In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ ἐπέστρεψα καὶ ἦρα τούς ὀφθαλμούς μου καὶ ἴδον, καὶ ἰδοὺ [*](Κεφ. έ.) δρέπανον πετόμενον. καὶ εἶπε πρὸς μέ Τί σύ βλέπεις; καὶ εἶπα Ἐγὼ ὁρῶ δρέπανον πετόμενον μῆκος πήχεων εἴκοσι καὶ πλάτος πἠχεων δέκα. καὶ εἶπε πρὸς μέ Αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ προσώπου πάσης τῆς γῆς· διότι πᾶς ὁ κλέπτης [*](d) ἐκ τούτου ἔως θανάτου ἐκδικηθήσεται, καὶ πᾶς ὁ ἐπίορκος ἐκ [*](7. παριστάναι C. παρεστάναι Edd. 8. τούτοις B.C. Pont. τύποις Aub. 17. ἐπὶ C. εἰς Edd. 18. πρὸς ἀπιστοῦντας ex C.D. 19. Υἱὸς C. Θεὸς D. χριστὸς Edd. ἀπειθοῦντας C. ἀπιστοῦντας D. Edd. 20. ἐπιστεύσετε Μ. ἐπιστεύσατε C. invito D. 22. εἶδον B. ℵ 22. al.) 23. πετώμενον semper C. 24. Ἐγὼ ὁρῶ] Sic interp. B.C Migne. [cf. ὁρῶ ἐγὼ Alex.] ἐγὼ, ὁρῶ Edd. μῆκος C.F. (Alex.) μήκους Edd. (Vat. ℵ) 25. πλάτος B.C.F. (Alex.) πλάτους Edd. (Vat. ℵ) 26. προσώπου C. (Alex.) πρόσωπον Edd. (Vat, ℵ) )

348
τούτου ἔως Θαιάτου ἐκδικηθήσεται. καὶ ἐξοίσω αὐτὸ, λέγε Κύρνος παvτοVάτωρ, κω εἰσελεύσεται εὶς τὸ οἶκον τοῦ κλἐπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῶ ὀνόματί μου ἐμ ψεύδει, κὼ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ καὶ συντελέσει αὐτὸν κὼ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ.

[*](e)

Τό ἐπέστρεψα πάλιν ἐν τούτοις, οὐκ ἂν οἶμαί τις ἐκλάβοι τοπικῶς ἀλλ’ ὡς ἐν ἀμείψει μᾶλλον τῆ καθ’ ἑτέραν ὅρασιν. ἐκκοπτομένης γὰρ ὥσπερ τῆς πρώτης, καὶ μεταφοιτώσης τῆς ὄψεως ἐπὶ θεωρίαν ἑτέραν, τῷ τῆς ἐπιστροφῆς ὀνόματι τὸ συμβὰν ὑποφαίνει. αἴρει τοίνυν εἰς ὕψος τῆς διανοίας τοὺς ὀφθαλμοὺς, εἶτα δρεπανον ὁρᾷ, πτηνοῦ δίκην, ὑψοῦ τε ἠρμένον [*](695 Α. a) καὶ οἷον εἰς πᾶσαν διάττον τὴν γῆν. ἦν δὲ δὴ λίαν εὐρύ τε καὶ εὐμῆκες. εἰκοσάπηχυ μὲν γὰρ τὸ μῆκος αὐτῷ, ἐν ἡμίσει δὲ τούτου τὸ πλάτος. ἐρομένῳ δὲ, τι ἂν εἴη πάλιν, καὶ μὴ εἰδέναι φάσκοντι, αὕτη φησὶν ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ προσωπου πασης τῆς γῆς, καὶ ταῖς αὐτοῖς πρεπούσαις ἐνιεῖσα ποιναῖς τὸν ἐπίορκον καὶ σὺν αὐτῷ τε τὸν κλέπτην. καὶ ὅσον μὲν ἧκεν εἰς ἐμφανεστέραν δήλωσιν τὴν ἐπί γε τῶν δεδειγμένων, [*](b) δυσχερὲς οὐδέν. ὰρὰ γὰρ θεία πάντη τε καὶ πάν. τὼς κατανεμηθήσεται τοὺς κλέπτας καὶ πρὸς τούτοις ἔτι τοὺς ψευδορκεῖν εἰωθότας, καὶ μονονουχὶ δρεπάνῳ τοὺς ὑβριστὰς [*](Ps. cxxviii. 6.) ἀποκείρουσα, χόρτον ἀποφαίνει δομάτων καὶ πυρὶ δίδωσι τροφὴν, καὶ εἰς οἶκον ἀνδρὸς εἰσελάσει τοιούτου, συντελέσει τε πάλιν αὐτὸν, καὶ καταδονήσει γεννικῶς.

[*](3. κατὰ τοῦ ὀνόματός μου F. 6. ἐκλάβοι τοπικώς C. ἐκλάβοιτο ἐπὶ οὐ nianu diversa τόπου Edd. 7. μᾶλλον C. πάλιν Edd. 13. οὐτ’ C. ἡμίσει] εἰ manu diversa C. 14. τούτου om. C. ἐρομένῳ δὲ C. ἐρομένου δὲ τοῦ ἀγγέλου Edd. 15. φάσκοντι C. φάσκοντος Edd. Statim τοῦ προφήτου add. Edd. invilis B.C. προσώπου C. πρόσωπον Edd. 16. ἀν’ τοῖς C. οὐτῇ Edd. 17. τε assumptura ex C. 18. ἥκει Edd. τῶν δεδειγμένων C. τῷ δεδειγμένῳ Edd. 19. πάντη τε κα om. C. 20. πρὸς τούτοις ἔτι C. προσέτι τούτοις Β. προσέτι σὺν τούτοις Edd. 22. ὀποφοίνει C. ἀποφανεῖ Edd. δομάτων Β. (Alex.) δωμάτων C. Edd. δίδωσι C.D. διδώσει Edd. δι’ . . . . mg. lacero Β. 23. εἶσε εἰσελάσει C.D. r εὶσελῶσα Edd. τοιούτου B.D. τοίου D.] C. per litt. ult. castig. manu diversa. τοιοῦτον Edd. 24. πάντως pro τε πάλιν C. γενικῶς B.C.)
349

Χρῆναι δὲ οἶμαι φιλομαθῶς πολυπραγμονεῖν τὰς αἰτίας, ἐφ’ αἷς ἡ παροῦσα καὶ ἐν χερσὶν ἡμῖν ὅρασις, ὡς ἀναγκαία ταῖς ἄλλαις συνεισκεκόμισται· ἀνθ’ ὅτου γὰρ δὴ, φαίη τις ἃν τῶν ἐπιεικεστέρων, πλείστων τε ὅσων πλημμελημάτων ὄντων κατὰ τὸν βίον, καὶ μὴν καὶ ἐν διαφόροις ὄντων αἰτιαμάτων [*](c) τὸ τηνικάδε τῶν ἐξ Ἰσραὴλ, κατὰ μόνων κλεπτῶν τε καὶ ψευδωμοτῶν τὴν διὰ τοῦ δρεπάνου ποινὴν ἐπηρτῆσθαί φησιν, ἤγουν ἐκπορεύεσθαι τὴν ὰρὰν, ἀποκείρουσαν τοὺς ἁλισκομένους καὶ συντελοῦσαν εἰς ἅπαν; πρὸς δὴ τὰ τοιαῦτά φαμεν, ὅτι τὰ ἑκάστῳ χρήσιμα καιρῷ διὰ τῶν ἁγίων προφητῶν προσελάλει Θεὸς, ἀεί πὼς ὠφελῶν τὰ ἐνεστηκότα. ἦν οὖν ἀναγκαῖον τοῖς τὸ τηνικάδε μάλιστα ταυτηνὶ σαφῆ γενέσθαι τὴν ὅρασιν· ἐποίσομεν δὲ τὰς αἰτίας, ἐπικαιροτάτην οὖσαν ἐπιδεικνύοντες. ἐπειδὴ γὰρ τὴν τῶν Χαλδαίων ἀφέντες [*](d) μόλις οἱ ἐξ Ἰσραὴλ, καὶ τὸν τῆς δουλείας ἀποδυσάμενοι ζυγὸν, ὑπενόστησαν εἰς τὴν Ἰουδαίαν, καὶ ἦσαν ἐν τοῖς Ἱεροσολύμοις· δέον ἀποσχέσθαι τῶν ἀρχαίων ἐκείνων πλημμελημάτων, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἐπανορθοῦν τε τὰ φθάσαντα, καὶ κατευφραίνειν τὸν Λυτρωτὴν, τὰ αὐτῷ δοκοῦντα πληροῦν ᾑρημένους, οὐδὲν ἧττον ἦσαν ὁποῖοι καὶ τότε, παραλύοντες ἀφυλάκτως τὸ τῷ νόμῳ δοκοῦν. ἀποφάσκοντος [*](Deut. vii. 3.) γὰρ τοῦ Μωυσέως τὸ δεῖν αὐτοὺς ἀλλοφύλοις [*](e) ἐπιμίγνυσθαι γυναιξὶν, αὐτοὶ τῶν τεθεσπισμένων ὀλίγα πεφροντικότες, ταῖς τῶν ὁμόρων ἐθνῶν συνεπλεκ́οντο θυγατράσι, τράσι, καὶ τέκνων ἦσαν ἀλλοτρίων πατέρες, καὶ ἀνοσίου σπέρματος πλήρη πάλιν ἀπέφανον τὴν ἁγίαν πόλιν. ἦσαν ’δε τινες καὶ τῶν ἐν αὐτοῖς ἐπιφανεστέρων τοῖς τοιούτοις [*](2. ὅρασις] πράξις C. 3. γὰρ δὴ C. δὲ Edd. 5. κοὶ alt. omisit Aub. 7. ψευδωμοτῶν correxi ex Β. ψευδομοτῶν C. Edd. ἐξηρτcισθαι C. 11. προσελάλει b. πρὸ ελόλει (σ eraso) C. ἐλάλει D. ὠφελοῦν C. τὰ ἐνεστηκότα C.D.b. τοὺς ἀκούοντας Edd. 12. ταυτηνὲ (=ταυτηνὶ) C. ταύτην Edd. 14. ἐπιδεικνύοντες C.D. δεικνύοντες δεικνύντες Edd. 15. ἀποδυσόμενοι C. ἀπολυσ. D. Edd. τῶν τ. δ. ἀπολ. ζυγῶν D. 16. ἐπενόστησαν Edd. ἀπενόστησαν Migne. 17. ἀποσχέσθαι B.C. ἀπέχεσθαι Edd. 21. τότε] ποτε Edd. 26. ἀπέφανον C. ἀποφαίνοντες Edd.)

350
ἐνισχημένοι πταίσμασιν, οὗ δὴ γεγονότος κατεθρήνει μὲν ὁ Ἔσδρας, καὶ δὴ καὶ τὸν θεῖον οἶκον καταλαβὼν, τὰς ὑπέρ [*](696 Α. a) γε τῶν ἠσεβηκότων ἐποιεῖτο λιτάς. εἶτα τί γενέσθαι συμβέβηκεν, ἐξ αὐτῶν εἰσόμεθα τῶν πα αὐτοῦ γεγραμμένων. [*](3 Esdr. viii. 88-92.) ἔχει δὲ οὕτω “καὶ ὅτε προσευχόμενος Ἔσδρας ἀνθωμολο- “γεῖτο, κλαίων καὶ χαμαιπετὴς ἔμπροσθεν τοῦ ἱεροῦ, ἐπι- "συνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἱεροσολύμων ὄχλος πολὺς “σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίαι· κλαυθμὸς γὰρ "ἦν μέγας ἐν τῷ πλήθει. καὶ φωνήσας Ἰεχονίας Ἰεήλου "τῶν υἱῶν Ἰσραὴλ εἶπεν Ἔσδρα, ἡμεῖς ἡμάρτομεν εἰς τὸν “κύριον καὶ Θεὸν, καὶ συνῳκίσαμεν γυναῖκας ἀλλογενεῖς β “ἀπὸ τῶν ἐθνῶν τῆς γῆς, καὶ νῦν ἐστιν ἐπάνω πᾶς Ἰσραήλ. "ἐν τούτῳ γινέσθω ἡμῖν ὁρκωμοσία πρὸς τὸν κύριον, ἐκ “βαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν "σὺν τοῖς τέκνοις αὐτῶν, ὡς ἐκρίθη σοι, καὶ ὅσοι πειθαρ- "χοῦσι τῷ νόμῳ κυρίου. ἀναστὰς ἐπιτέλει· πρὸς σὲ γὰρ "τὸ πρᾶγμα, καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν. καὶ ἀναστὰς "Ἔσδρας ὥρκισε τοὺς φυλάρχους τῶν ἱερέων καὶ Λευιτῶν "παντὸς τοῦ Ἰσραὴλ ποιῆσαι κατὰ ταῦτα, καὶ ὤμοσαν.’’ ὀμωμοκόσι δὴ οὖν τὰ τῷ νόμῳ δοκοῦντα πληροῦν, ἦν πὼς [*](c) ἀναγκαῖον ἐπαρτίσαι τὴν ἀρὰν, τὴν τοῖς ψευδορκεῖν εἰωθόσιν ἀπηνῶς ἐπιθρώσκουσαν, ἵνα καὶ γένοιντο φύλακες τῶν ὀμωμοσμενων.

Ἐπειδὴ δὲ οἰκοδόμου μένου τοῦ θείου ναοῦ πολλὴ χρημάτων ἄθροισις ἦν, τοῦτο μὲν Δαρείου νέμοντος, τοῦτο δὲ τοῦ λαοῦ προσκεκομικότος, εἶτά τινας ἦν εἰκὸς τῶν τὰ τοιάδε [*](4. ἰσόμεθα C. παρ’ αὐτοῦ C. αὐτῷ Edd. 6. καὶ assumptum ex C. ἐπισυνήχθησαν C. 7. ὄχλος πολὺς C, (Α.V. &c.) ὄχλοι πολλοὶ Edd. 10. τὸν Κύριον καὶ C. Κύριον τὸν Edd. τὸν Κύριον Alex.] II. σὺν· ᾠκήσαμεν C. Statim ἑαυτοῖς add. Edd. invito C. (A.V. &c.) 12. νῦν ἐστιν ἐπάνω C. (A.V. &c.) σύνεστιν αὐταῖς Edd. 13. γινέσθω C. γενέσθω Edd. (19, 108, 121.) 16. Κυρίου accessit ex C. (A.V. &c.) τούτῳ pro κυρίου Β. ἀναστὰς C. (A.V.) ἀνάστα Edd. (XI.) 19. τοῦ assiimptum ex C. 20. τὸ deest in Edd. inv. B.C.b. 21. ἐπαρτίσαι C. ἐπαρτῆσαι Edd. ἢν pro τὴν alt. C. 22. γένοιντο B.C. Migne. γένωνται b. γένοιτο Edd. 26. τοιαῦτα b.)

351
διοικεῖν ἐπιτεταγμένων μένων ἀπονοσφίσασθαί τι τῶν εἰς δόξαν Θεοῦ προσκεκομισμένων· ταύτῃτοι καὶ κατὰ κλεπτῶν ἰέναι τὴν ἀραν εὖ μάλα φησὶν, ἵνα καὶ αὐτοὶ λημματίων αἰσχρῶν γεγονότες ἀμείνους, μὴ τῶν ἱερῶν ἅπτωνται χρημάτων, εἰς ἰδίας αὐτὰ δαπανῶντες χρείας. αὕτη μὲν οὖν ἡ τῆς ὁράσεως [*](d) πρόφασις. χρῆναι ’δε φημι δεδιέναι τὴν ἀρὰν καὶ τὴν τοῦ δρεπάνου τομὴν τούς τε κλέπτειν ἢ ψευδορκεῖν εἰωθότας, ἐννοοῦντας ὅτι πάντη τε καὶ πάντως εἰς πέρας οἴσει Θεὸς τὰ διωρισμένα, καὶ οὔτε κλεπτῶν οὔτε μὴν τῶν ἑτέρων φείσεται. ποιεῖται γάρ πὼς ἀεὶ κατεστυγημένους, μένους, τοὺς τῆς θείας αὐτοῦ καταφρονοῦντας δόξης, καὶ τοὺς ἀπλήστῳ γνώμη τῶν οὐδὲν αὐτοῖς προσηκόντων ἐφιεμένους.

[*](e)

Καὶ ἐκῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμὼ καὶ εἴπε πρὸς μέ Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τὸ εκπορευόμενον τοῦτο. καὶ εἶπα Τί ἐστι; καὶ εἶπε Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον. καὶ εἴπει Αὕτη ἡ ἀδικία αὐτῶ ἐν πἀσῃ τῇ γῇ. καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον· καὶ ιδοὺ γυνὴ μὰ ἐκάθητο ὲν μέσῳ του μέτρου, καὶ εἶπεν Αὕτη ἐστὶν ἡ ἀνομία. καὶ ἔῤῥιψεν αὐτὴν ἐν μέσῳ τοῦ μέτρου, καὶ ἔῤῥιψε τὸν λίθον του μολιβου εἰς τὸ στόμα αὐτῆς.

Φθάσας ἔφην τῆς εἰς τὸν Προφήτην σαφηνείας ἀρχόμένος, [*](a 697 Α.) ὅτι μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, ἅπερ ἐν τῷ [*](Supra 653 a.) καιρῷ τῆς αἰχμαλωσίας τεθέαται, ταῦτα τοῖς λελυτρωμένοις ἀφηγεῖται χρησίμως. ἐπειδὴ γὰρ καὶ αὐτοὺς ἐθεάσατο καταρραθυμοῦντας ἄγαν τοῦ χρῆναι πληροῦν τὰ νενομισ- [*](1. ἀπονοσφίσασθαί C. ἀπονοσφίζεσθαί Edd. τι C.D.b, τινα Edd. 3. εὖ deest in Edd. λημματίων C. λημμάτων Edd. 4. ἅπτωνται C. ἄπτοιντο Edd. 6. χρῆναι δέ φημι C. χρὴ δὲ Edd, 8. ἐννοοῦντας accessit ex C. 9. ἑταίρων C. 10. κατεστυγημένους C. κατεοτυγμ. Edd. 14. σου om. B. ἴδε] + τί F. (22. al.) 17. μολίβου C.F. (Alex.) μολφδου Edd. 19. ἐν μέσῳ B.C. ℵ. Alex. XII.) εἰς μέσον Edd. (Vat.) 20. του] τὸν C. (23.) μολίβδου Edd. 22. τῷ om. C. 23. τεθέαται C. τέθεινται Edd. 24. καὶ assumptum ex C. ἐθεάσατο C. ἐθεᾶτο Edd.)

352
μένα, καὶ ἀποκλίνοντας μὲν ἀκαθέκτως εἴς γε τό σφισιν αὐτοῖς ἡδύ τε καὶ φίλον, ὀλίγα δὲ παντελῶς τῶν διὰ Μωυσέως πεφροντικότας νόμων· συνεπλέκοντο γὰρ καὶ [*](b) ἀλλοφύλοις γυναιξὶ, καὶ ἤδη τινὲς ὁλοτρόπως ἔξω βαίνοντες τοῦ εἰκότος, ἐτελέσθησαν εἰδώλοις, καί τινα πρὸς τούτοις ἑδρῶν ἃ μηδὲ εἰπεῖν· εἰπεῖν· ἀναγκαίαν ὁ Προφἠτης τῶν ὁραμάτων ποιεῖται τὴν ἀφήγησιν, ἵν εἰδεῖεν οἱ λελυτρωμένοι μόλις, ὁπόσαις ἀνθρώπων καὶ ἁγίων ἀγγέλων λιταῖς τὸ χρῆμα κερδάναντες αὐτοὶ, κατὰ σφῶν παραθήγουσι πάλιν τὸν τῶν ὅλων Θεὸν, ταῖς τῶν ἀρχαίων αἰτιαμάτων ἐμπλεκόμενοι λαβαῖς.

Ἔφη τοίνυν ὅτι εξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί. ἐξῆλθε [*](c) δὲ ὅποι; ποῦ γὰρ ἦν ὅλως; οὐκοῦν ἐκ τῆς τοῦ δρεπάνου δείξεως ἐπὶ τὴν προκειμένην ὅρασιν, τὴν ἐπί γε φημὶ τῷ μέτρῳ, τὸ τῆς ἐξόδου γέγονε χρῆμα. αἴρει γεμὴν ὁ Προφήτης εἰς ὕψος τοὺς ὀφθαλμοὺς, οἷς ἃν διάττειν ὑψοῦ μεμελετηκόσι, πρέποι ἂν εἰκότως τὸ καὶ θεία δύνασθαι καταθρεῖν μυστήρια. ἤρετο δὴ οὖν τί ἄρα ἐστὶ τὸ δεικνύμενον. ὁ δὲ πρὸς αὐτὸν, τοῦτό φησι τὸ μέτρον τὸ ἐκπορευόμενον. αὕτη ἐστὶν ἡ ἀδικία αὐτῶν ἐν πάση τῆ γῆ. καὶ τί δὴ τὸ μέτρον, ἀναλογίζεσθαι χρή. καὶ δὴ καί φαμεν, ὅτι φύσει χρηστὸς [*](d) καὶ φιλάνθρωπος ὢν ὁ τῶν ὅλων Δεσπότης· πλημμελοῦσι γὰρ ἀνεξικακεῖ, καὶ παρανομούντων ἀνέχεται, περιμένων τὴν ἑκάστου μετάγνωσιν· εἰ δὲ δή τις ἴοι καὶ μέχρι πολλοῦ πρὸς τὸ πλημμελὲς, καὶ εἰς πέρας ἥκοι λοιπὸν τῆς αὐτῷ νεμηθείσης ἀνεξικακίας, τὸ τηνικάδε λοιπὸν ποιναῖς ὑποκείσεται, καὶ λόγος αὐτῷ τῆς οὕτω μακρᾶς ῥᾳθυμίας οὐδεὶς, οὐδ’ ἂν ἐξέλοιτό τις τοῦ χρῆναι λαβεῖν ἰσομέτρους αὐτῶν, [*](1. ἀποκλίνοντος C, ἀποκλίνοντας Edd. 5. εἰκότως C. 7. ὁραμάτων C. δραμάτων Edd. 8. ὁπόσαις C. ὁποίαις Edd. 9. κερδάναντες Β.D. [C. ἀντ’ et parte ν praec. manu recenti cast.] κερδαίνοντες Edd. 16. ἂν assumptum ex D. νῷ γὰρ—μεμελετηκότι pro οἶς—μεμελητηκόσι C. 17. πρέπει Edd. ante Migne. invitis B.C.D. θεία δύνασθαι κ. C θείᾳ δυνάμει κ. Edd. 18. μυστήριον iid. invitis B.C. δὴ οὖν τί]+δὴ (sic) C. ἐστὶ om. C. 19. ἐστι pro φησι C, ὢν assumptum ex C. ante καὶ φ. transp. b. 23. γὰρ om. C.b. habet D. 28. τις deest in Edd)

353
ὧν ἂν φαίνοιτο δεδρακὼς τὰς δίκας. καὶ γοῦν ἔφη που Χριστὸς πρὸς τοὺς τῶν Ἰουδαίων δήμους ἀχαλίνοις ἀπονοίαις [*](e) πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων διάττοντας "Καὶ ὑμεῖς [*](S.Matth. xxiii. 32.) “ἀναπληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. οὐκοῦν μέτρον ἦν τὸ ὁρώμενον, τῆς τῶν λαῶν πλημμελείας ἐφ’ ἑαυτῷ δεικνύον τὴν ἀναπλήρωσιν. ἐνίδρυτο δὲ τῷ μέτρῳ γυνὴ, τῆς ἀνομίας πληροῦσα τὸν τύπον, καὶ οἷον ἀναπιμπλᾶσα δι’ ἑαυτῆς τὸ κεχωρηκὸς, τάχα που καὶ ὑπερχεομένη, καὶ τῷ περιττῷ διεκκύπτουσα. ἀλλ’ ἰδού φησι τάλαντον μολίβου ἐξαιρόμενον καὶ ἔῤῥιψεν αὐτὸ εἰς τὸ στόμα αὐτης. [*](a 698 A.) γράφει δὲ ἡμῖν εἰκότως πὼς τὴν ἀνομίαν ἡ ὅρασις εἰς τὸ τοῦ γυναίου σχῆμα. τύπος μὲν γὰρ ἡδονῆς ἡ γυνὴ, καὶ μέν τοι καὶ ἀσθενείας· ἀνομία δὲ πᾶσα δρῷτο ἂν οὐχ ἑτέρως, πλὴν ὅτι διά τινος ἡδονῆς δελεαζούσης ἐπὶ τὸ φαῦλον, συμβαινούσης πρὸς τούτῳ καὶ τῆς εἰς νοῦν ἀσθενείας. εἰ μὲν γὰρ εἴη βεβηκὼς ἐφ’ ἑαυτῷ καὶ ἀνδρεῖος ὁ νοῦς, οὐκ ἃν ἕλοιτο παθεῖν τὴν εἰς τὰ φαῦλα ῥοπήν· εἰ δὲ δὴ μαλα- κισθείη τε καὶ γοητευθείη πρὸς ἡδονὴν, πείσεται τὸ λυποῦν. [*](b) γράφεται δὴ οὖν, καὶ μάλα ὀρθῶς, εἰς ἀνομίαν ἡ γυνή. μολίβον δὲ τάλαντον τὸ ἐξαιρόμενον, καὶ μὴν καὶ ἐμφράττον τὸ στόμα αὐτῆς, νοηθείη ἂν οὐχ ἕτερον οἶμαί τι παρὰ τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ὅς ὑψώθη διὰ τοῦ τιμίου σταυροῦ, καὶ τὰς ἀνομίας ἡμῶν ἀνήνεγκεν ἐν τῳ σώματι [*](1 S. Pet. ii. 24. 14. Ps. cvi. 41.) "αὐτοῦ ἐπὶ τὸ ξύλον,’’ τεθριάμβευκέ τε τὸ καθ’ ἡμῶν χειρόγραφον· ἵνα, καθά φησιν ὁ θεσπέσιος μελῳδός "Πᾶσα “ἀνομία ἐμφράξῃ τὸ στόμα αὐτῆς.’’ μολίβῳ δὲ καὶ αὐτὸς παρεικάζεται· παραλαμβάνεται δὲ, ὡς ἔφην, ὁ μόλιβος παρὰ [*](c) τῶν ἀργυροχοεῖν εἰωθότων, εἰς ἀποκάθαρσιν τῶν χωνευο- [*](3. ὁτιοῦν assumptum ex C. 4. ἀναπληρώσατε C. ἀνεπλ. dd. 6. δεικνύων C. 7. τύπον C.b. τόπον Edd. 9. διεκκύπτουσα B.C. διακ. Edd. II. Haec εἰκότως πὼς accesserunt ex C. εἰς τὸ τοῦ γ. σχῆμα D. Edd. τὸ (sic) τοῦ γυναίου σχήματι C. 12. μὲν prius assumptura ex C. 14. συμβ.] σημαινομένης D. 15. πρὸς τούτῳ D.b. Edd. πρὸς τοῦτο C. 17. τὰ φαῦλα C.D. τὰ in C. manu recenti ex τὴν ut vid. cast. τὸ φαῦλον Edd. 21, 22. τι et τὸν alt. assumpta ex C. AOL. II. Ζ Ζ )
354
μένων· τοιαύτη δέ πὼς καὶ ἡ Χριστοῦ δύναμις ἐν ἡμῖν. εἰ γὰρ εἰς νοῦν γένοιτο καὶ καρδίαν, πάντα δὴ πάντως ἐκτήκει ῥύπον. δοκεῖ δέ τισιν ἐῤῥίφθαι τὸν μόλιβον εἰς τὸ τῆς ἀνομίας στόμα, οἷον ἐμφράττοντος αὐτὴν τοῦ Θεοῦ, καὶ πέρα μέτρου καταβοᾶν τῶν ἡμαρτηκότων οὐκ ἐφιέντος ἔτι· ταύτῃ γὰρ δή τοι καὶ μέτρῳ περισχοινίζεται, συναναμετροῦντος [*](d) οἶμαί που τοῦ πάντα οἰκτείροντος Θεοῦ τοῖς τῶν πταισμάτων ἐγκλήμασι τὰς ἐφ’ ἑκάστῳ δίκας.

Καὶ ἦρα τοὺς ς'φθαλμούς μου καὶ ἴδον, καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι, καὶ πνεῦμα ἐν ταὶς πτέρυξιν αὐτῶν, καὶ αὖται εἶχον πτέρυγας ὡς πτέρυγας ἔποπος, καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μἐσον τῆς γῆς καὶ ἀνἀ μέσον τοῦ οὐραγοῦ. καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί ποῦ αὖται ἀποφἐρουσι τὸ μετροῖ; καὶ εἶπε πρὸς μέ Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ [*](e) Βαβυλῶνος καὶ ἐτοιμάσαι, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ.

Τί ἃν βούλοιτο δηλοῦν τῶν γυναικῶν ἡ ξυνωρὶς, ἢ τίνος ἃν εἶεν εἰς τύπον, ἀναγκαῖον οἶμαί που καὶ πρό γε τῶν ἄλλων εἰπεῖν. ἔφη τοίνυν ὁ τῶν ὅλων Θεὸς τῷ προφήτῃ Ἰεζεκιήλ Ezek. “Υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν, θυγατέρες μητρὸς “μιᾶς, καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ, ἐν τῇ νεότητι αὐτῶν “ἐπόρνευσαν, ἐκεῖ ἔπεσον οἱ μασθοὶ αὐτῶν.’’ προσετίθει δὲ [*](699 Α. a) τούτοις, καθιστὰς ἐναργὲς τὸ διηγγελμένον “Καὶ τὰ ὀνόματα [*](Ib. 4.) αὐτῶν, Σαμάρεια ἡ ὀόλα, καὶ Ἰερουσαλὴμ ἡ ὀλίβα.’’ μία [*](1. καὶ ἡ Χριστοῦ C. τοῦ Χρ. ἡ Edd. 2. νοῦν]+ἡμῶν b. 4. αὐτὴν C.D. αὐτὸ Edd. 5. ἡμαρτημένων D. 7. πάντα C. πόντος Edd. 9. εἶδον B.D. (26. al.) II. Haec ὡς πτέρυγας accesserunt ex C.F. (Alex. ℵ) desunt in D. 19. Haec τῶν accesserunt ex C. 21. ἐν τῇ Edd. invito C. 22. ἔπεσαν C. (26, 106.) μασθοὶ C. μαστοὶ Edd. προσετίθη C 23. καθιστὰς ἐναργὲς C. σαφέστερον κ. Edd. 24. ἡ ὀόλα—ἡ ὀλιβᾶ] Sic cdidi ex C. νοολα—ἡ ὀλιβᾶ C.] faventibus in Glapli. 188 init. duobus codicibus. ἠθολὰ—ἠθολιβὰ Β. ἢ θολὰ—ἢ Edd. ante Migne, qui correxit ἢ Οολὰ—ἢ Οολιβά.)

355
μὲν γὰρ ἦν ἐν ἀρχαῖς ἡ τῶν Ἰουδαίων Συναγωγή· κατὰ ’δε γε τὸν καιρὸν τῆς τοῦ Ῥοβοὰμ βασιλείας, ἀπεῤῥάγησαν τῶν ἄλλων αἱ δέκα φυλαὶ καὶ κατῳκήκασι τὴν Σαμάρειαν, ἐκεῖ πεπορνεύκασιν ἐπὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς, ἃς κατεσκεύασεν Ἰεροβοὰμ υἱὸς Ναβάτ. πλὴν οὐκ ἔξω τῆς αἰτίας ἡ ἑτέρα γέγονε, τουτέστιν Ἱερουσαλὴμ, γὰρ καὶ αὕτη κατὰ πολλοὺς τοὺς τρόπους· τοῦτο μὲν εἰδώλοις [*](b) προσκεκυνηκότων τινῶν καὶ θυόντων τῇ Βαὰλ, τῆ Ἀστάρτῃ, τοῖς βουνοῖς, τῷ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις ἑτέροις· τοῦτο δὲ πρὸς πᾶσαν ἑτοίμως ἰόντων ἀκαθαρσίαν, καὶ παρ’ οὐδὲν τὰ διὰ τοῦ πανσόφου μωυσέως τεθεσπισμένα τιθέντων.