεύματος ἐμπίπτοντος ἐν ταῖς πτέρυξιν αὐτων, ὀξεῖ καὶ ἀπαραποδίστῳ φέρονται δρόμῳ πρὸς τὴν τῶν ἀλλοφύλων χώραν, δῆλον δὲ ὅτι τὴν τῶν Βαβυλωνίων. τοῦ γὰρ ἀκαθάρτου πνεύματος συνωθοῦντος αὐτὰς εἰς τὸ πλημμελὲς, καὶ τῆ ἀνομίᾳ καταφορτίζοντος, ἀπεκομίσθησάν πρὸς αἰχμαλωσίαν, καὶ ὑπὸ πόδας πεπτώκασι τῶν ἐχθρῶν. ἐπειδὴ δέ φησιν ὁ μακάριος ἄγγελος, ὡς ἀποφέρουσι τὸ μέτρον οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος, ἀναγκαῖον ἡμᾶς ἐκεῖνο νοεῖν, ὡς ἔστι σημεῖον τοῦ μακρὸν παρ’ ἐχθροῖς διατελέσαι χρόνον τοὺς Ἰσραὴλ, τὸ καὶ οἶκον οἰκοδομεῖσθαι τῆ ἀνομίᾳ, [*](700 Α. a) καὶ οἷον ἵδρυσίν τινα καὶ στάσιν αὐτῇ γίνεσθαι παρ’ ἐχθροῖς. ὃ δὴ καὶ τετέλεσται. μόλις γὰρ αὐτοῖς ἑβδομηκοστοῦ πληρωθέντος ἔτους, τῶν τῆς αἰχμαλωσίας ἀνεῖνται δεσμῶν.

[*](κεφ. ς΄.)

Καὶ ἐπέστρεψα καὶ ῆρα τοὺς ὀφθαλμούς μου καὶ ἴδον, καὶ ἰδοὺ [*](b) τέσσαρα ἄρματα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων, καὶ τὰ ὄρη ἦν ὄρη χαλκᾶ. ἐν τῶ̣ ἅρματι τῷ πρώτω̣ ἵπποι πυῤῥοὶ, καὶ ἐν τῷ ἅρματι τῷ δευτέρῳ ἵπποι μέλανες, καὶ ἐν τῷ ἅρματι τῷ τρίτῳ ἵπποι λευκοὶ, καὶ ἐν τῷ ἅρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί, καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστι ταῦτα, Κύριε; καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν έν ὲμοὶ καὶ εἲπε Ταῦτά εἰσιν οἱ τέσσαρες c ἄνεμοι τοῦ οὐραγοῦ, ἐκπορεύονται παραστῆναι τῶ̣ Κυρίῳ πάσης [*](4. κατηχθεσμέναι Edd. τε assumptum ex C.b. τρόπῳ pro μέτρῳ C. 5. ἐν assumptum ex C.b. 9. τὴν ἀνομίαν C. πρὸς C εἰς Edd. 17. αἰχμαλωσίας C.D. δουλείας Edd. ἀνεῖνται B.C. Pont. Migne, ἀεῖνται Pont.] ἀνίενται D. ὀνεῖται Aub. 18. εἶδον B. (ℵ 22. al.) 20. ἐν] ἐν Β. (Compl.) 23. ψαροί] καὶ ψαροὶ F. Edd. (42. al.) 25. ταὐτό εἰσίν B.C. (49, 198.) οὗτοί εἰσιν F. (Alex.) ταῦτά ἐστιν Edd. (Vat. ℵ) 26. ἐκπορεύονται C οἳ ἐκπ. F. Edd. (XII.))

357
Τῆς γῆς. ἐὺ ᾧ ᾖσαν οἱ ἵπποι οἱ μέλανες, ἐξεπορεὐοντο εἰς γῆν βορρᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεὐοντο κατόπισθεν αὐτῶι, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου, καὶ οἱ ψαροὶ ἐνεπορεύοντο κὼ ἔβλεπον τοῦ πορεύεσθαι καὶ περιοδεῦσαι πᾶσαν τὴν τῆν. καὶ εἰπε Πορεύεσθε καὶ περιοδεύσατε πάσαν τὴν γὴν· καὶ Περιώδευσαν πᾶσαν τὴν γῆν. καὶ ἀνεβόησε καὶ ἐλάλησε πρὸς μὲ λέγων Ἴδου οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βορρᾶ ἀνέπαυσαν τὸν [*](d) θυμόν μου ἑ γῇ βοῤῥᾶ.

Προὐπέδειξεν ὅτι τοῖς σφῶν αὐτῶν ἐναλόντες βρόχοις, καὶ σειραῖς τῶν οἰκείων ἁμαρτημάτων κατεσφιγμένοι, κατὰ [*](Prov. v. 22.) τὸ γεγραμμένον, εἰς ἀλλοδαπὴν ἀπῴχοντο, καὶ κατῳκήκασι παρ’ ἐχθροῖς, τὸν ἀήθη τῆς δουλείας ἀνατλάντες ζυγόν. ἀλλ’ ἦν ἀναγκαῖον καὶ τῶν τῆς λυτρώσεως διαμεμνῆσθαι [*](e) καιρῶν, καὶ δὴ ποιεῖται τὴν δήλωσιν, προσπεπλεγμένων ἑτέρων. ἐδιδάσκετο γὰρ ὁ Προφήτης συλλήβδην ἅπαντα τὰ τῷ ἔθνει συμβησόμενα κατὰ καιρούς. τὰ τέσσαρα τοίνυν ἄρματα, τὰ ἐν μέσῳ τῶν ὀρέων τῶν χαλκῶν, φαμὲν εἶναι πάλιν τὰς τῶν ἄλλων βασιλειῶν ἐπισημοτέρας, τὰς ἐν τοῖς τέσσαρσι κλίμασιν, ἤγουν ἀνέμοις, τοῖς ὑπ’ οὐρανὸν κατὰ καιροὺς ἀναδεδειγμένας. ὄρη δὲ οἶμαι λέγεσθαι χαλκὰ τὰ δύο τῆς οἰκουμένης τμήματα. τέμνουσι γάρ τινες εἰς Εύρώπην [*](a 701 Α.) τε καὶ Ἀσίαν τὴν σύμπασαν γῆν. χαλκᾶ δὲ αὐτῆς τὰ μέρη, διά τοι τὸ ἐρηρεῖσθαι διὰ παντὸς καὶ ἀκλονήτως ἔχειν καὶ μηδεμιᾶς ἀνέχεσθαι βλάβης. ψάλλει γάρ που καὶ ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Δημιουργόν [*](1. οἱ prius assuraptum ex B.C. (Alex. XII.) εἰς C. ἐπὶ Edd. (A.V. &c.) 3. καὶ οἱ ψ. ἐξεπ. om. C. linea vacante. 4. ἔβλεπον B.D. ἐπέβλεπον C. Edd. καὶ περιοδ. C. (Alex. XII.) τοῦ π. Edd. (Vat.) πᾶσαν assumptum ex C. (130, 239, 311.) 5. πᾶσαν assumptum ex C. (62.) 6. πᾶσαν assumptum ex C. (86.) ἐβόησεν C. 7. ἐπὶ γῆς D. et ut opinor C. qui tempore forte eodem ad γῆν castigatum est (XII.) ut infra 703 a. κοὶ post βορρᾶ add. Edd. (Vat. ℵ priina manu) invitis B.C.D. (Alex. XII.) cf. infra 730 d. 8. ἐπὶ γῆν B. (22. al.) ἐπὶ γῆς D. 10. οἰκείων C. ἰδίων Edd. 12. ἀληθῆ C. 14. προσπεπλ. C. προεμπ. Edd. 18. τὰς alt. om. C. habent D.b. 20. λέγεσθαι]+τὰ Edd. invitis B.C.b. 22. αὐτῆς C, αὐτοῖς Edd. 23. τοι C. τε Edd.)

358
[*](Ps. cxviii. 90.) “Ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει.’’ αὗται δὴ οὖν αἱ ὡς ἐκ τῶν τεσσάρων ἀνέμων βασιλεῖαι, τῶν ἄλλων, ὡς ἔφημεν, ἀλκιμώτεραι, καὶ πολὺ λαχοῦσαι τὸ εὐκλεὲς, ἐξῆλθον παρα- [*](b) στῆναι τῷ Κυρίῳ πάσης τῆς γῆς. ἡ ’δε γε παράστασις τὸν τῆς δουλείας ἡμῖν ὑποφαίνει τρόπον· δεδουλεύκασι γὰρ τοῖς αὐτοῦ νεύμασι, καὶ εἰ γεγόνασιν ἰσχυραί ·τε καὶ διαβόητοι, δι’ αὐτοῦ καὶ τοῦτο κεκερδάκασιν. ἁλλ’ εἰ καί τι δεδράκασι, καὶ κατηνδρίσαντο χωρῶν ἢ πόλεων, αὐτοῦ κατανεύοντος, εἰς τοῦτο δὴ πάλιν προῆλθον ἰσχύος· εἰ γάρ ἐστιν ἀληθὴς ὁ [*](Amos iii. 6) προφήτης λέγων ὡς Οὐκ ἔσται κακία ἐν πόλει, ἣν κύριος “οὐκ ἐποίησε,’’ κακίαν δέ φαμεν ἐν τούτοις τὴν κάκωσιν· c πῶς ἂν ἐκεῖναι κατίσχυσαν ἐθνῶν ἢ χωρῶν, μὴ οὐχὶ δὴ πάλιν αὐτοῦ τὸ κατισχύσαι νέμοντος οἰκονομικῶς;

Τίνες δὲ δὴ καὶ αἱ βασιλεῖαι, καιρὸς ἤδη λέγειν. οὐκοῦν ἐν μὲν τῷ ἅρματι τῷ πρώτω, φησὶν, ἴπποι πυρροὶ, τῆς Χαλδαίωνη βασιλείας ἀνατυποῦντες ἐφ’ ἑαυτοῖς τὴν ὠμότητα. πυρρότης γὰρ ἡμῖν τὴν αἵματος χύσιν ὑπαινίττοιτο ἂν κατά γε τὸ εἰκός· φιλαίματοι γὰρ λίαν οἱ Βαβυλώνιοι· εἷλον γὰρ αὐτοὶ τὴν Ἰουδαίαν καὶ τὰς ἐν τῇ Σαμαρείᾳ πόλεις, φειδοῦς [*](d) ἁπάσης ἐξηρημένης. ἐν δὲ τῷ ἅρματι τῷ δευτέρῳ ιπποι μέλανες. ἔοικε δὲ τὴν Περσῶν τε καὶ Μηδῶν τὴν ὑπό γε Κύρῳ φημὶ βασιλείαν ὑποδηλοῦν. μέλαν δὲ καὶ τούτοις περιτέθεικε χρῶμα, διά τοι τὸ οἶμαι πλεῖστόν τε ὅσον καὶ ἀμέτρητον τοῖς Χαλδαίων ἔνεσιν ἐπιρρίψαι θάνατον, ὅλην αὐτοῖς τὴν χώραν ἐν πένθει γενέσθαι παρασκευάσαι. πένθους δὲ καὶ θανάτου τὸ φαιὸν ἂν εἴη σύμβολον. λευκοὺς δὲ εἶναί φησι τοὺς ἐν ἅρματι τῷ τρίτῳ, τὴν Ἐλλήνων που τάχα καὶ Μακεδόνων ὑποφαίνων ἀρχὴν, εἴτ’ οὖν τὴν Ἀλεξ- [*](1. διαμένει] + τῇ διατάξει σου Edd. invitis C.D. 2. ἔφην 6. εἰ accessit ex C. 7. κεκερδάκασιν D. Edd. κεκερδόγκοσιν Β. κεκερδήκασιν hodie habet C. ἡ manu castigante scripta. ἀλλ’ εἰ καί τι C. εἰ γάρ τι καὶ Edd. 10. ὡς assumptum ex C. ἔσται C. ἔστι Edd. 12. ἢ B.C. κοὶ Edd. 15. πυρροὶ C.b. πυρροὶ Β. πυρὸς Edd. ante Migne. 17. χύσιν C.D. Edd. φύσιν b. 19. αὐτοὶ D. Edd. οὗτοι C. οὕτω b. 23. τοι assumptum ex C. 27. ἐν] + τῷ b. 28. ᾔτουν C. ἤγουν b.)

359
ἄνδρου βασιλείαν. λευκοὶ δὲ, ὅτι καὶ ἁβροδίαιτοι, κοὶ ἐν [*](c) λευκαῖς ὡς ἐπίπαν στολαῖς τὰ Ἑλλήνων ἔθνη· καὶ ὅτι τὴν γλῶτταν σαφεῖς, τῆς βαρβάρου φωνῆς τὸ οἱονεὶ σκοτεινὸν οὐκ ἔχοντες. ἐν δὲ τῷ τετάρτῳ φησὶν ἅρματι ἵπποι τινὲς ἦσαν ποικίλοι καὶ ψαροί.

Ἰστέον δὲ, ὅτι καὶ ἡ τῶν Ἑβραίων ἔκδοσις καὶ ἕτεροι ’δε τινες τῶν ἄλλων ἑρμηνευτῶν, ἀντὶ τοῦ ψαροὶ τεθείκασι τὸ ἰσχυροί. πλὴν καὶ ταύτην εἶναί φαμεν τὴν Ῥωμαίων βασιλείαν, ἀείπως ἐχουσᾶν ἐν τοῖς κατὰ καιροὺς βεβασιλευκόσι τὸ ποικίλον εἰς τὸ εὐμαθὲς καὶ τὸ βαθύ πὼς εἰς φρένας. συνετώτατοι [*](a 702 Α.) γὰρ καὶ πρός γε τούτῳ καὶ ἀλκιμώτατοι γεγόνασί τε καί εἰσιν, οἱ τὰ τῆς Ῥωμαίων ἀρχῆς διέποντες κράτη. τέθεινται δὲ καὶ τελευταῖοι μετὰ τοὺς πρώτους κατά γε τοὺς χρόνους.

Ἴδωμεν δὲ καὶ τὴν ἑκάστου τῶν ἁρμάτων, ἤγουν βασιλείας, ἔξοδον, ὅποι ποτὲ διανένευκε καὶ ἐπὶ τίσιν ἔρχεται. σαφεστάτη γὰρ οὕτω γένοιτ’ ἂν ἡμῖν ἡ τῶν νοημάτων ἀπόδοσις. τέσσαρα μὲν γὰρ ὁ Προφήτης εἶναί φησι, διαμέμνηται δὲ τριῶν, καὶ σεσίγηκε τοῦ πρώτου τὴν ἔξοδον. [*](b) ἀναμνήσω δὲ διὰ βραχέων, ὡς ἔφην. ἐν μὲν γὰρ τῷ πρώτῳ φησὶ πυρροὺς εἶναι τοὺς ἵππους· ἄρχεται δὲ ἀπὸ τοῦ δευέρου, καί φησιν Ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες ἐπορεύοντο ἐπὶ γῆν βοῤῥᾶ καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου. εἰ δὲ δὴ τοὺς φαιοὺς, οὐ τεσσάρων ἁρμάτων διαμεμνήσεται· τοὺς αὐτοὺς γὰρ εἶναι δεδώκαμεν τοῖς ποικίλοις, ἐν γὰρ τῷ ἄρματι τῷ τετάρτῳ φησὶν ησαν ἵπποι ποικιλο ψαροι. οὔκουν διαμέμνηται, σιωπήσας τὸ πρῶτον. τίς οὖν ἄρα ἐστὶ τῆς [*](c) [*](1. ἁβροδίαιτοι C. ἁβροδίαιτοι Β. ἀβροδίαιται Edd, 2. τῇ γλώττῃ C. 6. καὶ prius assumptum ex C. 10. τὸ alt. assumptum ex B.C.b. τε 15.‘ἴδωμεν C. 16. ὅποι ποτὲ] Sic edidi ex C. ὅποι ’πὸ C. ὅπου τε D. Edd. 17. τῶν νοημάτων C. τῆς θεωρίας Edd. 23. τὴν pro γῆν Edd. aute Migne. 24. προσεπάγοι C. προσεπάγει Edd. 26. αὐτοὺς γὰρ hoc ordine C. 27. ποικίλοι] + καὶ Edd. invito C.)

360
ὅλης οἰκονομίας ὁ λόγος, φέρε τοῖς εὐμαθεστέροις ὡς ἔνι λέγωμεν. τοὺς πυρροὺς εἶναι διεβεβαιούμεθα τὴν φιλαίματον τῶν Χαλδαίων ἀρχὴν, ἢ καὶ πᾶσαν ἐκποδὼν ᾕρηκε τὴν Ἰουδαίαν, καὶ τὰς ἐν αὐτὴ κατεμπρήσασα πόλεις, ἀπεκόμισεν εἰς αἰχμαλωσίαν τὸν Ἰσραήλ. τοὺς ’δε γε μέλανας τὴν Περσῶν τε καὶ Κύρου βασιλείαν εἶναι παρεδεξάμεθα. ἐγράφετο δὲ καὶ ἐν τοῖς λευκοῖς ἡ Ἀλεξάνδρου τε καὶ [*](d) Μακεδόνων. ἄμφω δὲ αὗται κατεστράτευσαν τῆς Χαλδαίων γῆς, εἷλόν τε αὐτὴν κατὰ κράτος. πρῶτον μὲν γὰρ Κῦρος, εἶτα μετ’ ἐκεῖνον Ἀλέξανδρος, ὃς καὶ αὐτὸν ᾕρηκε τὸν Δαρεῖον περὶ τὴν καλουμένην Ἰσσόν· Κιλίκων δὲ αὕτη πόλις· ἀναριθμήτους Περσῶν μυριάδας ἀπεκτονώς. φασὶ γοῦν ὅτι σωρὸς μὲν ὀστῶν συναγήγερται μέγας τῶν ἐκεῖσε πεπτωκότων· ἐγκεκόλαπται δὲ καὶ γραφὴ, τοιοῦτον ἔχουσα νοῦν·

  • Ἰσσοῦ ἐπὶ προβολῇσιν ἁλὸς παρὰ κῦμα Κιλίσσης
  • [*](e)
  • Ἄγριον αἱ Περσῶν κείμεθα μυριάδες,
  • Εργον Ἀλεξάνδροιο Μακηδόνος, αἳ τότ’ ἄνακτι
  • Δαρείω πυμάτην οἶμον ἐφεσπόμεθα.1
  • Επειδὴ γὰρ ἦν εἰκὸς, οὐ μετρίως ἀλγῆσαι τὸν Ἰσραὴλ τὰ περὶ τῆς τῶν Χαλδαίων ἀκούοντα βασιλείας, ὑφ’ ἧς καὶ πεπόρθηται, ταύτῃτοι χρησίμως, ὡς ἂν μὴ δοκοίη εἰς λύπας, καὶ τοῦτο οὐκ ἐν καιρῷ, παρατρέχει μὲν ὁ [*](703 Α. a) Προφήτης τὸν ἐπ’ αὐτοῖς λόγον. τὸ δὲ δὴ μάλιστα κατευφραῖνον αὐτοὺς ἐξηγεῖται λαμπρῶς, τὰ περὶ τῆς Κύρου φημὶ βασιλείας, καὶ μέντοι τῆς Ἀλεξάνδρου, οἳ μονονουχὶ καὶ ἐστάλησαν τῆς εἰς αὐτὸν Ἰσραὴλ ὠμότητος ἐξαιτοῦντες [*](1. Antipatris Sidonii in Anthol. Graec. t. i. p. 378, ed. Jacobs. 1. ὅλης om. C. habet D. 3. ᾕρηκε] ἦρκε C. 4. Ἰουδαῖαν C. ιουδαίων Edd. κατεμπρήσασα C. κατεμπιπῶσα Edd. 9. κατακράτως C. γὰρ om. C. 10. ᾕρηκε] ἦρκε C. 13. συναγήγερται C. ε συναγήγερτο D. συναγήγερται Β. συναγήγερται Edd. 15. νοῦν assumptum ex C. 16. περὶ C, 18. Μακεδόνος B. οἳ τότ' B.C. αἵποτ' Edd. 19. ἐφεσπόμεθα C. ἐφεπόμεθα Β. ἐφειπόμεθα Β mg. Edd. 23. τούτῳ C. 24. κατευφραίνων C. 25. τὰ] τὰς C. 27. αὐτὸν C. τὸν Edd.)

    361
    λόγους τὴν τῶν Χαλδαίων ἀλαζονείαν. διὰ τοῦτο προσέθηκεν ὡς ἐκ προσώπου τοῦ Θεοῦ Ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆς βοῤῥᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν ἧ βοῤῥᾶ. βορειοτέρα γάρ πως τῶν Χαλδαίων ἡ χώρα· ἐπεμήνισε δὲ τοῖς Βαβυλωνίοις ὁ τῶν ὅλων Θεός. σαφὲς δ᾿ ἂν γένοιτο καὶ τοῦτο πάλιν, [*](b) αὐτοῦ λέγοντος ἐναργῶς “Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ [*](Suprai. i. 14. 15.) “τὴν Σιῶν ζῆλον μέγαν, καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι “ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ᾿ ὧν ἐγὼ μὲν ὠργίσθην “ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.” ἐπειδὴ δὲ ποινὰς ἐξέτισε τῶν Χαλδαίων ἡ γῆ, Κύρου μὲν πρώτου Πέρσαις τε ὁμοῦ καὶ Μήδοις καταδῃοῦντος αὐτὴν, τοῦ δὲ Ἀλεξάνδρου μετ᾿ ἐκεῖνον, ταύτῃτοί φησιν, ὅτι οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βοῤῥᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βοῤῥᾶ. πλὴν σιωπήσας [*](c) οἰκονομικῶς ὁ προφήτης τῶν Χαλδαίων τὴν ἔφοδον· παραδεδράμηκε γὰρ, ὡς ἔφην, τοὺς ἵππους τοὺς πυῤῥοὺς· οὐκέτι σεσίγηκε τὰ τῆς Ῥωμαίων ἀρχῆς. οἱ γὰρ ποικίλοι φησὶν ἐζεπορεύοντο ἐπὶ γῆν νότου.

    Ἄθρει δὲ ὅπως ἐντέχνως καὶ οἷον ἐν παραδρομῇ ποιεῖται τοῦ λόγου τὴν ἀπόδοσιν. μετὰ γάρ τοι τὸν τοῦ Σωτῆρος σταυρὸν, Οὐεσπασιανὸς καὶ ὁ τούτου παῖς Τῖτος κατέδραμον τὴν Ἰουδαίων γῆν, καταψιλοῦντες ἅπασαν, καὶ τὴν ἁγίαν αὐτὴν καταπίμππαντες πόλιν. ἀλλ᾿ εὐφυῶς ὁ Προφήτης d τό Ἐρπορεύοντό φησιν ἐπὶ γῆν νότου, νοτιωτάτη γὰρ τῶν Ἰουδαίων ἡ χώρα. αὐτοὶ δὲ δὴ πάλιν οἱ ποικίλοι καὶ ψαροὶ προσετάττοντο περιοδεῦσαι τὴν γῆν, καὶ δὴ καὶ περιωδεύκασι· κεκρατήκασι γὰρ τῆς ὑπ᾿ οὐρανὸν, καὶ κεκυριεύκασιν ἁπάσης τῆς γῆς, Θεοῦ συννεύοντος καὶ τὴν ἐπὶ τῷδε λαμπρὰν ἀνάπτοντος δόξαν, τοῖς τὰ ῾Ρωμαίων διέπουσι κράτη· προ- [*](1. C. λόγον Edd. τῶν assumptum ex C. 2. γῆς C.D. γῆν Edd. 6. ἐναργῶς om. C. habet D. 7. ἔρχομαι pro ὀργίζομαι C. 10. ἐξέτησε (sic) C. πρώτου C. πᾶσαν Edd. II. αὐτὴν assumptum ex C. Ἀλεξάνδρου δὲ C. 12. ἐκ γῆς (sic) C. 18. ἐντέχνως C. εὐτέχνως Edd. 22. κατοπίμπραντες C. κατεμπιπρῶντος Edd. 24. δὲ assumptum ex C. )

    362
    [*](e) ἠπίστατο γὰρ, ὡς Θεὸς, τῆς ἐσομένης αὐτῶν εὐσεβείας τὸ μέγεθος.

    [*](9 10)