In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα κέρατα. καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστι ταῦτα, Κύριε; καὶ εἶπε πρὸς μέ ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸ Ἰσραήλ. κω ἔδειξέ μοι Κύριος τέσσαρας τέκτονας. καὶ εἶπα Τί οὖτοι ἔρχονται ποιῆσαι; καὶ εἶπε πρὸς μέ Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸ Ἰούδαν κα τὸ Ἰσραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ἦρε κεφαλήν· καὶ εἰσῆλθον οὖτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶ τά τέσσαρα [*](c) [*](1. ἄνδρασι D. 4. κατηχθεσμένους Edd. 5. γὰρ om. 6. Schol. brevissimum τουτέστιν ἐν ταῖς ἀρχαίαις ἐκείναις εὐημερίαις ἔσονται habet ἐκείναις non addit D. 15. κακοῖς—κατεγνωσμένη om. D. 16. μονονουχὶ καὶ ἐπιμετρεῖ D. μεμετρημένον ὥσπερ Edd. μεμ. ὥσπερ δηλοῖ Aub. 17. ἔχον D. ἔχοντα Edd. 18. τοὺς οm. D. 20. τοῦτο D. 22-24. Ἰούδαν ad Ἰούδαν transilit D. 22. Ἰσραὴλ] + καὶ Ἱερουσαλὴμ Edd. (ℵ Vat.) invito Β. (Alex. XII.) μοι Κύριος hoc ordine Β. 23. Haec μὲ accesserunt ex Β. (Alex. XII.) 25. εἰσῆλθον B.D.F. (Alex. XII.) cf. infra. εἰσήλθοσιν Edd. εἰσήλθοσαν Migne. [ἐξήλθοσαν Vat. ℵ])
Ἐφ᾿ ἑτέραν ὅρασιν ὁ προφήτης ἔρχεται, καὶ οὐκ μακρὰν, ἵνα μὴ λόγῳ μόνω παιδεύοιτο τὰ ἐσόμενα, ἀλλὰ καὶ αὐτῶν τῶν συμβησομένων ἐν θεωρίαις γενόμενος, λεπτῶς τε καὶ ἀκριβῶς εἰδείη τὰ σημαινόμενα. τίς οὖν ἄρα ἐστὶν ὁ τῆς ὁράσεως νοῦς, ὡς ἃν οἷός τε ὦ, διειπεῖν πειράσομαι. τὸ [*](d) κερας ἀεὶ παρὰ τῇ θεοπνεύστῳ γραφῇ λαμβάνεται τὰ μὲν εἰς εἰκόνα καὶ ὑποτύπωσιν ἰσχύος, ἤγουν βασιλείας· κατα- σημαίνει δὲ πλειστάκις καὶ ὑπεροψίαν, ὡς ἔν γε τῷ φάναι [*](Ps.lxxiv. 5. 6.) τισὶ τὸν μακάριον Δαυείδ ‘‘Εἶπα τοῖς παρανομοῦσι Μὴ “παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι Μῆ ὑψοῦτε κέρας· μὴ “ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν μηδὲ λαλεῖτε κατὰ τοῦ [*](Ib. cxi. 9.) “Θεοῦ ἀδικίαν.“ ψάλλει ’δε που καὶ περὶ Χριστοῦ “κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόζη,’’ τουτέστιν, ἡ βασιλεία, καὶ ἡ τοῦ κατάρχειν τῶν ὅλων ἰσχύς τε καὶ ἐξουσία.
Ὁρᾷ τοιγαροῦν ὁ Προφήτης τέσσαρα κερατα, τουτέστιν, ἔθνη τέσσαρα, σκληρά τε καὶ ἀλκιμώτατα, πόλεις τε ὁμοῦ [*](e) καὶ χώρας ἐκκεραίζειν εὐκόλως δυνάμενα. καὶ οἱ μὲν εἶναι ταῦτά φασι, τήν τε Ἀσσυρίων βασιλείαν, καὶ μέντοι πρὸς τῇδε τὴν τῶν Βαβυλωνίων, καὶ τρίτην τὴν Μακεδόνων. Ἀντίοχος γὰρ ᾧ ἐπίκλην ἐπιφανὴς, ἐκ Μακεδονίας ὣν, πεπόρθηκε τὴν Ἰουδαίαν. ἐπαριθμοῦσι δὲ ταύτῃ καὶ τὴν Ρωμαίων, ἢ μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, εἷλε κατὰ κράτος τὰ Ἱεροσόλυμα. ἐπειδὴ δὲ διερμηνεύων τῷ Προφήτῃ τὴν ὅρασιν ὁ θεσπέσιος ἄγγελος, ἔφησε περὶ τῶν [*](665Α. a) κεράτων, ὅτι ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν [*](1. ἐπαιρόμενα Β. ἐπαίροντα D. ἐπαιρούμενα Edd. ante Migne. Statim κέρας om. B. (51, 240.) habet D. τοῦ deest in D. habet F. (49.) 8. τὰ assumptum ex D. 12. Haec μὴ ἐπαίρετε — ἀδικίαν accesserunt ex D. 14. τὸ κέρας Hic inc. initio hodie mutilus C. 16 ἐξουσίαν (sic) D. 21. τῶν om. C. habent D.b. τὴν alt. Edd. τῶν b. Neutrum habet C. 22. ᾧ C. ὁ Edd. Statim ἐπίκλην om. D. 23. ἐπαρ. D.b. Edd. ἀπαριθμοῦσι C. 24. τοῦ om. C. habet b. κατὰ κράτος τὰ Ἱεροσόλυμα hoc ordine C.D.b. κατα- κρατως C. 26. ἔφη C.)
Τί οὖν ἐροῦμεν καὶ διὰ τούτου πάλιν ὑποσημαίνεσθαι; ἆρα γὰρ παρωξύνοντο κατὰ τοῦ Ἰσραὴλ οἱ ἤδη πεπορθηκότες, καὶ ἀγριωτέρους ἀπετέλει Θεὸς τοὺς ἐξ ὀργῆς αὐτοῖς [*](c) ἐπενηνεγμένους; καίτοι φαίνεται διακεκραγώς τε καὶ λέγων “Ἐζήλωκα τὴν ‘Iερουσαλὴμ καὶ τὴν Σιῶν ζῆλον μέγαν, [*](Supra 14,15.) “καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτι. “θέμενα, ἀνθ’ ὧν μὲν ὠργίσθην ἐγὼ ὀλίγα, αὐτοὶ δὲ “συνεπέθεντο εἰς κακά.” ὁ δὲ ὀλίγα καὶ συμμέτρως ὠργισμένος, καὶ ζῆλον ἐπαφιεὶς τοῖς πεπορθηκόσιν, ὅτι πέρα λόγου δεδράκασι τὰ εἰς τοὺς ἁλόντας τολμήματα, πῶς ὀξύνεσθαι κατ’ αὐτῶν κελεύει τὰ κέρατα; οὐκοῦν ὀξύνονται μὲν, πλὴν οὐ κατά γε τοῦ Ἰσραὴλ, ἀλλὰ κατὰ σφῶν αὐτῶν. [*](d) κατεξανέστησαν γὰρ ἀλλήλων, καὶ πεπολεμήκασιν Ἀσσυρίοις τε καὶ Βαβυλωνίοις Πέρσα καὶ Μῆδοι, Κύρου Βεβασιλευκότος, καθάπερ ἤδη προείρηται.
[*](3. γεγόνασιν] γεγένηνται D. 4. Φουλὰ C.D. Φούλος 7. ἐπ’ ἐκείνοις C.D. μετ’ ἐκείνους Edd. 16 παρωξύνονται (sic) D. 18. τε assumptum ex C.D. 20. ἐγὼ assumptum ex C. συντιθέμενα D. 21. μὲν ὠργίσθην ἐγὼ hoc ordine C. ἐγὼ ante μὲν transp. Edd. 22. συνε- πέθοντο C. σύμμετρα D. 24. πέρα B.C. παρὰ Edd. Statim λόγον Migne.)Οὐκοῦν, εἰ μὴ ὀξύνθη τὰ κέρατα, καὶ πεπόρθητο τὰ Babulvnqivn, οὐκ ἂν ἀπήλλακτο δουλείας ὁ ’Ισραὴλ, οὐκ ἃν ἀνείθη δεσμῶν καὶ τῆς ἀφορήτου ταλαιπωρίας. οἱ τοίνυν τέσσαρες τέκτονες, οἱ τοι κέρατα παραθήγοντες ἐν χερσὶν αὐτῶν, τουτ- [*](e) ἐστι τῶν ἐχόντων αὐτὰ, ἤτοι τῶν κρατούντων· ἵνα τοὺς Περσῶν νοῶμεν βεβασιλευκότας· νοηθεῖεν νοηθεῖεν ἂν ἄγγελοι, τὸ Θεῷ δοκοῦν ἀποπεραίνειν εὖ μάλα προστεταγμένοι. μένοι. τοῦτο δὲ ἦν ἄρα τὸ ἁλῶναι τὴν Βαβυλωνίων, καὶ ὑπὸ χεῖρα γενέσθαι Περσῶν τε καὶ Μήδων, περὶ ὧν ἑτέρωθί που φησὶν ὁ τῶν [*](Es. xiii. 3.) ὅλων δεσπότης Θεός ‘‘Ἡγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτοὺς, “γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα “καὶ ὑβρίζοντες.”
[*](666 A. a)[*](Κεφ. β΄.)κὼ ἦα τοὺς ὀφθαλμούς μου κὼ ἴδον, καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοίνιον γεωμετρικόν. καὶ εἶπα πρὸς σὺ πορεύῃ; καὶ εἶπε πρὸς μέ Διαμετρῆσαι τὴν Ἱερουσαλὴμ, τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστι καὶ πηλίκον τὸ μῆκος. καὶ ἰδοὺ ὁ ἄγγελος ἑ λαλῶν ἐν ἐμοὶ ἱστήκει, καὶ [*](b) ρος ἐξεπορεύετο εἰς ἁπάντησιν αὐτοῦ, καὶ εἶπε λέγων Δράμε καὶ λάλησον πρὸς τόν νεανίαν ἐκεῖνον Κατάκαρπος κατοικηθήσεται ‘Ιερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων πων καὶ κτηνῶν τῶν ἐν μέσῳ αὐτῆς· καὶ ἐγὼ ἔσομαι αὐτῇ, φησὶ Κύριος, τεῖχος πυρὸς κυκλόθεν καὶ εἰς δόξαν μέσῳ αὐτῆς.
Ὅτι μὴ κατὰ τοῦ Ἰσραὴλ ὠξύνθη τὰ κέρατα, κατ’ ἐκείνων [*](1. ὀξύνθη C.b. ὠξύνθη Edd. ἐπεπόρθητο iid. invitis B.C.D.b. 2. οὐδ’ pro οὐκ C. 6. βεβασιλευκότος C.D.b. βασιλέας Edd. Praemittit κατὰ καιροὺς b. νοῶμεν post βεβ. transp. D. ἂν assumptum ex C.b. τὸ Θεῷ Sic edidimus. τῷ Θεῷ δ. C.b. τὸ δ. Θεῷ Edd. 7. δὲ assumptum ex C.D. 10. Θεός assumptum ex C. 13. ἴδον C. εἶδον Edd. (26. al.) καὶ ult. om. C. (manu prima.) 17. ἱστήκει C. (Alex. ℵ) εἱστ. Edd. 18. ἀπάντησιν αὐτοῦ B.C.D. (Alex. XII.) ἀπάντησιν αὐτῷ F. (26, 42.) cf. in S. Joannem 73 b. συνάντησιν αὐτῷ Edd. (Vat. ℵ) 19. Δράμε Δράμε—λέλων desunt in Edd. invitis omnibus. νεανίσκον Β. (ℵ 22. al.) 20. κατάκαρπος habent B.F. suprasc.) [κατακάρπως A.V. ℵ cf. infra.] 21. τῶν assumptum ex C.D. (Alex. XII mg.) αὐτὴ] αὐτοῖς D. Statim φησὶ C.D. (Alex. XII.) λέγει Edd. (Vat. 22. κύκλωθεν C.D. 24. ὀξύνθη C.)
Καὶ ταυτὶ μὲν ἱστορικῶς· φαίην δ’ ἃν ὅτι καὶ ἐπ’ αὐτῆς [*](1. τε alt. assumptum ex C. 4. πάντως] + τοὺς Edd. invitis C.D. 4—6. Assumpta ἄποπτα — σαρκὸς [τῆς σαρκὸς D.] ὀφθαλμοῖς ex C.D., ἔσω B.C.D., δῆλον δὲ ὅτι—νῷ ex C.D. 8. ἔχοντος D. ἔχοντα C. κατέχοντος Β. κατέχοντα Edd. βαδίζοι C. βαδίζει Edd. 9. αὐτοῦ D. 10—14. Haec τοῦ ἰδεῖν — Ἱερουσαλὴμ accesserunt ex C.D. Verba ultima ἐπειδὴ ἠρημωμένης αὐτῆς (pro τῆς Ἱερουσαλὴμ) dat quoque b. Lacuna versus dimidii B., quem secuti sunt Edd. 12. ἀπαλλέλειν C. ἀπαλλεῖλαι D. κατάκαρπος D. πρησθέντος pro more, ο et ω inter se saepe permutans C. 14. προσεμπρησθέντος C.b. ἐμπρησθ. D. Edd. 15. νεὼ C. ναοῦ b. Edd. 17. αὖθις b. invitis C.D. 18. δὲ C. οὖν Edd. Neutrum habent B.D.b. παροξυνομένων C. 19. πρὸς ἄλληλα C.D.b. πρὸς ἀλλήλους Edd. 20. ὁ assumptum ex C.D.b. 22. κοὶ οἷον — διεζωσμένην om. D. 24. εὐημηκεστάτην Αub. 25. ταῦτα C.)
Ώ ὦ φεύγετε ἐκ γῆς βοῤῥᾶ, λέγει Κύριος, διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάεω ὑμᾶc, λέγει Κύριος· εἰς Σιὼν ἀνασώζεσθε οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνες.