In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ τῆς μετοικεσιας ἡ ἄρμ’ αὕτη τοῖς υἱοῖς Ἰσραὴλ, γῆ τῶν [*](20) χαναναίων ἔως Σαρεπεῶν, καὶ ἡ μετοικεσία ῾ Ιερουσαλήμ ἕως Ἐφραθά· καὶ κατακληρονομήσουσι τὰς πόλεις τοῦ Ναγέβ. καὶ [*](21) [*](1. ἐν ἐρημίᾳ κ. παντελεῖ ] εἰς ἐρήμωσιν κ. παντελῆ Edd. 3 κατοικτεῖροντος ροντος idd. 4. ἀνιεντος iid. 6. ἐπιδούναι πληθὺν hoc ordine 7. Ιαυδαίας B.D. Ιδουμαίας Edd. 9. Ἀγὲβ e suo Migne. 12. κατανεμήσονται iid. 15. κληρονομ. habet D. 16. φιλιστειμ iid. 17. τὸ alt.] του iid. 19. ἐννεμηθέντες iid. 22. Φουλὰ] Φούο iid. 25, 26. μετοικησιας et μετοκησια F. 26. ἡ om. Edd. (153.) 27. κατακληρονομήσουσι B.F. (26, 36. 49.) κληρονομήσουσι Edd. όγέβ pro Ναγέβ F. Edd. τῶν (τῶν ἀγέβ 153. Pont. sed correxit Pont. inter errata.))

558
[*](c) ἀναβήσονται ἄνδρες σεσωσμένοι ἕε ὄρους Σιὼν τοῦ ἐκδικῆσαι τό ὄρος τὸ Ἡσαῦ, καὶ ἔσται τῷ κορίῳ ἡ βασιλεία.

Μετοικεσίαν ἐνθάδε φησὶ τοὺς ἐκ τῆς ῾ Ιερουσαλὴμ, ἤγουν τῆς Ἰουδαίας ἁπάσης εἰς Βαβυλῶνα μετῳκισμένους. ἀρχὴν δὲ αὐτῶν ἔσεσθαι φησι τὸν ὑπὸ χεῖρά τε καὶ ἐξουσίαν ἐσόμενον κλῆρον· οἷον ὡς εἴ τις ἐπ’ ἄρχοντος λέγει τὴν τοῦ δεῖνος τυχὸν ἀρχήν. ἔσται τοίνυν φησὶ τοῖς πάλαι μετῳκισμένοις ἀρχή τε καὶ κλῆρος ἡ γῆ τὦν Χαναναίων· φησὶ δὲ [*](d) τὴν Ἀραβίαν, καὶ ἕως Σηιιεπτῶν, ἥτις ἐστὶ τῆς Σιδωνίας, ἵνα διὰ τούτου τὴν Φοινίκων ἐννοῇς. παραταθήσεται δέ φησι καὶ ἕως Ἐφραθα, ἤγουν ὡς ἐκδέδοται παρὰ τῶν ἑτέρων ἑρμηνευτῶν, καὶ μέχρι Βοσπόρου, ὅ ἐστι, τὰ νοτιώτατα τῆς ἕω μέρη. ποιήσονται δέ φησιν ὑφ’ ἑαυτοῖς καὶ τὰς πόλεις τοῦ Ναγέβ, τουτέστι τοῦ νότου. ἔοικε δὲ διὰ τούτων ἡμῖν ὁ λόγος τὰ Ἰνδικὰ κατασημαίνειν ἔθνη· νοτιώτατοι γὰρ οἱ Ινδοὶ καὶ αἱ τούτων χῶραι. ὅμοιον δὲ ὡς εἰ λέγοι τυχόν [*](e) Πάντα αὐτῶν ἔσται πλήρη, τὰ πρὸς νότον, τὰ πρὸς βορρᾶν, τὰ πρὸς ἕω, τὰ πρὸς δύσιν, καὶ πᾶσαν ἁπλῶς καθέξουσι πόλιν τε καὶ χώραν. ἐν δὲ τῷ καὶ ἀναβησονται ἄνδρες ἀνακεφαλαιοῦται τρόπον τινὰ τῆς προφητείας τὸν σκοπόν. οἱ γὰρ τῆς Σιῶν οἰκήτορες, φησὶν, ἀνασεσωσμένοι παρὰ Θεοῦ, καὶ τὰ τῆς αἰχμαλωσίας διαρρήξαντες δεσμὰ, κατὰ καιροὺς ἀναβήσονται καὶ ποιήσουσιν ἐκδίκησιν εἰς τὸ ὄρος τοῦ [*](363 Α. a) πεπολεμήκασι γὰρ, ὡς ἔφην, πρὸς Ἰδουμαίους μετὰ τοὺς αἰχμαλωσίας καιροὺς, καὶ βεβασίλευκεν ἐπ’ αὐτοὺς ὁ τῶν ὅλων Θεὸς, καίτοι πάλαι τὸ χρῆμα παρωθούμενος, καὶ τῆς Ἰουδαίας ἀποφοιτῶν διὰ τὴν ἀπόστασιν. λελατρεύκασι γὰρ εἰδώλοις, καὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς. ἐπειδὴ δὲ [*](1. ἄνδρες σεσωσμένοι Β. (Alex. XII sed corr.) ἀνασωζόμενοι Edd. (Vat. 9. Ἀρραβίαν Β. 10. τὴν assumptum ex Β. παραταθήσεται] παρεκταθήσεται Edd. 12. Βοοσπόρου Β. τῆς ἕω] τῇ ἕῳ Edd. 13. αὑτοῖς pro ἑαυτοiς iid. Ι4. όγὲβ iid. 15. κατασημαίνειν ἔθνη ] κατασημαίνεσθαι iid. 23. ὄρος] ὄνομα iid. τοῦ Β. Edd. τὸ D. 25. ἐπ’ αὐτοῖς D. invito Β. 28. εἰδώλοις B.D. μόσχοις Edd.)

559
κατῄεσαν, εἰσεδέξατο πάλιν καὶ βεβασίλευκεν ἐπ’ αὐτούς· φιλάνθρωπος γὰρ καὶ εὐμενὴς ὁ Δεσπότης, καὶ τοῖς προσκροὺουσιν εὐδιάλλακτος· εἰ μόνον μικράν τινα πρὸς αὐτὸν ἐπιστροφὴν ἐνδεικνύμεθα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

[*](1. κατῄεσαν Β. κατηλέησεν D. Edd. 25. Haec φιλάνθρωπος — Ἀμήν accesserunt ex Β. desunt in D.)
560
[*](364 Α. a)

Ὁ ΘΕΣΠΕΣΙΟΣ Ἰωνᾶς πατρὸς μὲν ἐξέφυ τοῦ Ἀμαθὶ, ὥρμητο γεμὴν ἐκ Γεθχοβέρ· πολίχνιον δὲ τοῦτο τῆς Ἰουδαίων γῆς, ἤτοι κώμη, κατά γε τὸν εἰκότα λόγον. ἔοικε δὲ τοὺς τῆς προφητείας πεποιῆσθαι λόγους κατ’ ἐκεῖνον τὸν καιρὸν, καθ’ ὃν καὶ οἱ πρὸ αὐτοῦ Ὠσηέ τε φημὶ καὶ καὶ Μιχαίας καὶ οἱ λοιποί. πλεῖστα δὲ ὅσα τοῖς Ἰουδαίων [*](b) δήμοις κατίδοι τις ἃν αὐτὸν κεχρησμῳδηκότα, καὶ τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ διαπορθμεύσαντα λόγους, καὶ τὰ ἐσόμενα σαφῶς προαπηγγελκότα. ἔγγραφος μὲν οὖν τῆς παρ’ αὐτοῦ προφητείας λόγος ἕτερος οὐδεὶς παρὰ τοῦτόν ἐστιν. ὅτι δὲ διατετέλεκε ταῖς Ἰουδαίων ἀγέλαις τὰ κατὰ καιροὺς ἐσόμενα προαναφωνῶν, μεμαρτύρηκεν ἡ θεόπνευστος γραφή. ἐν γὰρ 1 τῇ τετάρτη τῶν βασιλειῶν ποιεῖται μὲν τοὺς λόγους τὸ γράμμα τὸ ἱερὸν περὶ τοῦ Ἱεροβοὰμ, οὐχὶ δὴ τοῦ [*](3 Reg.xv. 34, c.) καὶ ἐν ἀρχαῖς, ὃς ἦν τοῦ Ναβὰτ, ὃς καὶ ἐξήμαρτε τὸν Ἰσ- [*](365 Α. a) καθὰ γέγραπται, δαμάλεσι δηλονότι ταῖς χρυσαῖς [*](Codex Β. [D. initio adhibitus, postea raro.] 1–3. Sic Β. τοῦ Κυρίλλου εἰς Προφήτην Ἰωνᾶν, τόμος εἷς D. τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν ἄρχιεπεσκόπου ἀλεξανδρέίας, ἐξήγησις ὑπομνηματικὴ εἰς τὸν Προφήτην ᾿ Ιωνᾶν Edd. 5. γεθχοβέρ Β. γεικοβέρ D. Γὲθ Χιβέρ Edd. τουτὶ D. 12. ἄγγροφος (sic) D. 13. τοῦτο D. 18, ὀρχῇ Edd. 19. καθὰ D. Edd. καθὼς Β.)

561
προσκυνεῖν ἀναπείσας, ἀλλ’ ἑτέρου πάλιν Ἱεροβοὰμ μετὰ πολλοὺς γεγονότος· τίνα δὲ προανήγγειλεν ὁ μακάριος Ιωνᾶς, διεσάφησε λέγον “Οὗτος ἀπέστησε τὸ ὅριον Ἰσ- [*](4 Reg. xiv. 25—27.) “ραὴλ ἀπὸ εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα, “κατὰ τὸ ῥῆμα κυρίου Θεοῦ Ἰσραὴλ, ὃ ἐλάλησεν ἐν χειρὶ “δούλου αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθὶ τοῦ προφήτου τοῦ ἐκ “Γεθχοβέρ ὅτι ἐπεῖδε κύριος ἐπὶ τὴν ταπείνωσιν Ἰσραὴλ πικρὰν σφόδρα· καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους· καὶ οὐκ ἦν ὁ βοηθῶν “τῷ Ἰσραήλ· καὶ οὐκ ἐλάλησε κύριος ἐξαλεῖψαι τὸ “σπέρμα ὑποκάτωθεν τοῦ οὐρανοῦ· καὶ ἔσωσεν αὐτοὺς ἐκ “χειρὸς Ιεροβοὰμ υἱοῦ Ἰωάς.’’ τὸ δὲ ἐκ χειρός φησιν ἀντὶ τοῦ διὰ χειρός. Ἱεροβοὰμ γὰρ, ὡς ἔφην, ὁ τοῦ Ἰωὰς πεπολέμηκε πρὸς τοὺς ἀλλοφύλους, καὶ πόλεις διηρπασμένας τῆς [*](b) Ἰουδαίων γῆς ὑφ’ ἑαυτὸν πεποίηται πάλιν, καὶ βεβοήθηκεν οὐ μετρίως τοῖς ἐξ Ἰσραὴλ, Θεοῦ προασπίζοντος καὶ διασώζειν ἐθέλοντος, καίτοι πρὸς λῆξιν ἥκοντας τῆς ἁπασῶν ἐσχάτης ταλαιπωρίας. οὐκοῦν γεγόνασι μὲν καὶ ἕτεροι προφητειας λόγοι κατὰ καιροὺς τῷ μακαρίῳ Ιωνᾷ, ἀναγέγραπται δὲ τὰ περὶ αὐτοῦ νυνὶ χρησίμως τε καὶ οἰκονομικῶς. ἀξιάκουστον γὰρ τὸ χρῆμα, τὸ διακηρύξαι φημὶ Νινευίταις, καὶ παθεῖν τὰ μεταξύ. καταγράφει δέ πὼς ὡς ἐν σκιαῖς καὶ [*](c) τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας τὸ μυστήριον. καὶ γοῦν αὐτὸς ἔφη Χριστὸς Ἰουδαίοις προσλαλῶν “Γενεὰ πονηρὰ [*](S.Matth. xii. 39, 40.) “καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται “αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. ὥσπερ γὰρ “ἦν Ἰωνᾶς ἐν τῆ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ [*](2. γεγονότος] + ὅς ἦν τοῦ Ἰωάς Edd. invitis B.D. μακάριος deest in 3. ἄκουσον pro δίες. λέγον iid. 4. ἄῤῥαβα D. 6. δούλου αὐτοῦ et υἱοῦ—Γεθχοβέρ desunt in Edd. δούλου om. (sic) D. 7. ἐπεῖδε ] ἀπεῖδε Aub. 8—11. πικρὸν—οὐρανοῦ desunt in Edd. 8. ἐσπ.] ἐπανισταμένους D. 134, 242.) 12. υἱοῦ Ἰωάς—ἀντὶ τοῦ B.D. τουτέστι Edd. 13. ὡς ἔφην assumpta ex B.D. Ἰωὰς] Ἰωνᾶς Edd. 19. τῷ] τοῦ iid, μακαριῳ et νυνὶ assumpta ex B.D. 22. παθεῖν τὰ μετοξύ D. παθεῖν μεταξύ Edd. μαθεῖν τὸ ἐσόμενα Β. ὡς assumptum ex D. 23. καὶ γοῦν B.D. ὡς Edd. 24–562. 2. Haec Γενεὰ—νύκτας accesserunt ex B.D. 27. Ἰωνδς] + προφήτης D.)
562
“νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῆ “τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.”

Οὐκοῦν ἐξεικονίζεται μὲν καὶ διαπλάττεταί πὼς ἡμῖν ὡς ἔν γε τοῖς κατὰ τὸν θεσπέσιον Ἱωνᾶν τὸ Χριστοῦ μυστήριον. πλὴν ἐκεῖνο τοῖς ἐντευξομένοις εἰπεῖν οἰήσομαι δεῖν. ὅτε θεωρίας πνευματικῆς διαμορφοῦται λόγος, προκειμένου προσώπου, καὶ παραληφθέντος εἰς ὑποτύπωσιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, δοκιμάζειν ἀναγκαῖον τὸν σοφόν τε ἐπιστήμονα, τίνα μὲν ἀκόλουθον ὡς ἄχρηστα ποιεῖσθαι τῷ [*](d) προκειμένῳ σκοπῷ, τίνα δὲ δὴ αὖ χρήσιμά τε καὶ ἀναγκαῖα, καὶ ὠφελεῖν ὅτι μάλιστα πεφυκότα τοὺς ἀκροωμένους. οἷον φέρε εἰπεῖν· προκείσθω Μωυσῆς ὁ μακάριος, ὃς παρέστησε μὲν τὸν Ἰσραὴλ τῷ Θεῷ ὑπὸ τὸ ὄρος τὸ Σινᾶ, γέγονε δὲ μεσίτης Θεοῦ καὶ ἀνθρώπων. δεδιότες γὰρ οἱ ἐξ Ἰσραὴλ [*](Ex. xx. 19.) ἐλιπάρουν λέγοντές “Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω “πρὸς ἡμᾶς ὁ Θεὸς, μήποτε ἀποθάνωμεν. ἀλλ’ ὅτι τὸ χρῆμα τὴν διὰ Χριστοῦ μεσιτείαν προανετύπου σαφῶς αὐτὸς [*](Deut. xviii. 17, 18. e) ἐδίδαξεν ὁ Θεὸς καὶ Πατὴρ οὕτω λέγων “Ὀρθῶς “ὅσα ἐλάλησαν· Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν “φῶν αὐτῶν ὥσπερ σὲ,’’ μεσιτεύοντα δηλονότι καὶ παρσταντα τῷ Θεῷ τὸ ἀνθρώπινον γένος καὶ ἀπαγγέλλοντα τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἀπόρρητον [*](Ib. 18.) βούλησιν. “Θήσω γὰρ τοὺς λόγους μου εἰς τὸ στόμα “τοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι.’’ παρελήφθη δὴ οὖν ὁ θεσπέσιος Μωυσῆς εἰς τύπον Χριστοῦ, [*](366 Α. a) ἀλλ’ οὐ πάντα τὰ Μωυσέως καὶ αὐτῷ προσάψομεν, ἵνα μή τι τῶν ἀτόπων δρῶντές τε ὁμοῦ καὶ λέγοντες ἁλισκοίμεθα. ὡμολόγει μὲν γὰρ ὁ Μωυσῆς, ὅτι τε ἰσχνόφωνος εἴη καὶ βραδύγλωσσος καὶ ἀνικάνως ἔχων εἰς ἀποστολήν· ἔφασκε [*](7. Haec του — Σωτῆρος accesserunt ex B.D. 16. πρὸς ἡμᾶς D. Edd. ἡμῖν Β. ig. ὅσα deest in Edd. 24. λαλήσει] λαλήσω Edd. ἄν assumptum ex Β. ἐντεἰλωμαι] + αὐτῷ Edd. repugnantibus B.D, 26. προσαψόμεθα D. 27. τε om. Β. habet D. 29. εἰς B.D. πρὸς Edd. 29—563. 4. ἔφασκε—ὀποστελεἱς B.D. καὶ ἐδέετο ἄλλον προχειρισθῆναι Edd.)

563
γὰρ ὅτι “Ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι· καὶ οὐκ [*](Exod.iv. 10.) εὔλαλος πρὸ τῆς χθὲς οὐδὲ πρὸ τῆς τρίτης οὐδὲ ἀφ’ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου·’’ παρεκάλει δὲ λέγων· “Δέομαι Κύριε προχείρισαι ἄλλον δυνάμενον ὃν ἀποστε- [*](Ib. 13.) “λεῖς.” ἀλλ’ οὐ βραδύγλωσσος ὁ Χριστὸς, οὔτε ἰσχνόφωνος κατ’ ἐκεῖνον, ἀλλ’ ἔστιν αὐτὸς ἡ μεγάλη σάλπιγξ. οὕτω γὰρ αὐτὸν ὁ μακάριος προφήτης Ἡσαΐας ὠνόμαζε, λέγων “Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνη, σαλπιοῦσι [*](Es.xxvii. 13.) “τῇ σάλπιγγι τῆ μεγάλῃ.’’ περιαγγέλλεται γὰρ τοῦ Σωτηρος [*](b) ὁ λόγος, καὶ ἀκουστὸς γέγονε τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανόν. καὶ τοῦτο εἰδὼς ὁ μακάριος ἔφη Δαυείδ “Θεὸς Θεὸς [*](Ps. xlix. 1.) θεῶν κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν “ἡλίου μέχρι δυσμῶν.”

Οὐκοῦν μεσιτεύει μὲν ὁ Μωυσῆς εἰς τύπον Χριστοῦ, βραδυστομεῖ δὲ οὐκ ἔτι δεικνύων τὸν τύπον ἐν ἑαυτῶ. παρελήφθη πάλιν ὁ μακάριος Ἀαρὼν εἰς ὑποτύπωσιν τοῦ Ἐμμανουήλ, τοῖς τῆς ἀρχιερωσύνης κατεστεμμένος αὐχήμασι, καὶ εἰς τὰ ἅγια τῶν ἁγίων εἰστρέχων, καὶ στολὴν ἐκείνην ἠμφιεσμένος τὴν εὐκλεᾶ τε καὶ ἀξιάγαστον. ἀλλ’ οὐ πάντα πάλιν τὰ αὐτοῦ Χριστῷ περιθήσομεν· οὐδὲ γὰρ [*](c) ἦν ἀμώμητος παντελῶς· ἐπετιμᾶτο γάρ ποτε, καταλαλήσας Μωυσέως ὁμοῦ τῇ Μαρίᾳ. ἦν δὲ καὶ ἑτέρως οὐκ ἀνεύθυνος, μεμοσχοποιηκότος κατὰ τὴν ἔρημον τοῦ Ἰσραήλ. οὐ δὴ οὖν τὰ ὡς ἐν γράμμασί τε καὶ τύποις ταῖς πνευματικαῖς θεωρίαις χρήσιμα, ἀλλ’ εἰ πρόσωπον εἰσφέροιτό τινος ἀνατυποῦντος ἡμῖν ἐφ’ ἑαυτῷ τὸν Χριστὸν, παριππεύσομεν εἰκότως τὰ ἀνθρώπινα, μόνοις δὲ τοῖς ἀναγκαίοις ἐφιζήσομεν, πανταχῆ περιτρέποντες τὸ ὠφελεῖν πεφυκὸς εἰς τὸν τοῦ [*](d) προκειμένου σκοπόν. οὕτω γὰρ δὴ καὶ ἐπὶ τοῦ θεσπεσίου [*](7. Haec ὁ μακάριος προφήτης assumpta ex B.D. 11. Haec ὁ μακάριος flesunt in Edd. 15. δεικνύων τὸν τύπον hoc ordine D. δεικνὺς ἐκεῖνον 15. παρελήφθη om. Β. μακάριος deest in Edd. 19. ἠμφιεσμένος D. ἤμφιεσμένα Β. ἀμφιεσάμενος 20. παραθήσομεν Edd. Statim οὐδὲ Β. οὐ D. Edd. 25. φέροιτό Edd. 26. ἑαυτοῦ iid. 28. τοῦ om. D. 29. θεσπεσίου deest in iid.)

564
συνήσομεν Ἰωνᾶ. διαμορφοῖ γὰρ ὥσπερ ἡμῖν τὸ Χριστοῦ μυστήριον.