In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Απαριθμεῖται δὴ πάλιν τὰ τῶν Ἰδουμαίων ἐγκλήματα, σκληροὺς καὶ ἀφιλοικτίρμονας γεγονότας δεικνύων. ἐσχημάτισται δὲ ὁ λόγος, οἱονεὶ πληττομένοις τε ἤδη καὶ αἰκιζομένοις, ἐπιφωνοῦντος Θεοῦ καὶ τὸν τῆς ἁμαρτίας τρόπον [*](e) κατονειδίζοντος. τὸ δὲ ἐπιδεῖν ἐστι τὸ ἐπιγελᾶσαί τε καὶ ἐφησθῆναι κάμνουσιν ἀδελφοῖς, καὶ δυμησίας ἀφορμὴν τὰς τῶν ἑτέρων ποιεῖσθαι συμφορὰς, καίτοι τῆς θείας λεγούσης γραφῆς, μὴ δεῖν ὅλως ἐπιμειδιᾶν τοῖς κάμνουσιν. ἐν δὲ καὶ τῷ μὴ ἐπιχαρῇς καὶ τοῖς λοιποῖς, ἀπαριθμεῖται δὴ πάλιν τὰ τοῦ ῾ Ιδομαίου ἐγκλήματα, σκληρὸν καὶ ἀφιλοικτίρμονα γεγονότα δεικνύων, καὶ τοῦτο εἰς ἀδελφούς. μὴ γὰρ δή φησιν ἐν ἴσῳ τοῖς Ἀσσυρίοις εἴσω καὶ αὐτὸς ἐπείγου πυλῶν, οὐ [*](360 Α. a) χεῖρα τὴν ἐπαμύνουσαν εἰσφέρων, ὡς ἀδελφοῖς, καταδῃώσων δὲ μᾶλλον. καὶ μὴ ἐπίδης συναγωγὴν ἀθλίως ἀθλίως ὀλοθρευομένην· μήτε μὴν ἐπιφορτίσῃς τοῖς παρὰ σοῦ σφόδρα κατηχθισμένοις· νοῖς· μήτε μὴν τοῖς φεύγουσιν ἕσο πάγη, τηρῶν τὰς διεκβολὰς καὶ βρόχους ἱστὰς, ὡς ἂν μηδεὶς ἀνασώζοιτο ταῖς σαῖς ἐναλοὺς ἀφιλοστοργίαις, κἂν εἰ τὸ τῶν δυσμενῶν δία. δράμῃ ξίφος. πανταχῆ δὲ ὁ λόγος τῆς Ἰδουμαίων ἀπανθρωπίας κατηγορεῖ, ἵνα δὴ πάλιν ὅσιόν τε καὶ ἀνεπίληπτον [*](b) ἀληθῶς τὸ θεῖον ὁρῷτο κρῖμα, κολαζομένων μένων ἐν δίκῃ τῶν ἐκεῖνα πεπλημμεληκότων.

[*](15)

Διότι ἐγγὺς ἡ ἡμέρα τοῦ Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὅν τρόποι ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεταί [*](16) σοι εἰς κεφαλήν σου. διότι ὅν τρόπον ἔπιες ἐπί τὸ ὄρος τὸ ὅγιόν μου, πίονται πάντα τά ἔθνη οἶνον, πίονται καὶ καταβήσονται, [*](17) καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες· ἐν δὲ τῶ̣ ὄρει [*](e) Σιὼν ἔσται ἡ σωτηρία, καὶ ἔσται ἅγιον.

[*](1. Ἰδουμαίων] Ἰουδαίων Edd. 5. τε om. Β. 8. καὶ assumptum ex B. 9. κοὶ] δὲ Edd. δὲ καὶ Migne. ἀπαριθμεῖ iid. 14. καὶ assumrtum ex Β. 15. παρὰ] πρὸ Edd. κατηχθημένοις iid. 16. διαβαλὰς iid. 18. διαδράμῃ] διαδράσῃ iid. 21. ἀληθῶς accessit ex Β. 23. ἡ ἡμέρα τοῦ B.F. (Alex.) ἡμέρα Edd. (Vat.) ἢ ἡμέρα ν] 25. σοι assumptum ex Β. (22 al.) cf. in Es. 635 a. Statim ἐπὶ pro εἰς F. Edd. (68. al.) 26. καταβήσονται] ἀναβήσονται Β. (22. al.) sed cf. e. infra.)
555

Προαναφωνεῖ πάλιν τὸν τοῦ πολέμου καιρὸν, καθ’ ὃν ἐν κοιλάδι τῇ τοῦ Ἰωσαφὰτ συναγηγερμένα τοῖς Ἰδουμαίοις ὁμοῦ [*](Joei iii. 2.) καὶ τὰ πρόσοικα τῶν ἐθνῶν πικρὰς ἐξῄτηνται δίκας. ἡμέραν δὲ αὐτὴν ὀνομάζει κυροῦ. Θεὸς γὰρ ἦν ὁ παραδιδοὺς τοῖς ἐξ τοὺς τοὺς ἀνοσίως ἠδικηκότας· ὅτι δὲ ὁσίῳ κρίματι κολασθήσονται, διατρανοῖ λέγων Ὅν τρόπον εποίησας, οὕτως ἔσται σοι. ταλαντεύει γὰρ ἢ θεία φύσις τὰ ἑκάστου πταίσματα, καὶ ἰσοπαλῆ πάντως ἀντεπάγει τὴν δίκην, οἷς ἂν [*](d) ἕκαστος ἁλίσκοιτο πεπλημμεληκώς. ἐν δὲ τῷ δίοτι ὃν τρόπον ἔπιες, τοιόνδε τι παραδηλοῖ· ἔθος που τάχα τοῖς κρατήσασι τῶν ἐχθρῶν, καταλαζονεύεσθαι μὲν τῶν κεκρατημένων, ἐορτὰς δὲ καὶ πότους ἐπιτελεῖν, καὶ δὴ καὶ ἐπινικίους καταλαλαζειν φωνὰς καὶ τὰ μέθης ἔργα πληροῦν. ὡς οὖν ἐπετώθασας, φησὶ, καὶ κατεσκίρτησας τῶν ἐξ Ἰσραὴλ, πίνων τε καὶ κατορχούμενος, καὶ πανηγύρεως ἀφορμὴν τὰς τῶν ἀδελφῶν ποιούμενος συμφορὰς, οὕτω πίονται καὶ κατορχήσονταί σου πάντα τὰ ἔνη· καὶ καταβήσονται μὲν κατὰ σοῦ, τουτέστι, [*](e) τῆς σῆς καταδραμοῦνται χώρας. καταλογισθήσῃ δὲ καὶ αὐτὸς ἐν τοῖς οὐχ ὑπαρχουσιν. ὀλοθρευθήσῃ γὰρ οὕτως, ὡς δοκεῖν ἤδη πὼς μηδ’ ὑπάρξαι ποτέ. ὄρος δὲ Σιῶν τὴν Ἐκκλησιαν ἡ θεόπνευστος ὀνομάζει γραφή· ὑψηλὴ γὰρ ὄντως, καὶ ακοπευτήριον ἀληθῶς, ἁγία δὲ πρὸς τούτοις, εἴπερ ἐστὶν οἶκός τε καὶ πόλις τοῦ παναγίου Θεοῦ.

Καὶ κατακγηρονομήσουσιν ὁ οἶκος Ἰακὼβ τοὺς κατακληρονομήσαντας [*](a 361 A.) αύτούς· καὶ σται ὁ οίκος Ιακὼβ Πύρ’ καὶ δ οικος [*](18) ᾿Ιωσὴφ φλόξ, ὁ δὲ οἶκος ῾ Ησαῦ εἰς καλάμην, καὶ ἐκκαυθήσονγαι [*](2. κοιλάδι τῇ D. Edd. τῇ κοιλάδι Β. Ἰδουμαίοις D. Edd. Ἰουδ̔οαίοις Β. 3. καὶ assumptum ex B.D. 7. ταλανεύει Edd. ἑκάστου pro ἡ θεία iid. 9. ἁλίσκοιτο] ἁλοῖτο iid. 9 10. Haec διότι et τοιόνδε τι παραδηλοῖ accesserunt ex Β. Ι2. καταλάζειν Β. 18. καὶ ex Β. 21. σκοπευτήροιον B.D.b. ακοπεύτρια Edd. 22. ἅγια (sic) iid. 23. παναγίου D.b. ὑπεραγίου Β. Edd. 24. κληρονομήσαντας Edd, (91, 95. 153 185.))

556
εἰς αὐτοὺς, καὶ καταφάγονται αὐτοὐς, καὶ οὐκ ἔσται πυροφόρος [*](19) τῷ οἴκῳ ῾ Ησαῦ, διότι Κύριος ἐλάλησεν. καὶ οἱ ἐν ηαγὲβ ηαγέβ τὸ ὄρος τὸ ‘ησαῦ καὶ οἱ τούς ἀλλοφύλους· καὶ κατακληρονομήσουσιν τὸ ὄρος τὸ [*](b) Ἐφραΐμ καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμίν καὶ τὴν Γαλααδῖτιν.

Ωήθη μὲν ὁ ἀπόπληκτος Ἰδουμαῖος κλῆρον ἕξειν τὸν οἶκον Ἰακὼβ, τουτέστι τοὺς ἐκ σπέρματος Ιακὼβ, καὶ δὴ καὶ κατεμερίζετο τὴν γῆν, συγκαταδῃώσας αὐτήν. ἀλλ’ ἔσται, φησὶ, τὸ χρῆμα αὐτοῖς ἀδοκήτως ἀντεστραμμένον, κλῆρος γὰρ ἔσονται τῶν ἐξ Ἰακώβ. δαπανηθήσονται οὕτως, ὡς ἂν εἰ καὶ ὑπὸ φλογὸς καλάμη. ἔσται γὰρ πῦρ ὁ ὀλὸς Ιακὠβ, φλογὸς δὲ δυνάμεσι παραχωρήσειεν ἂν οὐδὲν ὁ οἶκος Ἰωσήφ. καταβρωθήσονται δὴ οὖν εἰσάπαν, [*](C) ὡς ἕνα πυροφόρον μὴ ἂν εὑρεῖν δύνασθαί τινας ἐξ ὁλοκλήρου φυλῆς ἢ ἔθνους. ἔοικε δὲ ὁ λόγος ἀκολούθως τῇ τροπῇ πυροφόρον εἰπεῖν, πῦρ γὰρ ὠνόμασε τὸν οἶκον Ἰακὼβ, φλόγα δὲ δὴ αὖ τὸν Ιωσήφ. καὶ οῖκος μὲν Ἰακὼβ νοοῖντ’ ἂν οἱ ἐξ Ιούδα καὶ Βενιαμὶν, οἶκος γεμὴν Ιωσὴφ οἱ ἐν τῆ Σαμαρείᾳ, τουτέστιν αἱ δέκα φυλαὶ, ὧν οἱ βασιλεῖς ἐκ φυλῆς Εφραΐμ γεγόνασι κατὰ καιροὺς, Μανασσῆς δὲ καὶ Ἐφραΐμ [*](d) ἤστην ἐξ Ιωσήφ. ἐν δὲ τῷ κατακληρονομήσουσιν οἱ ἐν ηαγὲβ, τόδε σημαίνεται. ὅτε γὰρ τὴν ἐνεγκοῦσαν ἀφέντες κατὰ τῶν ῾ Ιεροσολύμων ᾔεσαν οἱ Βαβυλώνιοι, κατεξανιστάντος αὐτοὺς εἰς μάχην τοῦ Ναβουχοδονόσορ, συμβέβηκεν ἀναγκαίως ἅπασαν μὲν τὴν τῶν Ἰουδαίων καταδῃωθῆναι χώραν, [*](1. πυροφόρος Β. (Vat. ℵ sed corr.) πυρφόρος F. Edd. (Alex. XII sed 2. δτι pro διότι F. Edd. (22. al.) 3. ἐν Ναγὲβ B. ἐν ἀγὲβ F. Edd, (ℵ 23, 106, 153.) 4. ὄρος τὸ F. Edd. (23. al.) τὸ om. B. sed cf. 5. καὶ secundum] + τὴν F. Edd. (153) cf. infra. 7. ὁ assumptum ex B. 12. εἰ καὶ ὕπο] ἐκ Edd. 14. οὐδὲν] οὐδεμίας iid. 15. πυροφόρον] πυρφόρον iid. 17. πυρφόρον iid. 18. Haec δὴ αὖ assumpta ex B. νοοῖτ᾿ iid. 19. οἶκοι iid. 20. φυλῆς Β. τῶν iid. 22. ἐν Ναγὲβ] ἐν Ἀγὲβ, Aub. 23. Haec τόδε σημαίνεται et γὰρ assumpta ex B. 24. κατεξαναστάντος Edd. Statim αὐτοῖς iid.)

557
ἐνεχθῆναι δὲ λοιπὸν εἰς τοῦτο ταλαιπωρίας, ὡς ἐν ἐρημίᾳ καταστῆναι παντελεῖ καὶ τῶν ἐνοικούντων ὁρᾶσθαι γυμνήν. ἐπειδὴ δὲ Θεοῦ κατοικτείραντος, καὶ τῶν τῆς αἰχμαλωσίας ἀνέντος βρόχων, ἀνεκομίσθησαν πάλιν εἰς τὴν ἑαυτῶν, τοσοῦτον [*](e) αὐτοὺς κατευρυνθήσεσθαι λέγει, καὶ εἰς πολύανδρον ἐπιδοῦναι πληθὺν, ὡς καὶ τὰς τῶν ὁμόρων ἐθνῶν κατανεμηθῆναι χώρας, στενοχωρουμένης κατὰ τὸ εἰκὸς τῆς Ἰουδαίας. εὐλογίας δὲ τοῦτο τῆς παρὰ Θεοῦ σημεῖον ἃν γένοιτο μάλα σαφές. οἱ γὰρ ἐν τῆ Νόιγέβ φησι, τουτέστιν οἱ πρὸς νότον. νότος γὰρ ἡ Ναγὲβ ἑρμηνεύεται· κλῆρον ποιήσονται τὸ ὄρος τὸ Ησαυ, τουτέστι τὴν Ἰδουμαίαν. νοτίαν γὰρ οὖσαν κατανεμηθήσονται πάντως ὡς γείτονα καὶ ὅμορον οἱ [*](a 362 Α.) τὰ νότια τῆς Ἰουδαίας κατῳκηκότες. οἱ δὲ ἐν τῇ Σεφηλᾶ, τουτέστιν οἱ ἐν τῆ πεδινῇ· μοίρα δὲ καὶ αὕτη τῆς Ἰουδαίων χώρας βορειοτέρα που πάντως· κληρονομήσουσι τοὺς ἀλλοφύλους. λέγει δὲ τοὺς Φυλιστιεὶμ, ἤτοι Παλαιστηνούς. καθέξουσι δὲ οὐδὲν ἧττον τὸ ὄρος τὸ Ἐφραιμ, τὴν Σαμάρειαν, τὴν Βενιαμὶν, τὴν Γαλαασῖτιν. κλῆροι δὲ οὗτοι ταῖς τοῦ Ισραὴλ φυλαῖς ἐκνεμηθέντες κατὰ καιροὺς, στρατηγοῦντος [*](b) Ἰησοῦ τοῦ μετὰ Μωυσέα. ἐπειδὴ δὲ ἠρήμωνται διὰ Ἀσσυρίων καὶ πρὶν ἀφικέσθαι τὸν Ναβουχοδονόσορ, ὑπὸ τῶν Φουλὰ καὶ Σαλμανασὰρ βασιλέων, ταύτῃτοι καὶ αὐτὰς [*](4 Reg. xv 19, (cf. 29); xvii. 3—6.) κατοικηθήσεσθαι λέγει καὶ τὴν πάλαι συμβᾶσαν διαθυγεῖν ἐρημίαν.