In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Εἰ κλέπται εἰσῆλθον πρὸς σὲ ἢ λῃσταὶ νυκτὸς, ποῦ ἂν ἀπεῤῥίφης; οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς; καὶ εἰ πρυγηταὶ εἰσῆλθον [*](6) πρὸς σὲ, οὐκ ἂν ὑπελίποντο ἐπιφυλλίδας; πῶς ἐξηρευνήθη Ἡσαῦ, καὶ κατελήφθη αὐτοῦ τὰ κεκρυμμένα;

[*](c)

Ἤδη φθάσαντες εἴπομεν, ὅτι καὶ ῥωχμὰς ὀρῶν, σπήλαιά τε καὶ διασφαγὰς ἐν πέτραις, δρυμούς τε διερευνώμενοι τοὺς Ἰδουμαίους ἀπέσφαττον, οἱ τοῖς ἐξ Ἰσραὴλ συνεισβεβληκότες καὶ συνεπιτιθέμενοι τῶν ἑτερογενῶν, ὡς ὀλίγους παντελῶς, ἢ μηδένα τοπαράπαν ἰσχῦσαι διαφυγεῖν. ἐπιτωθάζει δὴ οὖν ὁ λόγος αὐτοῖς, καὶ οἱονείπως ἐν ἤθει κατειρωνεύετεαι καί φησιν Εί λῃστρικῆς ἐφόδου πεπείρασο, καί σοι τὰ κλεπτῶν ἐπεφοίτησε γένη, οὐκ ἂν ἠρκέσθησαν τῷ λαβεῖν, [*](d) ἅπερ ἦν εἰκὸς ἀρκέσειν αὐτοῖς; εἰ δὲ δὴ καὶ ἀμπέλου δίκην ἀπετρύγων τινὲς, οὐκ ἂν διέλαθεν ἡ ἐπιφυλλὶς, καίτοι περιεργότατον ὄντα λίαν, τῶν ἀποτρυγᾶν εἰωθότων τὸν ὀφθαλμόν; [*](1. ἔσεσθαι] εἶναι Edd. 4, ἁπανταχῆ] πανταχῆ D. iid. 7, μάτην accessit ex Β. post καταλ. ponit D. κατῴκησας D. Edd. 8. τὸ] τε Edd. 9. ἐναέριον αὐτοῦ] ἐν ἀερίοις αὐτοῖς iid. ἐν ἄστροις αὐτοῖς D. 10. καταῤῥαχθήσῃ] καταρθήσῃ Edd. 15. ἐπιφυλλίδας] Sic edidi ex Β. (XII. qui ἐπὶ φ. divisim habet) ἐπιφυλίδας Β. ἐπιφυλλίδα D. Edd. 17. ῥωχμὸς D. Edd. ῥοχμὰς Β. 22. Haec ἐν ἤθει accesserunt ex B.D. 24. ἠρκέσθησαν] ἤρκεσαν Edd.)

551
ἀλλ’ ἦν ἀνάγκη τοῦτο παθεῖν καὶ οὐχ ἑκοῦσιν αὐτοῖς, ὅτι τοῖς μὲν κλέπτουσιν ἀεὶ τὸ δεῖμα παρεγγυᾷ τὴν φυγὴν, καὶ τὸ οἴχεσθαι λαθόντας, καὶ εἴ τι τῶν ἑτοίμων ἁρπάσειαν, ἀποχρῶν εἶναι δοκεῖ πρὸς θυμηδίαν αὐτοῖς· τοῖς γεμὴν τρυγῶσιν ἐμποδὼν ἀεὶ πρὸς ἔρευναν ἡ φυλλὰς παραιρουμένη καὶ ὑποκλέπτουσα τὸ λαθεῖν δυνάμενον, ἀλλὰ σοί φησιν, ὦ Ἡσαῦ, [*](e) τουτέστιν, ὦ ἐξ αἵματος τοῦ Ἡσαῦ Ἰδουμαῖε, τὰ χείρω παθεῖν συμβέβηκε· κατελήφθησαν γὰρ τὰ κακρυμμένα, καὶ διέλαθε μὲν οὐδεὶς, ἀνόνητος δὲ καὶ ἡ φυγὴ, καὶ αὐτὴ τῶν τόπων ἡ δυσχωρία.

Ἕως τῶ ὁμῶ σου ἐξαπέστειλάν σε· πάντες οἱ ἄνδρες τῆς [*](7) διαθήκης σου ἀντέστησάν σοι, ἠδυνάσθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου· συνεσθίοντές σοι ἔθηκαν ἔνεδρα ὑποκάτω θοῦ, οὐκ ἔστι σύνεσις ἐν αὐτοῖς. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, [*](8) ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας καὶ σύνεσιν ἐξ ὄρους Ἡσαῦ. [*](a 358 A.) καὶ πτοηθήσονται οἱ μαχηταί σου ὁ ἐκ Θαιμὰν, ὅπως ἐξαρθῇ [*](9) ἄνθρωπος ἐξ ὄρους Ἡσαῦ, διὰ ὦι σφαγὴν καὶ τὴν ἀσέβειαν [*](10) τὴν εἰς τὸν ἀδελφόν σου Ἰακώβ· καὶ καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα· ἀρ’ ἦς ἡμέρας ἀντέστης ἐξεναντίας [*](11) ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ Ἱερουσαλὴμ [*](b) ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.

Οτε κωλύειν ἤθελον τοὺς ἐξ Ἰσραὴλ οἰκοδομοῦντας τὸν νεὼν καὶ τὴν ἁγίαν πόλιν ἀνατειχίζοντας, οἱ ἐξ αἵματος Ἡσαῦ, ὁμοψυχίας συνθήκας πρὸς τὰ περίοικα τῶν ἐθνῶν [*](3. καὶ assumptum ex Β. deest in D. 5. ἔρευναν] ἐρεύνας Edd. φυλλὰς] + μὴ iid. 12. ἠδυνάσθησαν] ἠδυνήθησαν F. (22. al.) 13. Haec συνεσθίοντές σοι accesserunt ex Β. (22. al.) desunt in D. 14. ἐκείνῃ τῇ ἡμέρᾳ hoc ordine B.D. (ℵ Alex. XII.) 16. ἐξαρθῇ habet D. 18. ἐς τὸν ἀδελφόν Β. (Alex. XII notat haec vv. Σ esse.) cf. infra et in Es. 311 a, Hom. Pasch. x. 156 e. τὴν κατὰ τοῦ ἀδελφοῦ F. κατ’ ἀδελφοῦ Edd. καὶ prius assumptum ex Β. (Alex.) cf. in Es. 1. c. Hora. Pasch. I. c. 20. ἡμέρᾳ B. (Alex.) cf. in Es. 1. c. ἡμέραις Edd. (Vat.) 21. εἰς] + τὰς F. (Alex.) 24. νεὼν] ναὸν D. Edd. 25. τὰ περίοικα B.D. τοὺς περιοίκους Edd.)

552
ἐποιήσαντο, καθάπερ εἴπομεν ἤδη. ἐπειδὴ δὲ συμβέβηκεν ἁλῶναι τὴν χώραν αὐτῶν καταστρατευόντων τῶν ἐξ Ἰσραὴλ, τότε καὶ οἱ πάλαι γνήσιοι καὶ συνωμόται καὶ συνασπισταὶ [*](c) τῶν ἄλλων ἁπάντων γεγόνασι φορτικώτεροι καταδῃοῦντες δὴ καὶ μαχόμενοι. ὁ πόλεμος τοίνυν φησὶν ἕως τῶν ὁρίων σου ἐξαπέστειλέ σε, τουτέστιν ἀφανῆ σε γενέσθαι παρεσκεύασε· τοῦτο γὰρ τὸ ἐξαπέστειλεν· οὐ μέρη τῆς σῆς ἐπεισπηδήσας χώρας, ἀλλ’ ὅλην ἑλὼν κατὰ κράτος, καὶ μέχρις ὅρων αὐτῶν ἀγαγὼν εἰς ἐρήμωσιν. ἀντέστησαν δὲ, καὶ πεπολεμήκασι πρὸς σὲ, φησὶν, οὓς ἦν τάχα που καὶ λίαν εἰκὸς, κατά γε τὴν σὴν ἐλπίδα, καὶ ἐπαλγύνεσθαι πεπονθότι σοι. ἀλλ’ ἔθηκαν ἔνεδρα ὑποκάτω σου, παρ’ ὧν σώζεσθαι προσεδόκησας. ἐν δὲ τῷ Οὐκ ἔστιν σύνεσις ἐν αὐτῷ, τοιαύτη [*](d) τις ἐμφέρεται ἔννοια. σοφούς τε καὶ συνετοὺς ὠνόμαζον τοὺς ψευδομάντεις καὶ βωμολόχους, τοὺς ἀπατεῶνας καὶ οἰωνοσκόπους, καὶ τοὺς τῶν ἄστρων τὰ ψευδῆ μυθάρια καταχέοντας, οἵ τινες εἰς τοῦτο ληρωδίας ἥκουσιν, ὡς ἐντεῦθεν δύνασθαι καὶ τὴν τῶν ἐσομένων γνῶσιν ἑλεῖν φληνάφως ὑπονοεῖν. ἀνεπτόηντο δὲ πρὸς τοῦτο λίαν οἱ ταῖς τῶν εἰδώλων λατρείαις ἐμβεβληκότες. τοῦτο καὶ αὐτοὶ μετὰ τῶν ἄλλων ἠῤῥωστηκότες οἱ Ἰδουμαῖοι, μέλλοντος ἤδη τοῦ πολεμοῦ περιαγγέλλεσθαι, [*](e) κατεσκέπτοντο μὲν τῶν ἐκβησομένων τὸ πέρας· συναγείροντες δὲ τοὺς ἔν γε δὴ τούτοις σοφοὺς, ἀπαγγέλλειν ἐκέλευον, ὅποι ποτὲ ἄρα βαδιεῖται αὐτοῖς τὰ τοῦ πολέμου. οἱ δὲ, κατὰ τὸ εἰκὸς, κατεμαντεύοντο αὐτοῖς τὸ νικᾶν, ἁλλ’ ἥλωσαν καὶ πεπτώκασι, διαμαρτούσης αὐτοῖς τῆς τέχνης· ἠλέγχοντο δὲ καὶ ἀσύνετοι παντελῶς ψευδοεποῦντες οἱ δείλαιοι. ὅτι δὲ καίτοι πάλαι θρασεῖς ὄντες οἱ ἐκ Θαιμὰν, αὐτοὶ δὴ πάλιν οἱ Ἰδουμαῖοι ἄνανδροι ἔσονται καὶ περιδεεῖς, κατεαὐτῶν [*](2. Β. Edd. αὐτοῖς D. 6. Haec τουτέστιν—τὸ ἐξαπέστειλεν acces serunt ex B.D. ἀφανεῖς pro ὄφ’. σε D. κατεσκ. D. 9. ὀρῶν Β. 11, ἐπαλγύνεσθαι] ἐπαμύν. Edd, 12. ἔθηκαν D. ἔθησαν (sic) Edd. 13. ἐν οὐτῶ αὐτοῖς Β. Statim haec τοιαύτη τις ἐμφέρεται ἔννοια accesserunt ex B. 14, ὀνομάζει Edd. 16. τὰ assumptum ex B. μυθήρια (sic) Edd. 20. καὶ αὐτοὶ μετὰ τῶν ἄλλων] κατὰ τῶν ἄλλων καὶ αὐτοὶ iid. 24, βαδιεῖτε iid. 26. πεπτώκασι B.D. διαπεπτ. Edd. διαμαρτανούσης Edd.)
553
σήμηνε προσθεὶς ὅτι προηθησονται οἱ μαχηται σου οἱ ἐκ Θαιμαν, [*](a 359 A.) ὅπως ἐξαρῇ ἅνθρωπας ἐξ ὄρους ῾ Ησαῦ, τουτέστιν, ἄχρις ἂν ἀπόλοιντο μέχρι καὶ ἑνὸς τῶν ἐκ τῆς Ἴδου μαίας. καθίστησι γοῦν ἐναργῆ τὴν αἰτίαν τῆς ἐπενηνεγμένης συμφορᾶς, ὅτι δια τὴν σφαγὴν καὶ τὴν ἀσεβειαν τὴν εἰς τὸν ὰδελφλν σου. ἐπειδὴ γὰρ ἀνῄρηκας, φησὶ, τὸν ἐξ αἵματος ἐγγὺς κατὰ ἀγχιστείαν, τουτέστι, τὸν ᾿ Ιακὼβ, ἤτοι τοὺς ἐξ ᾿ Ιακὼβ, δαπανηθήσῃ πολέμῳ, καὶ εἰσάπαν ἔση κατεφθαρμένος, αἰσχύνης τε ἔμπλεως καὶ ἐντροπῆς. ὅτι δὲ καὶ ἀναπόβλητον ἕξουσι τὸ συμβεβηκὸς, καὶ ταῖς οὕτω δειναῖς ἐναπομενοῦσι συμφοραῖς, [*](b) διαμεμήνυκεν εἰπών Καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα. ἐν δὲ τῷ Ἀφ’ ἦς ἡμέρας, ὑπομιμνήσκει τοῦ καιροῦ, καθ’ ὃν τῶν Βαβυλωνίων ᾑρηκότων τὴν Ἰουδαίαν, καὶ διαρπαζόντων τὰ ἐν αὐτῇ, καὶ κλήρῳ λαχόντων τὰ ἐκ τῆς ῾ Ιερουσαλὴμ συναγηγερμένα, αὐτοὶ τοὺς φέυγοντας λοχῶντες ἀπέσφαττον, καὶ οἱονεὶ συνειργάζοντο τοῖς ἀλλογενέσι καὶ τοῖς τοὺς ἐξ Ἰακὼβ ἀποφέρουσιν εἰς αἰχμαλωσίαν. ἥλωσαν δὴ οὖν ταῖς [*](c) τῶν ἀδελφῶν συμφοραῖς ἐπιθρώσκοντες, καὶ ὀλίγα τοῖς Βαβυλωνίοις παραχωροῦντες εἰς ἀγριότητα.

Καὶ μὴ ἐπίδης ἦμέραν ἀδελφοῦ σου ἐν ἦμέρᾳ ἀλλοτρίων, κὼ μὴ [*](12) ἐπιχαρής ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἧμέρᾳ ἀπωλείας αὐτῶν, καὶ μὴ μεγαλοῤῥημονήσης ἐν ἡμέρᾳ θλιψεως, μηδὲ εῖσέλθης εἰς πύλας [*](13) λαῶν ἐν ἦμέρᾳ πόνων αὐτῶν· μηδέ ἐπίδης καὶ οὐ τὴν συνσγωγὴν αὐτῶν ἐν ήμέρᾳ ὀλέΘρου αὐτῶν, μηδὲ συνεπιθῇ ἐπί τῆν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν· μὴ ἐπιοτῆς ἐπὶ [*](d) τὰς διεκβολὰς αὐτῶν, τοῦ ἐζολοθρεῦσαι τοὺς ανασωζομένους [*](14) αὐτῶν, μηδὲ συγκλείσης τοὺς φεύγοντας ἐξ αὐτῶν ἐν θλίψεως.

[*](2. ἐξαρῇ habet D. ἐξαρθῇ correxit Migne. 3. ἀπόλοιτο Edd. 4. οὖν pro γοῦν iid. 5. δτι] ἐν τῷ iid. 12. καθ’ ἢν iid. 14. κλήρῳ λαχόντων] κύκλῳ μαχούντων iid. 16. καὶ τοῖς] καίτοι iid. 20. ἐπίδῃς] ἐπίδοις F. (Alex.) 22. μεγαλορημονήσῃς Edd. 23. μηδὲ ἐπίδῃς Β. cf. Hom. Pasch. χ. 157 a. καὶ μὴ ἐπίδοις F. (23.) καὶ μὴ pro μηδὲ Edd. (22. al.) τὴν om. F. Edd. 25. μὴ Β. μηδὲ Edd. (A.V. c.) 26. ἀνασωζ. ] + ἐξ F. Edd. (22. al.))
554