In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Ἀνακείσονταί φησι τῷ Θεῷ· τοῦτο γὰρ ὀλαί ἐστι τό Ἔσονται τῷ Κυρίῳ προσάγοντες. ἀνακεισόμεθα δὲ τῷ Θεῷ, ζῶντες μὲν ἑαυτοῖς οὐκέτι, προσκείμενοι δὲ ὁλοτρόπως τῆ εἰς αὐτὸν ἀγάπῃ, καὶ παντὶ δὴ σθένει κατορθοῦν ᾑρημένοι τὰ τοῖς θείοις αὐτοῦ δοκοῦντα νεύμασιν. ἔφη τι τοιοῦτον καὶ ὁ θεσπέσιος Παῦλος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ “ Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες [*](2 Cor. v. 15.) “ μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι [*](d) “ καὶ ἐγερθέντι.’’ καταγράφων δὲ ἡμῖν ὥσπερ τῆς ἑαυτοῦ πολιτείας τὸ κάλλος, καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν ἐμφανῆ καθιστὰς, ἔφη πάλιν “ Χριστῷ συνεσταύ- [*](Gal. ii. 20.) “ ῥῶμαι· ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ “ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ “ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. ἔσονται δὴ οὖν, φησὶ, προσάγοντες τῷ Κυρίῳ, τουτέστι, τοῖς [*](e) αὐτοῦ θελήμασιν ἀνακείσονται μόνοις, οὐ “ τὰ ἐπίγεια φρο- [*](Phil. iii. 19.) “ νοῦντες,’’ οὐ τοὺς ἐκ τῆς ἀδικίας ἀγαπῶντες μολυσμοὺς, οὐ πλεονεξίαν τὴν κατά τινων τιμᾶν ᾑρημένοι, προσάγοντες δὲ μᾶλλον θυσίας δικαιοσύνης. καί μοι δοκεῖ σοφῶς δὴ λίαν ὁ Παῦλος εἰπεῖν “ Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, [*](Heb. vii. 12.) “ ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. πρόσιμεν γὰρ οἱ ἐν Χριστῷ κεκλημένοι πρὸς ἱερουργίαν δι’ αἱμάτων μὲν οὐκέτι καὶ καπνῶν, οὔτε μὴν ἀμνοὺς ἢ ἐρίφους προσκομίζομεν [*](a 854 A.) τῷ Θεῷ, πληροῦμεν δὲ μᾶλλον ἐν ἐκκλησίαις τὴν ἐν Χριστῷ νοουμένην θυσίαν τὴν ἁγίαν καὶ πνευματικὴν, [*](1. θυσίας Β. ℵ XII.) cf. infra. θυσίαν Edd. 4. ἐστι assumptum ex Β. 5. προσάγοντες om. Β. 6. ὁλοτρόπως] + καὶ Edd. 7. δὴ om. B. 16. τοῦ secundum assumptum ex Β. 17. ἐμοῦ] + οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ Edd. 18. προσάγοντες om. Β. 19. μόνοις accessit ex Β. 24. προσίεμεν Edd. 25. πρὸς ἱερουργίαν] ἱερουργίας iid. 27. ἐκκλησίᾳ iid.)
Ἔφη τοίνυν περὶ τῶν ἐν Χριστῷ κεκλημένων εἰς ἱερουργίαν, ὡς ἀμείνους ἔσονται τῶν πρώτων, οὐ μηλοσφαγοῦντες κατ’ ἐκείνους, οὔτε μὴν βεβηλοῦντες τὸ θυσιαστήριον διὰ [*](Supra i. 7.) τοῦ προσάγειν ἄρτους ἠλισγημένους· ἀλλ’ ὡς ἐν τάξει θυμιαμάτων προσκομίζοντες τῷ Θεῷ τὴν δικαιοσύνην, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν νοητὴν εὐοσμίαν. εὐπαράδεκτον δὲ οὕτως ἐπιτελέσουσι τὴν λατρείαν, ὡς κατὰ μηδένα [*](c) τρόπον ἀποδεῖν αὐτὴν τῶν πρεπουσῶν θυσιῶν ταῖς ἡμέραις τοῦ αἰῶνος, τουτέστι, τῇ ζωῇ τῶν ἐν οὐρανοῖς ἁγίων πνευμάτων, οἳ διηνεκεῖς καὶ μακρὰς τρίβουσι ἡμέρας, ἤτοι χρόνους· ἰσοῦσθαι δὲ καὶ τοῖς χρόνοις τοῖς ἔμπροσθεν, τουτέστι τῇ τῶν ἁγίων λατρείᾳ, οἳ κατὰ τοὺς χρόνους γεγόνασι τοὺς ἔμπροσθεν. γέγονε γὰρ ἐν ὑπακοῇ τοῖς ἀρχαι- [*](Gen. xxii. S. Jac. ii. 23. Heb. xi. 7.) οτέροις ἡ εὐδοκίμησις· οὕτως Ἀβραὰμ προσεκόμισε τὸν υἱὸν τῷ Θεῷ, “ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος [*](d) “ ἐκλήθη Θεοῦ.’’ οὕτω καὶ Νῶε “ κατεσκεύασε τὴν κιβωτὸν “ εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ,’’ καθὰ γέγραπται. οὐκοῦν ἀρέσει φησὶν ἡ Θυσία τοῦ ’Ιούδα, τουτέστι, τοῦ λαοῦ τοῦ [*](Rom. ii. 29.) τὴν ἐν καρδίᾳ καὶ πνεύματι περιτομὴν περιφέροντος, καὶ μέντοι τῆς ῾Ιερουσαλὴμ, τῆς νοητῆς δηλονότι, τουτέστι τῆς [*](3. προκομίζομεν Edd. ante Migne. 5. ὅτι om. Β. 12. τοῦ] τὸ Edd. 14. εὐκοσμίαν iid. 16. ἀποδεῖν] ἀπωθεῖν iid, 19. ἰσοῦσθαι δὲ καὶ τοῖς χρόνοις τοῖς] περισσοῦσθαι δὲ καὶ τοὺς χρόνους τοὺς iid. 20. τὰς τ. ἁ. λατρείας, αἳ iid. τοὺς assiimptum ex Β. 22. ἡ assumptum ex Β. προσεκόμιζε Edd. 23. αὐτῶ] -f ἡ πίστις iid. 25. καθὼς iid. 26. τοῦ ult. assuinptum ex Β. 27. καὶ prius] + ἐν Edd. 28. δηλονότι assumptum ex B. )
Καὶ προσελεύσομαι πρὸς ὑμᾶς ἐν κρίσει, καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρυακοὺς καἰ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τῶ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ ἐπὶ τούς ἀποστεροῦντας μισθὸν μισθωτοῦ καὶ τοὺς καταδυναστεύοντας χήραν καὶ τοὺς κονδυλίζοντας ὀρφανοὺς καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ τοὺς μὴ φοβουμένους με, λέγει Κύριος [*](a 855 A.) Παντοκράτωρ.
Κατὰ σκοπὸν τῶν πραγμάτων πρόεισι δὴ πάλιν κἀν τούτοις ἡμῖν ὁ λόγος. ἔφασκον μὲν γὰρ ἀμαθαίνοντες οἱ ἐξ Ἰσραήλ “Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον αὐτοῦ, “ καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησε, καὶ ποῦ ἐστιν ὁ Θεὸς τῆς “ δικαιοσύνης;” καὶ τίς ἡ πρόφασις τῆς οὕτω δεινῆς ἀθυροστομίας, εἴρηται μὲν ἤδη· πλὴν εἰρήσεται πάλιν. ἐπειδὴ γὰρ ἀφυλάκτως τινὲς τῶν ἱερουργῶν καὶ μέντοι [*](b) τῶν ἄλλων οἳ διαφανέστεροί τε ἦσαν καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐμπρέποντες, ἐπὶ πάντα τρόπον σκαιότητος καὶ ἐγχειρημάτων ἤεσαν, ἐφαίνετο δὲ καὶ πέρα μετροῦ ἀνεξικακήσας Θεὸς αὐτοῖς· ἔστι γὰρ ἀγαθὸς, χρηστὸς, ἐπιεικὴς, καὶ φιλάνθρωπος· ταύτῃτοί τινες τοὺς ἐξ ἀκράτου μικροψυχίας ἠρεύγοντο λόγους. ἀλλ’ ὅτι μὲν ἔσται κατὰ καιροὺς μεταφοίτησις εἰς τὸ ἄμεινον τῶν τεταγμένων εἰς ἱερουργίαν, [*](1. καθὼς Edd. 4. καὶ om. B. 6. προσελεύσομαι Β. (22. al.) sed cf. infra. προσάξω Edd. 10. κλίνοντος F. 13. κἀν] καὶ ἐν Edd. 15. καὶ καλὸν forte haud male iid. [cf, καὶ καλὸς (106).] 20. ἀνωτάταις iid. 22. καὶ assumptiim ex B. Statim περὶ iid. ante Migne. ἀνεξικακήσας Θεὸς hoe ordine B, 23. χρηστὸς] + καὶ ud. 24. ἀκρίτου Β. )
Ἄθρει δὲ ὅπως τούς τε τὰ κρυπτὰ καὶ ἐμφανῆ πεπλημ- μεληκότας παρενεχθήσεσθαί φησιν εἰς κρίσιν. πρώτας μὲν γὰρ ὀνομάζει φαρμακοὺς καὶ μοιχαλίδας, εἶτα τοὺς ὀμνύοντας ἐπὶ ψεύδει· κεκρυμμένα δὲ ταῦτα καὶ λεληθότως δρώμενα· τίς γὰρ ἂν ὅλως γοητεύσειεν ἐμφανῶς ; ἢ πῶς ἂν ἕλοιτο μοιχαλὶς ὁρᾶσθαι πρός τινος ; ἐν σπουδῇ δὲ οἶμαι τὸ λαθεῖν καὶ τοῖς ψευδορκεῖν ᾑρημένοις. ἀσυνετοῦντας δὲ τοὺς τοιούτους [*](Ps. xciii. 8, 9.) ἀπελέγξει λέγων ὁ μακάριος Δαυείδ “ Συνετὲ δὴ ἄφρονες [*](856 A. a) “ ἐν τῷ λαῷ, καὶ μωροὶ πότε φρονήσατε ; ὁ φυτεύσας τὸ “ οὖς οὐχὶ ἀκούει ; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐχὶ “ κατανοεῖ ; ” ἄποπτον γὰρ τῷ Θεῷ παντελῶς οὐδέν· οἶδε δὲ μόνος τὰ κεκρυμμένα καὶ τὰ ἐμφανῆ τῶν κακῶν. ἀλλ’ [*](2. μετατεθέντος Edd. πολιτείας iid. utrumque correxit Migne. 7. Habet προσάξω Β. 10. ἐπ’ αὐτοῖς iid. II. ἐγκαλ. iid. 12. τὰ ἀφανῆ τε] ἐμφανῆ τε iid. 14. κατὰ καιροὺς om. Β. 22. ψεύσει Edd. ante Migne. 26. ἀπελέγχει iid. 28. τὸν om, iid.)
Δεῖ δὴ οὖν ἄρα παντὶ σθένει παραιτεῖσθαι τὰ πονηρὰ, καὶ τοῖς ἀμείνοσιν ἐπιτρέχειν, καὶ ἀποπεραίνειν ἐπείγεσθαι [*](c) τὰ δι’ ὧν ἂν γένοιτό τις ἐπαίνου παντὸς καὶ ἐπιεικείας ἔμπλεως. ἀμοιρήσει γὰρ οὕτω καὶ τῶν ἐκ θείας ὀργῆς ἐποισθησομένων τοῖς εἰωθόσι πλημμελεῖν, ἔσται δὲ εἴσω καὶ γερῶν καὶ δόξης, ὧν ἂν ἐπιδοίη Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
Διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἠλλιίωμαι· καἰ ὑμεῖς [*](6 7) υἱώ Ἰακὼβ οὐκ ἀπέχεσθε ἀπὸ τῶι ἁμαρτιῶν τῶν πατέρων ὑμῶν, ἐξεκλίνατε νόμιμά μου κω οὐκ ἐφυλάξασθε.
[*](d)Ἐξίστησι πάλιν αὐτοὺς ἀνοσίων ἐννοιῶν καὶ προσέτι ῥημάτων. τὸ γὰρ οἴεσθαί ’ς, ἢ μετατετράφθαι τὸν τῶν ὅλων Θεὸν ἀπό γε τοῦ θέλειν τὰ ἀγαθὰ πρὸς τὸ ἐναντίον, ἢ ἀγαπᾶν μὲν οὐκέτι τὴν δικαιοσύνην, ἀποδέχεσθαι δὲ τοὺς [*](3. μισθόν φημι hoc ordine Β. 8. τὸν assumptum ex B. 12. γενέσθα Edd. 18. εἴσω] ἔσω iid. Statim καὶ om. Β. 21. ἠλλοίωμαι] ἀλλοιοῦμαι F. Aub. ἀλλιοῦμαι Pont. ὑμεῖς] + οἱ Edd. (Vat.) 22. ἀμαρτιῶν Β. (22. al.) ἀδικιῶν Edd. 26. γε om. Β. 27. καὶ pro ἢ Edd.)
Τοῦτό που καὶ ὁ Χριστὸς εὑρίσκεται λέγων. ταλανίζει μὲν γὰρ εἰκότως τὸ τῶν ἀπαιδεύτων γραμματέων καὶ [*](S.Matth. xxiii. 29-32.) Φαρισαίων ἐργαστήριον. ἔφη δὲ οὕτως “ Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαιῶν, καὶ λέγετε Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν. ὥστε μαρτυρεῖτε ἑαυτοῖς, ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας· καὶ ὑμεῖς πληρώσατε τὸ [*](2–4. καὶ τῆς—φησὶ om. Β. 4. τὸ pro τάς Β. φαρμακοὺς] + εἶναι 7. ὁ alt. om. Β. 13. μιμεῖσθε Edd. 20. κακίᾳ] κακίᾳ] iid. 22. Haec κοὶ ὁ assumpta ex Β. 23. ἀπαίδευτον τῶν pro τῶν ἀπαιδεύτων iid. 28. ἦμεν] ἤμεθα iid, 29. αὐτοῖς iid. )
Ἒπιστρέψατε πρὸς μὲ, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος Παντοκράτωρ. καὶ εἴπατε ’Εν τίνι ἐπιστρέψομεν; εἰ πτερνιεῖ ἄνθρωπος Θεόν; διότι ὑμεῖς πτερνίζετέ με. κω ἔρευε ’ν τίνι ἐπτερνίκαμέν σε; ὅτι τὰ ἐπιδέκατα καὶ ἀπαρχαὶ μεΘ’ ὑμῶν εἰσιν. καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε e εἰς ἀυτὰ, κω ἐμὲ ὑμεῖς πτερωίζετε. τὸ ἔτος συνετελέσθη, καὶ εἰσηνέγκατε πάντα τὰ ἐκφόρια εἰς τοὺς θησαυροὺς, καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἔσται ἡ διαρπαγὴ αὐτοῦ.
Ἀποστήσας εὖ μάλα τῆς καθ’ ἑαυτοῦ γλωσσαλγίας, καὶ ταῖς καθηκούσαις ἀπολογίαις ἐκδυσωπήσας ὡς ἔνι, καλεῖ πρὸς μετάγνωσιν τοὺς ἡμαρτηκότας, τὴν συνήθη πάλιν αὐτοῖς ἡμερότητα χαριεῖσθαι λέγων, καὶ μάλα προθύμως. ὥσπερ γὰρ τοῖς ἐκτόπως ἐθέλουσι βιοῦν τὰς αὐτοῖς πρεπούσας ἐπιφέρει ποινάς· οὕτως ἀνόπιν ὥσπερ ἰοῦσι, καὶ [*](a 858 A.) μὴν καὶ παραιτουμένοις τὸ ἔτι πλημμελεῖν, ὡς ἀληθῶς [*](2. τῶ om. Aubertus. Statim καθήκοντι pro καθεστηκότι Edd. 3. πατέρων] προγόνων iid. 6. προσεοικὸς iid. ante Migne. Statim τῶν pro τοῖς iid. 13. εἰ B. (Alex. XII.) cf. infra. μήτι Edd. (Vat. ℵ). 14. ἐπτερνίκαμέν Β. (Alex. 106.) ἐπτερνίσαμέν Edd. 16. Haec εἰς αὐτὰ accesserunt ex B. (22. al.) 18. αὐτοῦ ἔσται ἡ δ. αὐτοῦ Β. (Alex. XIL) ἐν τῷ οἴκῳ αὐτοῦ post ἡ δ. αὐτοῦ transp. Vat.] αὐτῶν ἡ δ. αὐτῶν F. Edd. 19. ἑαυτοῦ] ἑαυτῶν Edd. 22. ἡμερότητα accessit ex Β. 33. θέλουσι Edd. 25. καὶ assumptum ex Β.)
Χρῆναι δὲ ὑπολαμβάνω πρὸς ἀκριβῆ διασάφησιν τῶν προκειμένων ἡμῖν ἐννοιῶν ὀλίγα ἄττα καὶ νῦν εἰπεῖν, ἃ καὶ ἐν τοῖς τοῦ Ἔσδρα γέγραπται βιβλίοις. ἐπειδὴ γὰρ ἐπανῆκον [*](2. ἔστιν ἰδεῖν hoc ordine Β. δεινά Edd. βίω] + τὴν iid. 4. ἀμαθῶς] ἀληθῶς iid. 6. Haec λέγειν εἶναι accesserunt ex B. 7. ὅτι om. B. 8. ἁμαρτίας] ἀνομίας Edd. που et ἡμῖν et ὅτι oni. Β. 12. ἄρα assumptum ex Β. 13. διανιζούσης] διανιπτούσης Edd. 19. καὶ] + τι iid. 21. φονᾶν] φθονεῖν iid. 22. ἐπτέρνισε hahet B. τοῦτο post δεύτερον transp. iid. 23. ἔλαβε] εἴληφε iid. (Alex.) Statim καὶ add. iid. 27. ὀλίγα accessit ex B.)
Καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἔσται φησὶν ἡ διαρπαγὴ αὐτοῦ. ὅμοιον ὡς εἰ λέγοι Συνεκομίσασθε μὲν ἐξ ἀγρῶν ἐν τοῖς οἴκοις τοὺς καρποὺς, τάχα δέ που καὶ οἴεσθε σώζεσθαί τε ὑμῖν αὐτοὺς καὶ εὖ κεῖσθαι λίαν, ἀλλ’ ἐν αὐταῖς ταῖς οἰκίαις ἀφανισθήσονται, καὶ οὐδὲν διαρπαγῆς διοίσει τὸ χρῆμα. καταπιεσθήσεσθε γὰρ λιμῷ, καίτοι συνενεγκόντες, φησὶν, ἐν ἱδρῶτι μόλις τὰ εὑρημένα. Εἰσόμεθα δὴ οὖν κἀντεῦθεν ἡμεῖς, ὡς ἐν μεγάλαις αἰτίαις [*](d) κείσεται, τὸ μὴ προσάγειν Θεῷ τὰ εὐχαριστήρια καὶ ὧν ἃν χαρίσαιτο τὴν ἀρκοῦσαν ἀπονέμειν χάριν εἰς δόξαν αὐτοῦ. ἀλλ’ εἰ μὲν τοῦτο δρῴημεν, πάντη τε καὶ πάντως εὐλογήσει, καὶ ἀμφιλαφῶς χαριεῖται τὰ ἀγαθά· εἰ δὲ δὴ τὴν χεῖρα συστείλαντες, μόναις ταῖς ἑαυτῶν τρυφαῖς τὸ δοθὲν τηρήσομεν, οὔτ’ ἂν ἐπιδοίη προθύμως· σκορπιεῖ δὲ ὥσπερ καὶ [*](1 Tim. vi. 18.) αὐτὸ τὸ μόλις συνενεχθέν. εὐμεταδότους γὰρ εἶναι χρὴ καὶ κοινωνικοὺς καὶ προτιθέντας τοῖς ἄλλοις εἰς μέθεξιν τὰ παρὰ Θεοῦ δωρήματα.
Ἐπιστρέψατε δὴ ἐν τούτω, λέγει Κύριος Παντοκράτωρ· ἐὰν μὴ [*](e) ἀνοίξω ὕμ’ τοὺς καραῤῥάκτας τοῦ οὐρανοῦ, καὶ ἐκχεῶ ὕμ’ τὴν εὐλογίαν νοῦ, ἕως του ἱκανωθῆναι· καὶ διατελῶ ὑμῖν εἰς βρῶσιν, καὶ οὐ μὴ διαφθείρω ὑμῶν τὸν καρπὸν τῆς γῆς, κὼ ὁδ’ μὴ ἀσθενήσῃ ὑμῶ ἡ ἄμπελος ἡ ἐν ἀΓρῷ, λέγει Κύριος Παντοκράτωρ. καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, διότι ἔσεσθε ὑμεῖς γῆ θελητὴ, λέγει Κύριος Παντοκράτωρ.
[*](6, 7. δὲ et ἀλλ’ assumpta ex Β. 1 1, δὴ assumptum ex Β. 12. ὧν] ὃν Edd. 13. χώραν pro χάριν iid. 17. ἐπιδοίημεν iid. 17–19. Haec σκορπιεῖ—προτιθέντας accesserunt ex B. 22. ὑμὶν τὴν μου Β. ℵ Alex. XII.) ὑμῖν post μου transp. Edd. (Vat.) 24. διαφθείρω ὑμῶν Β. (Vat. ℵ) διαφθαρῶ ὑμῖν F. Edd. διαφθερῶ ὑμῶν Alex.] )Πάλιν ἀνίησιν ἐγκλημάτων, καὶ ἀπαλλάττει μὲν ἁπάσης [*](a 800 A.) αὐτοὺς αἰτίας, ὑπισχνεῖται δὲ χρηστῶς καὶ ἀμνησικάκως χαριεῖσθαι τὰ κατ᾿ εὐχὴν, καὶ ταῖς ἐπέκεινα λόγου κατευφραίνειν φιλοτιμίαις. βούλεται δὲ διὰ πείρας αὐτῆς καὶ πραγμάτων ἀναμαθεῖν, ὡς ἔσται πάντως αὐτοῖς τὸ καρποφορεῖν ὀνησιφόρον. καὶ εἰ τοῦτο δρᾶν ἕλοιντο, καταδώσειν ἐπαγγέλλεται καὶ τὴν τῶν ὑετῶν ἄφθονον χορηγίαν, ἀμφιλαφῆ δὲ νεῖμαι τὴν εὐλογtaaόι, ὡς ἔχειν αὐτοὺς τῶν ἐδωδίμων ἄφθονον τὴν αὐτάρκειαν, καὶ ἁπαξαπλῶς τῶν ἐκ γῆς ἀγαθῶν b τὴν ἀποχρῶσαν μέθεξιν. διαστελῶ γάρ φησιν ὑμῖν εἰς βρῶσιν. τὸ δὲ διαστελῶ νοήσεις ἢ ἀφοριῶ, ἤγουν ὅτι τῶν ἐκ γῆς φυομένων ἕκαστον ἴδιον ἔχειν καιρὸν, καθ᾿ ὃν ἢ γίνεται τυχὸν ἢ πεπαίνεται. ὅτι δὲ βλάβης ἁπάσης ἀμείνων ἔσται τῆς γῆς ὁ καρπὸς, πολύβοτρυς δὲ καὶ εὐοινοτάτη λίαν ἡ ἐν ἀγροῖς ἄμπελος, ὑπισχνεῖται σαφῶς, ὧν εἰς πέρας ἐνηνεγμένων, μακαρίους τέ φησιν ἔσεσθαι λοιπὸν, καὶ οἷά τινα γῆν θελητὴν ὀνομάζεσθαι, τουτέστι, τὴν ἀξιέραστον διά τοι τὴν [*](c) εὐκαρπίαν καὶ γονιμότητα.
Οὐκοῦν εἴτις ἔχοι σπλάγχνα οἰκτιρμοῦ, τοιούτῳ δὴ πάντως [*](Cf. Col. iii. 12.) περιτεύξεται τῷ Θεῷ, καὶ ἀποσωρεύσει μὲν ἐν οὐρανοῖς, φάγεται δὲ τοὺς καρποὺς τῶν ἰδίων πόνων, κατὰ τὸ γεγραμμένον, [*](Ps. cxxvii. 2.) καὶ οὐκ ἔσται κατ᾿ ἐκεῖνον τὸν ἀπηνῆ τε καὶ ανουστατὸν πλούσιον, οὗ τὴν χώραν εὐφορηκέναι φησὶν ὁ Σωτῆρ ἐν παραβολαῖς εὐαγγελικαῖς. ὁ μὲν γὰρ ἔφασκε “Τί [*](S. Luc. xii. 17. 18, 19.) [*](25) “ποιήσω; καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, “ καὶ ἐρῶ τῇ ψυχῇ μου ψυχὴ, ἔχεις πολλὰ ἀγαθὰ [*](d) “ κείμενα εἰς ἔτη πολλὰ, φάγε, πίε, εὐφραίνου.” σκεπτομένῳ δὲ τὰ τοιάδε καὶ ἀμαθαίνοντι ὁ Θεός “ Ἄφρον, φησὶ, [*](Ib. 20.) “ ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ, ἃ δὲ [*](1. ἁπάσης αὐτοὺς hoc ordine Β, 2. χρηστῶς assumptum ex Β. 4. αὐτῆς] αὐτοὺς Edd. II. ὅτι Om. Β. 12. ἔχει iid. 15. ὧν] ὡς iid. 17. τοι] τε iid. 18. γονιμότητα] ὅτι γονιμωτάτη iid. 19. ἔχει iid. οἰκτιρμῶν iid. 23. οὗ] ὃν iid. εὐφορηκέναι Β. ἐμφορσκέναι Pont. ἐμπεφορηκέναι Aub. 26. πολλὰ assumptum ex Β. 28. τοιάδε] τοιαῦτα Edd. ὁ assuinptum ex Β. )
Ἐβαρυνατε ἐπ’ ἐμὲ τοὺς λόγους ὑμῶ, λέγει Κύριος, καὶ εἴπατε ’Εν τίνι κατελαλήσαμεν κατὰ σου; κὼ εἴπατε Μάταιος ὁ δουλεύων Θεῷ, καὶ τί πλέοι ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα [*](861 A. a) αὐτοῦ, καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου Κύριου Παντοκράτορος; καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται ποιοῦντες ἄνομα, ἀντέστησαν Θεώ καὶ ἐσώθησαν. ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν κύρω, ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ προσέσχε Κύριος καὶ εἰσήκουσεν.
Ὅτε τινὰς τῶν γνωρίμων ὠλισθηκότας εἰς ἁμαρτίαν [*](b) ἐπανορθοῦν ἐθέλῃ Θεὸς, παρακομίζει μὲν εἰς μέσον τὰ διεπταισμένα, διελέγχει δὲ σαφῶς, καὶ οἷον πλήττει μομφαῖς, ἵνα τοῖς ἰδίοις ἐπερυθριῶντες πλημμελήμασιν ἕλοιντό γε μεταφοιτᾶν ἐπὶ τὰ ἀμείνω καὶ χρησιμώτερα, σωθεῖέν τε οὕτω, τὸν παρ’ αὐτοῦ ζητήσαντες ἔλεον. αἰτιᾶται τοίνυν καὶ ἐφ’ ἑτέρῳ τινὶ τοὺς ἐξ ’Ισραὴλ, καὶ κοινὴν ὥσπερ τινὰ καὶ τοῖς μετ’ αὐτοὺς ἐξυφαίνει τὴν ἐπίπληξιν, τὸ χρῆμα εἰδὼς ἐπωφελὲς ἅπασι καὶ σωτήριον. ὅσα γὰρ τοῖς πρὸ [*](1. Cor. x. c 11.) ἡμῶν συμβέβηκε τυπικῶς “ ταῦτα γέγραπται πρὸς νουθεἀνδρίᾳ [*](6. Β. 9. καθὼς Edd. 10. ἐβαρύνατε Β. ἐβαρύνετε F. Edd. ἐν τοῖς λόγοις F. (42. Co.) 11. καὶ assumptum ex Β. 15. ἀνοικοδομοῦνται] + πάντες Edd. (Vat. ᾖ ἀντέστησαν] καὶ ἀντέστησαν τῷ Edd. (Vat.) 16. τὸν om. Β. (XII. 233.) 20. ἐθέλει Β. 21. ἐπταισμένα Β. 22. ἕλοιντό γε] ἕλοιντό τε Edd.)
Καὶ ἀληθὴς μὲν πάντως ὁ τῶν ὅλων Θεὸς, εἰ ταυτί τε λέγοι καὶ καταιτιῷτο τοὺς ἐξ Ἰσραήλ. τίς δὲ δὴ τοῖς πεφλυαρηκόσιν ἡ τῆς ἁμαρτοεπείας πρόφασις, ἀναγκαῖον εἰπεῖν. μυρία μὲν γὰρ τὴν γῆν κατεβόσκετο γένη· ἀλλ’ ἐκ πάντων ἓν τὸ ἐξ Ἰσραὴλ ἐπελέξατο ὁ Θεὸς, ὠνόμασται δὲ μερὶς καὶ σχοίνισμα καὶ κλῆρος αὐτοῦ. οἰκειωσάμενος δὲ [*](Deut xxxii. 9.) πεπαιδαγώγηκε νόμῳ, ὠφέλησε διὰ προφητῶν. καὶ τί πρὸς ταῦτα πέπραχεν ὁ ἀπόπληκτος Ἰσραήλ; προσκεκύνηκε τῇ στρατιᾷ τοῦ οὐρανοῦ, λελάτρευκεν εἰδώλοις, ἔφη τοῖς γλυπτοις [*](e) Ὕμεῖς ἐστε θεοὶ ἡμῶν. ἀγανακτήσας εἰκότως ἐπὶ τοῖς οὕτω δεινοῖς ἀνοσιουργήμασιν ὁ τῶν ὅλων Θεὸς, ἐπαίδευε πολυτρόπως, καλῶν εἰς μετάγνωσιν λιμοῖς, ἀνεμοφθορίαις, καρπῶν ἐνδείαις, ἀκρίδι καὶ βρούχῳ, ἰκτέρῳ καὶ κάμπαις. οὔπω γὰρ πλήττειν ἤθελε χειρὶ στερεᾷ, μονονουχὶ δὲ καὶ μετασοβεῖν τοῖς δείμασι καὶ συμμέτροις ἔτι κινήμασιν ἐπὶ τὸ δρᾶν ἑλέσθαι τὸ ὠφελοῦν, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἀγαπῆσαι Θεόν. ἐπειδὴ δὲ οὐδεὶς ἦν αὐτοῖς οὐδὲ τοῦ συμμέτρου [*](a 862 A.) πλήττεσθαι λόγος, ἀπῴχοντο δὲ ἀχαλίνως εἰς πᾶν εἶδος ἀκαθαρσίας, ἔπεμψεν εἰς αἰχμαλωσίαν, καὶ ὑπὸ χεῖρα πεσεῖν παρεσκεύασε τὴν Βαβυλωνίων. ἐπειδὴ δὲ κέκληνται [*](2. τοίνυν] + τοὺς Edd. 3. καταλυπεῖν] καταλαλεῖν iid. 5. τὸ assumptum ex Β. 6–8. τουτέστι—αὐτὸν om. Β. 11. τίς] τί 12. ἑμαρτοεπείας] ἁμαρτίας iid. 13. Haec τὴν γῆν accesserunt ex 16. νόμον iid. 22. ἀκρίδι] ἀκρίσι iid. 23. ἤθελον iid. ante Migne. τε pro δὲ iid. Statim καὶ om. Β. 24. δείμασι] δαίμοσι iid. δείμασι quod nunc leposui ex Β., conjecerat Pontanus. 29. Βαβυλωνίαν iid.)
Δεῖ δὴ οὖν ἄρα, κἂν ὦμεν ἐν πόνοις, χρησίμως ἡμᾶς παιδεύοντος τοῦ Θεοῦ, μὴ λίαν ἀκηδιᾶν, μήτε μὴν οἴεσθαι τὸν[*](a 863 A.) οὕτω φιλάρετον ἀφειδῆσαι τῶν ἀγαθῶν· περιεργάζεσθαι δὲ μᾶλλον τὰ ἐφ’ οἷς προσκεκρούκαμεν, ἐκμειλίσσεσθαί τε οὕτω, καὶ τὸν ἔλεον αἰτεῖν. εἰ δὲ δὴ καί τινες τῶν φιλαμαρτημόνων ἐν εὐπαθείαις εἶεν κοσμικαῖς, τὴν τῶν προσκαίρων ἀπόλαυσιν ἔχοντες, ἀπονέμειν ἀκόλουθον ταῖς ἀπορρήτοις οἰκονομίαις τῆς ἐπ’ αὐτοῖς ἀνεξικακίας τοὺς λόγους.