In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Ἀληθὲς εἰπεῖν, ὅτι κατὰ τὴν τοῦ ψάλλοντος φωνήν [*](Ps. cii. 8.) “Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος,” καὶ αὐτὴ δὲ πραγμάτων ἡ πεῖρα διαβοήσειεν ἃν, ὡς ὧδέ τε ἔχει καὶ οὐχ [*](e) ἑτέρως. ἄθρει δὲ ὅπως δέχεται παραχρῆμα τὰς λιτὰς τὰς ὑπέρ γε τῶν πεπραχότων ἀθλίως, καὶ συντετριμμένων ἐν ἀλλοδαπῇ, καὶ τὸν τῆς αἰχμαλωσίας ἀνατλάντων ζυγὸν, μόνον δὲ οὐχὶ τοῦ παρακαλοῦντος φθάνει τὴν αἴτησιν, καὶ ἀποκρίνεται παραχρῆμα ρηματα καλα καὶ λόγους παρακλητικούς· παρακλητικοὺς ’δε φησι τοὺς ἀνακτήσασθαί τε καὶ παρακάλεσαι δυναμένους τοὺς πεπονηκότας. παρ’ ὅλον γὰρ [*](662A. a) τῆς αἰχμαλωσίας αὐτῶν τὸν καιρὸν οὐ ῥῆμα τάχα που χρηστὸν εἰρηκὼς, οὐχ ἑτέρου τινὸς τῶν παρακαλεῖν εἰωθότων ἀξιώσας αὐτοὺς, ἄρχεται χρηστοεπεῖν, καὶ τῆς ἐπ’ αὐτοῖς ἡμερότητος καταβάλλεται τὴν ἀρχήν. ἐκ περιχαρείας δὴ οὖν τῆς ἄγαν ὁ θεσπέσιος ἄγγελος διακεκραγέναι λοιπὸν τῷ Προφήτῃ προστέταχε καὶ διακονεῖν εἰς ἅπαντας τὰ παρὰ Θεοῦ. ἐζηλωκέναι γάρ φησι τὴν Ἱερουσαλὴμ ζῆλον οὐκ αὐτῇ τὸν ζῆλον ἐνιεὶς, καθάπερ καὶ πρώην παρενηνεγμένῃ [*](b) πρὸς ἀλλοκότους λατρείας, ἀλλ’ ὑπὲρ αὐτῆς τοῖς πεπορθη- κόσιν, οἷς καὶ ὠργίσθαι φησὶν, οὐχ ὡς καὶ ἐν ἁπλῇ καὶ μεμετρημένῃ κινήσει τυχὸν, ἀλλ’ ὡς ἐν ἀκράτῳ τε καὶ ἀσχέτῳ θυμῷ. ἐγὼ μὲν γὰρ, φησὶν, ἐπαίδευον τοὺς ἐμοὺς, καὶ οὐδὲν αὐτοὺς πέρα μέτρου πάσχειν ἤθελον· αὐτοὶ δὲ τῆς ἰδίας γνώμης τὴν ἀγριότητα δεινῶς τε καὶ ἀχαλίνως ἐπῆγον, παρέντες οὐδὲν τῶν εἰς ὠμότητα καὶ ἀπανθρωπίαν.
Τοῦτο οἶμαί ἐστι τὸ ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ συνεπέθεντο εἰς κακά. παιδεύει μὲν γὰρ ἐξ ἀγάπης ἡμαρδὲ [*](6. δὲ D. γὰρ Εdd. 8. ἀνατλάντων B.D. ἀπαλλάττων Edd. 11. φησὶ D. φημι Edd. 13. τὸν τῆς αἰχμαλωσίας τὸν (sic) pro τῆς οἰχμ. αὐτῶν τὸν D. 22. καὶ secundum assumptum ex D. 25. πέρα] παρά b. Statim τοῦ add. D. 29. γὰρ om. D.)
Τοῦτο παθούσης τῆς Ἐκκλησίας, ἠγνοήκασιν οἱ διώκοντες, ὅτι τοὺς τῆς εἰς αὐτὴν ἀγριότητος ἀποτιοῦσι λόγους, καὶ πικρὰς ἐξαιτηθήσονται δίκας παρὰ τοῦ προεστῶτος Θεοῦ.
[*](d)Διὰ τοῦτο τάδε λέγει Κύριος Ἐπιστρέψω ἐπὶ Ἱερουσαλὴμ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, κω μέτρον ἐκτεθήσεται ἐμὶ ετι.
Δέδειχεν ὅτι παθοῦσα τὴν ἀποστροφὴν τοῦ διασώζειν ἰσχύοντος, ἀθλιότητός τε καὶ ταλαιπωρίας εἰς τοῦτο κατώλισθεν, ἔσται δὲ πάλιν ἀκονιτὶ καὶ λίαν εὐκόλως ἐν οἷς ἦν [*](e) πάλαι, μετατεθέντος εἰς ἡμερότητα τοῦ παρωργισμένου· δῆλον δὲ ὅτι τοῦ πάντα ἰσχύοντος Θεοῦ· μόνον δὲ οὐχὶ καὶ ὑπονοστοῦντος εἰς αὐτὴν, διάτοι τοῦ πάλιν ἀξιῶσαι φειδοῦς καὶ ἀγάπης, καὶ ἀμνησικάκως ἀνεῖναί οἱ τὰ ἐγκλήματα. ὑπισχνεῖται γὰρ καὶ τὸν οἶκον ἐγείρειν, καὶ εὐμηκεστάτην ἀποφαίνειν τὴν Ἱερουσαλήμ. ἐμπέπρηστο μὲν γὰρ ὁ ναὸς, καθῄρηντο δὲ καὶ αὐτὰ τὰ τῆς πόλεως τείχη, ὡς ὀλίγην καὶ συνεσταλμένην ὁρᾶσθαι παντελῶς, καὶ εὐαριθμήτους ἔχειν τοὺς οἰκήτορας. ἀλλ’, ὡς ἔφην ἀρτίως, ἀνακομίζειν αὐτὴν [*](a 663 A.) [*](3. θηριοπρεπ ει ῶ ς B. habet θηριοπρεπῶς D. 4. ὀργίζετο D. 6. Haec ὅλοις—κάλων accesserunt ex D. 7. ἐπιφέρονται D. 9. τοὺς assumptum ex D. ἀποτιοῦσι D. ἀποτίσουσι Edd. 10. ἐξαιτοῦνται D. προεστηκότος D. 12. αὐτῷ D. 13. ἐκτεθήσεται Β. (Alex.) ἐκταθ. D. Εdd. (Vat. ℵ) 14. ἔτι ad Δέδειχεν conjungit D. 18. μετατεθέντες (sic) D. 21. οἱ assumptum ex B.D. 23. ἐμπέπρηστον Aub. νεώς D.)
Ὁρῶμεν δὲ, ὅτι διαγυμνάζων ἔσθ’ ὅτε Θεὸς τῶν ἁγίων τὴν πίστιν, καὶ τῶν προσκειμένων αὐτῷ τὴν ἀγάπησιν, ἐφίησι κατὰ καιροὺς διώκεσθαι τὴν Ἐκκλησίαν. ἀλλ’ ὀλίγα [*](b) παθοῦσαν εὐθὺς ἀνίστησι, καὶ ἀνατειχίζει πάλιν ταῖς ἐπικουρίαις, καὶ τῆ ἄνωθεν χάριτι τὸν ἴδιον οἶκον στεφανοῖ. καὶ ἕκαστος δὲ τῶν εὐσεβεῖν ᾑρημένων καὶ πόλις ἐστὶ καὶ οἰκος Θεοῦ. δοκιμάζεται δὲ πολλάκις, κατερεθιζούσης αὐτὸν εἰς φαυλότητα καὶ σαρκικῆς ἡδονῆς καὶ μερίμνης κοσμικῆς, ὡς δοκεῖν ἐμπεπρῆσθαί τε καὶ τειχῶν ἐρήμην, ἤγουν ἀσφαλείας, τὴν τοῦ παθόντος ἀπομεῖναι ψυχήν. ἀλλὰ κατοικτεί- ροντος Θεοῦ, καὶ ταῖς τῶν ἁγίων λιταῖς μετατιθεμένου πρὸς [*](Eph. ii. 21, 22. c) τὸ ἥμερον, οἰκοδομεῖται πάλιν “εἰς ναὸν ἅγιον, εἰς κατοι- “κητήριον Θεοῦ ἐν Πνεύματι,” καὶ δὴ καὶ ἁπάσης ἐπεληλαμένης ἀκαθαρσίας, ἀνατειχίζεται παρὰ Θεοῦ, καὶ γίνεται πόλις τοῦ μεγάλου βασιλέως, τουτέστι Χριστοῦ.
Καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμώ Ἀνάκραγε λέγων Τάδε λέρει Κύριος παντοκράτωρ Ἔτι διαχυθήσονται ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος ἔτι τήν Σιὼν καὶ αἱρετιεῖ ἔτι ‘Ιερουσαλήμ.
[*](d)Παρατείνοντος τοῦ χρόνου τῆς αἰχμαλωσίας, αἱ τῆς Ἱουδαίας πόλεις, οὐδὲν δὲ ἧττον καὶ τῆς Σαμαρειτῶν, ἐξηρήμωντο παντελῶς. οἶκοί τε γὰρ ἦσαν ἐμπεπρησμένοι καὶ μονονουχὶ τῆς Βαβυλωνίων ὠμότητος κατακεκραγότες, καὶ αὐτὰ δὲ τὰ τῶν πόλεων σχήματα κατηφανισμένα καὶ ἀνατετραμμένα [*](1. τετέλεστο B.D. τετέλεσται b. Edd. νεών D.b. 8. ἀνίστησι] + Θεὸς D. 17. καὶ alt. assumptum ex D. 20. ἀνάκραγε] ἔτι ἀνάκρ. Edd. ἔτι deest in Β.D. (ℵ Alex. XII.) 25. δὲ δὴ Edd. τῆς D. τῶν Edd.)
Ἄθρει δὲ ὅπως εὐτέχνως ἡμῖν ὁ τῆς προφητείας πρόεισι λόγος. οὐ γὰρ εἰς ἅπαν αὐτὴν ἐλεήσειν κατεπαγγέλλεται, οὔτε μὴν εἰς πάντα χρόνον αἱρετιεῖν· ἀλλὰ τό Ἔτι φησὶ, [*](a 664 A.) μεμετρημένον ὥσπερ τὸν τῆς ἡμερότητος χρόνον ὑπισΧνούμενος. ἔμελλε γὰρ μετὰ τοῦτο τοῖς ἔτι χείροσιν ἐναλῶναι κακοῖς, ἐπὶ ταῖς εἰς Χριστὸν παροινίαις κατεγνωσμένη. οὐκοῦν τό Ἔτι μονονουχὶ καὶ ἐπιμετρεῖ τὸν τῆς ἡμερότητος χρόνον, ἀπειλὴν ἔχον ἀσυμφανῆ τῶν συμβησομένων αὐτῇ κατὰ τοὺς καιροὺς τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας.
[*](b)