In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Διότι ἐβεβήλωσεν Ἰούδας τὰ ἅγια Κυρίου, ἐν οἷς ἠγάπησε, καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους· ἐξολοθρεύσει Κύριος τὸν ἄνθρωπον τὸν ποιοῦντα ταῦτα, ἔως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων Ἰακὼβ κω ἐκ προσαγόντων θυσίαν τῶ̣ Κυρίω Παντοκράτορι.
[*](1. αἳ] οἳ Edd. 3. τὴν assumptum ex Β. 4. κότα τὴν τελευταί αἰχμαλωσίαν] κατὰ τὸν καιρὸν τῆς τελευταίας αἰχμαλωσίας iid. 6. θεῖον] + ἐμπρήσας iid. 7. τοίνυν assumptum ex Β. 8. καταβοὴν] κακίαν Β. ἐξ om. Β. 11. ἐγκυλινδ. Edd. 18. ἐπιμίσγοιτό Edd. μιανθήσεται Β. 20. ἐκκλησίαις Edd. 21. τίς] + γὰρ iid. ἑτέρως iid. 24. ἐν] καὶ Edd. 25. εἰς] ἐπὶ F. (42. Co.))Μεμισῆσθαί φησι τὸν Ἰούδαν, οὐ παρά του τῶν ἀλλογενῶν ἀλλὰ, παρ’ αὐτοῦ τοῦ Ἰούδα, βεβηλώσαντος τὸν νόμον, διά γε τοῦ προσκεκλίσθαι φιλεῖν γυναῖξιν ὀθνείαις, καὶ τὰ ἐκείνων ἑλέσθαι ζηλοῦν, ἀγαπῆσαί τε τὴν ἀπόστασιν [*](b) τὴν ἀπὸ Θεοῦ, καὶ ταῖς τῶν εἰδώλων προσκεῖσθαι λατρείαις. ἀπεκομίζοντο γὰρ, ὡς ἔφην, πρὸς τοῦτό τινες ταῖς παρανομως συνηρμοσμέναις ἑπόμενοι, καὶ τοῖς ἐκείνων θελήμασι πάντα σείοντες κάλων, καθάπερ ἀμέλει καὶ ἐν Σάττειν [*](Num.xxv. 1.) συνήπτοντο μὲν ταῖς Μαδιανιτῶν, ἤτοι Μωαβιτῶν γυναιξὶν οἱ ἐξ Αἰγύπτου λελυτρωμένοι. κατώλισθον δὲ κατὰ βραχὺ ληρίας εἰς τοῦτο καὶ ἀνοσίου φρενὸς, ὥστε καὶ ἐτελέσθησαν [*](Ib. 3.) τῷ Βεελφεγώρ. ταύτης ἕνεκα τῆς αἰτίας οἱ τάλανες διολώ- [*](c Ib. sqq.) λασιν. ἐπαρᾶται δὴ οὖν ὁ τῶν ὅλων Θεὸς τὸν ποιοῦντα ταῦτα, καὶ τῶν οὕτως ἐκτόπων ἐπιτηδευμάτων ἀνόσιον ἐραστήν· καὶ εἶπερ τις εἴη τελῶν ἐν λαοῖς, ἕως ἃν ὀλοθρευθῇ ἐκ σκηνωμάτων Ἰακὼβ, τουτέστιν, ἕως ἃν ὁλοτελῶς ἀπόλοιτο, καὶ τὴν τοῦ γεγενῆσθαι μνήμην ζημιοῦ μένος· εἰ δὲ δή τις εἴη τῶν τεταγμένων εἰς ἱερουργίαν, ἕως ἃν ταπεινωθῇ ἐκ προσαγόντων θυσίαν Κυρίῳ παντοκράτορι, τουτέστιν, ἄχρις ἃν ἀπόλοιτο καὶ τῶν ἱερατικῶν ἐκπέμποιτο καταλόγων. [*](d) συγκατώλισθον γὰρ τοῖς ἄλλοις, ὡς ἔφην, καὶ τῶν ἱερέων τινὲς εἰς τὰ τῶν λαῶν ἐγκλήματα, καὶ γυναίων ὀθνείων ἡττῶντο, τῶν θείων χρησμῶν εἰσάπαν ἠφειδηκότες.
Οὐκοῦν εἰ ἐπάρατος ὁ παροτρύνων Θεὸν, καὶ τοῖς παρ’ αὐτοῦ θεσπίσμασιν ἀντεξάγειν ἐπιχειρῶν τὰς ἐν κόσμῳ τρυφὰς, παραιτώμεθα τὴν ἀρὰν, καὶ λόγος μὲν ἐκείνων [*](1. παρά του] παρ’ ἑτέρου τοῦ του Migne.] Edd. 2. ἀλλ’ (sic) iid. ante Migne. 3. γυναῖκας ὀθνείας iid. 4, ἑλέσθαι om. B. Statim ζητεῖν iid. 5. ὀπὸ] + τοῦ iid. 8. σάττειν Pont. (A.V.) de Ad. 492 d. σαττεὶμ in Es. 248a C. Jul. lib.v. 164 b.] σεττεὶν Aub. σαττίνῃ Β. σατὶμ Slipra 1 796. 1 1, ἀνοσίας Edd. τελεσθῆναι (τελευθῆναι Pont.) iid. 14. ἐπιτηδευμάτων ἐραστήν] ἐγχειρημάτων ἀνοσίως ἐπιτηδευτήν· iid. 16. Ἰακὼβ] Ἰσραὴλ iid. 17. ἀπόλλοιτο iid. 18. ἱερουργείαν (sic) iid. 19. θυσίαν] + τῷ iid. invito Β. (Alex.) cf. infra 844 d. 847 b. 20. ἀπόλλοιτο iid. 21. ὡς ἔφην post τινὲς transp. iid. 22. τῶν assumptiim ex B. 23. χρησμῶν] χρησμῳδημάτων iid. 24. ἐπαροτρύνων (sic) iid. ante Migne. 26. παραιτώμεθα τὴν ἀρὰν] μὴ παραιτώμεθα τὴν ἀρέτην iid.)
Καὶ ταῦτα ἃ ἐμίσουν ἐποιεῖτε· ἐκλαύπτετε δάκρυσι τὸ θυσιαστήριον Κυρίου κω κλαυΘμῷ κω στεναγῷ ἐκ κόπων, ἔτι ἀξιον ἐπιβλέψαι εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν ἐκ τῶι χειρῶν ὑμῶ;
[*](844 A. a)Πλεῖστοι μὲν ἦσαν κατὰ τὸν νόμον τῶν θυσιῶν οἱ τρόποι. αἱ μὲν γὰρ προσεκομίζοντο κατ’ εὐχὴν ἑκούσιον, οἱ δὲ ἦσαν χαριστήριοι, καὶ μὴν καὶ περὶ ἁμαρτίας. δέκαταί δὲ αὖ καὶ ἀπαρχαὶ, καὶ ὁ τοῦ διδράχμου δασμὸς, ὡς ἐκ νομικῶν ἐνταλμάτων τοῖς τῶν ἱερέων προσεφέροντο λόγοις. προσάγοντες τοίνυν εἰς θυσίαν τῷ Θεῷ τὰ ἑκούσια, παρεκόμιζον, [*](Supra i. 13.) ὡς ἔφην, τὰ χωλὰ καὶ τυφλὰ καὶ ἁρπάγματα τὰ ἐκ τῆς αἰχμαλωσίας, ἀειλογοῦντες κακὰ, ἄνω τε καὶ κάτω τὴν δήωσιν ὀνομάζοντες, καὶ τὴν ἐντεῦθεν αὐτοῖς ἐπενηνεγμένην [*](b) πτωχείαν, καίτοι τοῦ πάντα ἰσχύοντος Θεοῦ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον ἀσυγκρίτῳ μὲν αὐτοὺς ἡμερότητι κατευφραίνοντος, ἀπονέμοντος δὲ πλουσίως τὰ, οἷς ἦν εἰκὸς οὐ μετρίως ἐντρυφᾶν. προσεκόμιζον τοίνυν κατηφεῖς καὶ δεδακρυμένοι, μονονουχὶ τοῖς θύμασιν ἐποιμώζοντες λέγοντες τε τοῖς ἱερουργοῖς Ταῦτά ἐστιν ἐκ κόπων, τουτέστιν, οὐκ ἀμογητὶ προσπεπορισμένα, εὑρημένα δὲ μόλις ὡς ἐξ ἱδρῶτος καὶ πόνου. εἶτα, πῶς ἔτι φησὶν ἄξιον ἐπιβλέψαι με εἰς θυσίαν, ἢ πῶς ἂν ἔτι ποιήσαιμι παραδεκτὸν τὸ ἀπὸ γνώμης [*](c) οὐκ ἀγαθῆς ; θύειν γὰρ ἀκόλουθον ἱλαρῶς, ἑορτάζοντας καὶ εὐφραινομένους. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ τῆς τοῦ Παύλου [*](1. γενέσθω Edd. 3. τὰ assumptum ex Β. 10. χαριστήριον Aub. δεκαταὶ δὲ αὖ] δεκταὶ δεήσεις Β. 19. ἦν εἰκὸς hoc ordine Β. 23. εὑρημένα assuminum ex Β. 24. με assuinptum ex Β.)
Οὐκοῦν εἰ θύοιμεν ἱλαρῶς, ἐποπτεύσει τε καὶ παραδέξεται καὶ ἐπαινέσει Θεὸς, παραδεξάμενος δὲ τιμήσει καὶ εὐλογήσει. εἶναι ’δε φημι τῶν ἀναγκαίων εἰς ὄνησιν τὸ καὶ ἑτέραν τοῖς προκειμένοις ἐφαρμόσαι διάνοιαν. ἐπάρατον μὲν γὰρ ἐποιεῖτο, καὶ μάλα δικαίως, ὁ τῶν ὅλων Θεὸς τὸν βεβηλοῦντα τῶν [*](d Supra ver. 10.) πατέρων τὴν διαθήκην, διὰ ’δε γε τοῦ ὀθνείαις συνάπτεσθαι γυναιξὶν, ἐξωσθεισῶν τῶν ἐκ γένους καὶ ἐπ’ οὐδεμιᾷ πολλάκις αἰτίᾳ κατεγνωσμένων. ᾐτιᾶτο δὲ πρὸς τούτοις τῶν ἱερέων τινὰς, ὡς λαμβάνοντας πρόσωπα ἐν νόμῳ, καὶ δὴ [*](Ib. 9.) καὶ ἔφασκεν “Ἐξολοθρεύσει κύριος τὸν ἄνθρωπον τὸν πόμ’ [*](Ib. 12.) “ οῦντα ταῦτα, ἕως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων Ἰακὼβ, “ καὶ ἐκ προσαγόντων θυσίαν Κυρίῳ παντοκράτουρι.” εἶτα τούτοις προσέθηκεν εὐθύς Ἐκαλύπτετε δάκρυσι τὸ θυσιασιήριον κυριοῦ καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων. τὸ δέ [*](e) Ἐκαλύπτετε, νοητέον ἀντὶ τοῦ Πληροῦσθαι παρεσκευάζετε θρήνων καὶ οἰμωγῆς τὸ θεῖον θυσιαστήριον. γύναιά τε γὰρ τὰ παραλόγως ἐξωσμένα, καὶ οἱ κρίσιν ἄδικον τὴν παρ’ ὑμῶν τῶν ἱερέων ἐκτόπως ὑπομεμενηκότες περιίστανται τὸ θυσαστήριον, τοὺς τῆς ἀδικίας ἀνοιμώζοντες τρόπους καὶ ἐκ κόπων τῶν αὐτοῖς ἐπενηνεγμένων δακρυρροοῦντες ἀσχέτως. εἶτα πῶς ἄρον ἐπιβλέψαι φησὶν εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν [*](a 845 Α.) ἐκ τῶν χειρῶν ὑμῶν ; ὥσπερ γάρ ἐστιν ἀληθὲς τὸ ἐν βίβλῳ τῶν παροιμιῶν γεγραμμένον “ Οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώ- [*](Prov. xix. 13.) “ μάτος ἑταίρας· ” οὕτως οὐκ ἂν λογισθείη καθαρός τε καὶ ἄμωμος ἱερεὺς, εἰ τοῖς θείοις θεσπίσμασιν ἐρρῶσθαι μονονουχὶ φράσας, καὶ τὸν πρέποντα τῆς ἱερουργίας πατήσας [*](3. ὁ Θεός] κύριος Edd, 6. φημι] φησι iid. 9. διαθήκην] διάθεσιν iid. του] + δεῖν iid. 10. ἐξωθηθεισῶν iid. 12. πρόσωπον iid. 14. Ἰακὼβ] Ἰσραὴλ iid. 15. θυσίαν] + τῷ Edd. (Vat.) 18. παρεσκευάζεσθε iid. 19. θεῖον om. Β. 20. τὰ assumptum ex Β. ἐξεωσμέαν Edd. 21. περιΐσταντο iid. 26. τῶν assumptum ex Β. 28. ἄμωμος] ἀμώμητος Edd. ἐῤῥῶσθαι μονονουχὶ] μονονουχὶ καὶ ἐρρῶσθαι iid. 29. ταῖς ἱερουγίαις iid.)
Kαὶ εἴπατε Ἕνεκα τίονς ; δυ’ Κύριος διεμαρτύρατο ἀῶ μέσον σου κω ἀνὰ μέσον γυναικὸς νεότητός σου, ἣν εγκατέλιπες, κὼ αὕτη κοινωός θοῦ καὶ γυνὴ διαθήκης σου, κω οὐκ ἄλλως ἐποίησε, κὼ ὑπόλειμμα πνεύματος αὐτοῦ. κὼ εἴπατε Τί ἄλλο [*](c) ἢ σπέρμα ζητεῖ ὁ Θεός;
Ἐπαιτιωμένου Θεοῦ τὰ τοιάδε συχνῶς, καὶ ἀναπείθοντος μὲν ἀγαπᾶν τὰς ἐκ γένους, ἀποφοιτᾶν δὲ τῶν ἀλλοτρίων, καὶ ἀπονοσφίζεσθαι γάμων οὓς καὶ αὐτὸς ὁ θεῖος ἀπεκήρυξε νόμος, ἀσυνετοῦντες ἔφασκον Τι ἄλλο ἢ σπέρμα ζητεῖ ὁ Θεός ; [*](Exod. xxiii. 26.) εἴρηται, φησὶ, διὰ τῆς Μωυσέως ἐντολῆς “ Οὐκ ἔσται “ ἄγονος οὐδὲ στείρα ἐν υἱοῖς Ἰσραήλ.” ἔφη ’δε που καὶ [*](Gen. xxii. 17.) πρὸς Ἁβραὰμ ὁ τῶν ὅλων Θεός “ Πληθύνων πληθυνῶ [*](d) “ τὸ σπέρμα σου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. ” οὐκοῦν ὁ θεῖος, φησὶ, σκοπὸς εἰς πληθὺν ὁρᾷ καὶ παιδογονίαν, ἵνα καὶ εἰς πέρας ἄγοιτο τὸ πρέπον αὐτῇ τῆς πρὸς Ἁβραὰμ παιδογονίας ἡ χάρις· ἀλλ’ εἴτ' οὖν ἐξ ἀλλοτρίων, εἴτε ἐξ ὁμογενῶν τοῦτο πράττοιτο πρὸς ἡμῶν, ἀδιαφορεῖ τῷ Θεῷ, διεξάγεται γὰρ εἰς πέρας τὸ ἐπηγγελμένον. εἴπατε τοίνυν φησίν Ἔνεκεν τίνος ὁ Κύριος διεμαρτύρατο ἀνὰ μέσον σοῦ [*](2. ὥσπερ] + ἄρα Edd. 4. σεπτῆς] σοφῆς iid. 7. ἕνεκα B. (Alex. XII. 26. 49.) ἕνεκεν F. Edfl. (Vat. c.) cf. infra. ὅτι Κύριος B. (Vat. ℵ) ὁ Κύριος F. Edd. (Alex.VlI.) cf. infra. 9. αὕτη] αὐτὴ Β. οὐκ ἄλλως F. Edd. (23, 106) cf. infia. οὐκαλλως VII. ουκαλος Alex. XII.] οὐκ ἄλλος Β. ουκαλον Vat. ℵ] 10. αὐτοῦ] σου Β. (22. al.) 1 17. που om. Β. 19. ὡς] ὡσεὶ Edd. 22. παιδογονίας] ἐπαγγελίας Edd. 23. ὑμῶν Aubertus.)
Τοῦ νόμου σαφῶς καὶ ἀναφανδὸν διαγορεύοντος, ἐξεῖναι τοῖς ἐθέλουσι προσρίπτειν ταῖς συνηρμοσμέναις βιβλίον ἀποστασίου, καὶ ἀνεγκλήτως ἀπαλλάττεσθαι τῆς συνῳκισμένης, ἐδόκει πὼς ἀντιφέρεσθαι τοῖς πάλαι τεθεσπισμένοις [*](d) μένοις τὰ διὰ τῆς τοῦ Προφήτου φωνῆς, ἄγοντος ὑπὸ δίκην, καὶ παρανομίας ἔγκλημα καταγράφοντος τοῦ τολμῶντος ἐξάγειν καὶ ἀπονοσφίζεσθαι γυναικός. οἰκονομικώτατα τοίνυν διὰ τῶν προκειμένων οὔτε ἄπρακτον ἀποφαίνει τὴν ἀρχαίαν ἐντολὴν, οὔτε μὴν ἀνοσίων ἐγχειρημάτων αὐτὴν ποιεῖσθαι πρόφασιν ἐπιτρέπει τισίν. οὐ γὰρ ἐπειδήπερ ἐφῆκεν ὁ νόμος δίδοσθαι τὸ βιβλίον, διὰ τοῦτο καὶ ἀνεύθυνοι διδόντες ὑμεῖς, ἵνα ταῖς ἀλλοφύλοις προσκέοισθε γυναιξίν. [*](e) ἀλλ’ εἰ καὶ ἔξεστιν ἀποστῆναι γυναίου, καὶ νομικαῖς τοῦτο πράττεσθαι ψήφοις, φυλάξασθε ἐν πνεύματι ὑμῶν τοῦ καταλεῖψαι γυναῖκα τὴν ἐκ νεότητος. τοῦτο γὰρ ἄμεινον, εἰ καὶ ἐφῆκεν ὁ νόμος τοῖς ἐθέλουσι τὴν ἀπόστασιν. Ἐὰν δὲ μισήσας ἐξαποστείλης, λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· τουτέστιν, εἰ πιθανὴν καὶ εὐάφορμον ποιούμενος τὴν ἀποπομπὴν τῷ βιβλίῳ προσγράψειας Ὅτι μεμίσηκά τε, καὶ ἀποστελῶ· εἶτα, [*](847 Α. a)καλύψειέ τις ἀσεβεια τὰ ἐνθυμήματά σου, τουτέστιν, εἰ περικαὶ—ὑμῶν [*](1–4. ὑμῶν λέγει Κύριος] Oniittebant et pergebant tanquam scholion prius producentes Edd. 3. τοῦ om. F. Edd. (Alex.) cf. infra. 4. φυλάξεσθε B.F. (106.) φυλάξασθε Edd. 5. Haec τὴν συνθήκην accesserunt ex B. (22. al.) 6. νόμου] + δὲ Edd. καὶ ἀναφανδὸν om. Β. Statim διηγορευκότος Edd. 10. τὰ om. Aub. 12. ἐξάγειν] προσάγειν Edd. ἐπειδήπερ] + φησιν nd. 17. ἡμεῖς Pont. 19. φυλάξασθε habet Β, του] τὸ iid. 21, 22. Ἐὰν ’δε — τουτέστιν] Ἀλλ' ἐὰν—Ἰσραήλ. Τουτέστιν scholion hic dividentes iid. 24. προσγράψας Migne. μεμίσηκάς τε Aubertus. 24, 25. ἀποστελῶ· εἶτα, καλύψειέ τις ἀσέβεια τὰ ἐνθυμήματά σου, τουτέστιν] ἀποστελῶ· [ἀπεστείλω Migne] Καὶ καλύψει ἀσέβεια ἐπὶ τὰ ἐνθυμήματά σου, Κύριος παντοκράτωρ καὶ φυλάξεσθε ἐν τῷ πν. ὑμῶν καὶ οὐ μὴ ἐγκαταλίπητε. (textum proponentes) Τουτέστιν Edd.)
Οἱ παροξύνοντες τὸν Θεὸν ἐν τοῖς λόγοις ὑμῶ, καὶ εἴπατε Ἐν τίνι παρωξύναμεν αὑτόν; ἐν τῷ λέγειν ὑμᾶς Πᾶς ποιῶν πονηρὸν καλὸν ἐνώπιον Κυρίου, κω ἑ αὐτοῖς αὐτὸς εὐδόκησε, κὼ ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης;
[*](d)Φθάσας Φθάσας ὡς οὐ καθ’ ἕνα τρόπον, κατὰ πολλοὺς δὲ μᾶλλον ὁ τῶν ὅλων Θεὸς ἐπὶ τοὺς ἐξ αἵματος τοῦ Λευὶ κατεπικραίνετο. καὶ ταῖς τῶν ἱερουργῶν ῥᾳθυμίαις ἐπισκήπτων [*](Supra i. 13 Ib. ii. 9.) ἔφασκε “ καὶ εἰσεφέρετε τὰ ἁρπάγματα καὶ τὰ χωλὰ “ καὶ τὰ ἐνοχλούμενα,” προσεπῆγεν δὲ τούτοις “ καὶ ἐλαμ- “ βάνετε πρόσωπα ἐν νόμῳ.” τιμῶντες γὰρ οὐ κατὰ τὸ εἰκὸς, καὶ δι’ αἰδοῦς ἀκαίρου ποιούμενοι τῶν προσιόντων τινὰς, [*](e) κατεδίκαζον οὐχ ὁσίως τοὺς ἀσθενεστέρους, καὶ πλεονεξίας ἐπῆγόν τισιν, οὐ τὰ δίκαια κρίνοντες, κατά γε τὸν νόμον, ἀλλ’ ἐτεραχθῆ καὶ ἄνισον τὴν ψῆφον ἐκφέροντες· ἢ τάχα που καὶ διαρπάζοντες τοὺς οὐδαμόθεν αὐτῇ προσήκοντας κλήρους· ἐφηδόμενοι δὲ καὶ δωροδοκίαις, καὶ ταῖς τῆς ἱερω- [*](1–3. Sic Β. 10. ῥᾳθυμίαις] ἀθυμίαις Edd. 13. πρόσωπον οὐ accessit ex Β. 15. κατεδίκαζον] + μὲν iid. τῶν ἀσθενεστέρων iid. ἐτεραχθῆ] ἑτεραλκῆ iid. cf. siipra 820 c. 18. που om. Β. ἁρπάζοντες Β. αὐτοῖς Edd.)
Χρὴ οὖν ἄρα διαζῆν ἁγίως καὶ ὀρθοποδεῖν ἐν ’Εκκλησίᾳ [*](e) τοὺς ἀπολέκτους ἱερουργοὺς, ἤτοι τοὺς κεκλημένους εἰς ἱερωσύνην. ἔσονται γὰρ οὕτως εἰς ὑποτύπωσιν εὐκοσμίας καὶ ἁπάσης ἀρετῆς τοῖς ὑπὸ χεῖρα λαοῖς, οἳ καὶ τὸν τῶν ὅλων καταγεραίρουσι Θεὸν, τῆς τῶν ἱερέων πολιτείας τὸ λαμπρὸν καὶ ἐξαίρετον καταθεώμενοι κάλλος. καὶ τοῦτο οἶμαί ἐστι [*](S. Matth v. 16.) τὸ διὰ τῆς τοῦ Σωτῆρος φωνῆς ὀρθῶς εἰρημένον “ Λαμψάτω “ τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ “ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν [*](849 Α. a) “ ἐν τοῖς οὐρανοῖς.’’ ὥσπερ γὰρ σκανδαλίζονται λαοὶ, ζῆν ἑλομένων ἐκτόπως τῶν ἱερουργῶν· οὕτω πλείστην τε ὅσην καὶ λίαν ἀμφιλαφῆ κερδανοῦσι τὴν ὄνησιν, εἰ δήπου θεάσαιντο πληροῦντας τὸ ἀγαθὸν, καὶ διαζῆν ᾑρημένους ὡς ἀρέσκει Θεῷ.
[*](Κεφ. γ΄)Ἴδου ἐγὼ ἐξαποστέλλω ἄγγελόν μου, κὼ ἐπιβλέψεται ὁλὸν πρὸ [*](b) προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κὐριος ὃν ὑμεῖς ζητεῖτε, κοὶ ὁ ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς Θέλετε. Φασκόντων ἐκείνων Ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης, εὐαφόρμως λίαν ἐπὶ τὸ Χριστοῦ μυστήριον ὁ τῆς προκειπροσκρούσουσι [*](3. Migne. 4. ὀλιγοψυχίαις assumptum ex Β. 7. Χρὴ] + δὴ Edd. 13. ὀρθῶς om. Β. 17. ἱερουργῶν] ἱερέων iid. 19. θεάσαιντο] θεάσοιντο Pont. θεάσοιτο Aubertus. ᾑρημένους] ἡγουμένους Edd. 20. ἀρέσκει] ἁνδάνει iid. 21. ἐξαποστέλλω Β. ἐξαποστελῶ F. (26. al.) ἀποστελῶ Edd. cf infra. 22. αὐτοῦ Β. (Alex, XII mg.) de Ador. 60 a. ἑαυτοῦ Edd. (Vat. ℵ). 25, Haec Φασκόντων—δικαιοσύνης accesserunt ex B. 26. λίαν om. B. τὸ] + τοῦ Edd.)
Ἤξειν γεμὴν αὐτὸν εἰς τὸν ναὸν αὐτοῦ φησιν, ἢ ὅτι γέγονε σὰρξ ὁ Λόγος, καὶ κατῴκησε, καθάπερ ἐν ναῷ, τῷ ἐκ τῆς [*](b) ἁγίας παρθένου πανάγνῳ σώματι· ἤγουν ἀνθρώπῳ τελείῳ, τῷ ἐκ ψυχῆς λέγω καὶ σώματος, ἀμέσως τε καὶ οἰκονομικῶς ἡνῶσθαι πεπιστευμένῳ. ἣ ναὸν ἁπλῶς ὀνομάζει τὴν οἷον ἱερὰν καὶ ἀνακειμένην αὐτῶ πόλιν, δῆλον δὲ ὅτι τὴν ’Ιερουσαλήμ· ἤγουν ὡς ἐν τύπῳ τῷ πρὸς ἐκείνην τὴν Ἐκκλησίαν. ἐποιεῖτο δὲ τῆς ἑαυτοῦ παρουσίας τὴν ἀνάρρησιν πολυτρόπως [*](S.Matth. iv. 23.) τερατουργῶν, “ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ “ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ, [*](c) καθὰ γέγραπται. ἥξει τοίνυν φησὶν ὁ Κύριος ὃν ὑμεῖς ζητεῖτε, [*](Supra ii. 17.) λέγοντες ἐκ μικροψυχίας “ Ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιο- “ συνῆς;” ἥξει δὲ διδάσκων τὰ ὑπὲρ νόμον καὶ τὰ ἐπέκεινα σκιᾶς καὶ τύπων. ἔσται γὰρ διαθήκης ἄγγελος τῆς πάλαι προηγγελμένης διὰ φωνῆς τοῦ Θεοῦ καὶ Πατρός. ἔφη γάρ [*](Deut. xviii 18) που πρὸς τὸν ἱεροφάντην Μωυσέα “ Προφήτην αὐτοῖς ἀνα- “ στήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω τοὺς “ λόγους μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ “ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ.’’ ὅτι δὲ καινῆς διαθήκης ἄγγελος [*](d) ἦν ὁ Χριστὸς, σαφηνιεῖ λέγων καὶ ὁ μακάριος ῾Ησαΐας [*](Es. ix. 5, 6.) περὶ αὐτοῦ “ Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ “ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι, καὶ θελήσουσιν εἰ “ ἐγενήθησαν πυρίκαυστοι. ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς “ καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται [*](2. γεγένηται Edd. 5. ἀγγέλων iid. 7. αὐτὸν accessit ex Β. 11. ἑνῶσθαι Edd. ante Migne. 17. φησὶν ὁ κύριος hoc ordine Β. 25. ἂν assumptum ex Β. 27–29. ὅτι—πυρίκαυστοι om. Β. 30. ἡ ex Β. ἀρχὴ] + ἐγενήθη Edd. invito Β. (go al.))
Ἰδοὺ ἔρχεται, λέγει Κύριος Παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ;
Ὅμοιον τούτῳ καὶ μάλα προσεοικὸς τὸ διὰ φωνῆς ῾Ησαΐου [*](a 851 A.) “ Ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα, [*](Es.xxxv. 3.4.) “ παρακαλέσατε οἱ ὀλιγόψυχοι τῆ διανοίᾳ, ἰσχύσατε, μὴ “ φοβεῖσθε· ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βρα- [*](Ib.xl.10.) “ χίων μετὰ κυρείας.’’ ὡς γὰρ αὐτὸν δὴ μάλα παρεσόμενον, μᾶλλον δὲ καὶ ἤδη παρόντα καταδεικνὺς, ἀποφαίνεται σαφῶς, ὅτι καὶ ὁ τῆς ἐπιδημίας αὐτοῦ τῆς ἐν τῷδε τῷ κόσμῳ καιρὸς, οὐκ εἰς ἀνάβλησιν ἔσται μακράν. ὅτι δὲ τῆς οἰκονομίας ἡ δύναμις οὐκ εὐκαταφρόνητος ἔσται τισὶν, οὐδ’ ἃν γένοιτο τοῖς [*](b) ἀπειθοῦσιν οἰστὴ, διδάσκει λέγων Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; καὶ εἴσοδον μὲν ὀνομάζει τὴν ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς εἰσβολὴν τοῦ Μονογενοῦς· ὀπτασίαν δὲ τὴν οἷον ἐμφάνειαν. ἄορατος γὰρ κατὰ φύσιν ὑπάρχων ὡς Θεὸς, γέγονεν ἐμφανὴς, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀναλαβών. προανακεκράγει δὲ τοῦτο σαφῶς καὶ ὁ μελῳδὸς ἐν πνεύματι λέγων “ ῾Ο Θεὸς [*](Ps. xlix. 3.) [*](4. δέδωκε Edd. 5. καὶ om. B. 13. ῾Ησαίας Aubertus. 16. φοβῆσθε (sic) Edd. ante Migne. Statim καὶ αὖθ’ ἕτερα add. iid. ὁ Θεὸς ἤμων pro Κύριος—βραχίων iid. 17. Κύρειος B. (22 al.) cf. 572 e. κυρίας Edd. 18. κα om. B, δεικνὺς Edd. 27. προανακέκραγε iid. )
Διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου κὼ ὡς πόα πλυνόντων, κω καθιεῖται χωνεύων κω καθαρίζων ὡς τό ἀργύριον καὶ ὡς τὸ χρυσίον, κω καθαριεῖ τοὺς υἱοὺς Λευὶ [*](b) καὶ χεεῖ αὐτοὺς ὥσπερ τὸ χρυσίον καὶ τὸ ἀργύριον.
Πεποίηται μὲν ἐν τούτοις ὡς ἐξ ὁμοιότητος τῶν καθ’ ἡμᾶς πραγμάτων ὁ λόγος, ἀπόρρητον δὲ μυστηρίου δήλωσιν εἰσκομίσειεν ἂν τοῖς νουνεχεστέροις. ἀργύρου μὲν γὰρ καὶ χρυσοῦ ποιοῦνται δοκιμασίαν οἱ ταῦτα σοφοὶ, πυρὶ κατατήκοντες πᾶν ὅσον ἐν αὐτοῖς ἐστι κίβδηλόν τε καὶ ἀκαλλέστατον. πῦρ δὲ τὸ θεῖον καὶ οὐρανόθεν, τουτέστιν ἡ διὰ τοῦ Ἁγίου Πνεύματος [*](c) χάρις, καθ’ ἢν ἂν γένοιτο καὶ ζῶντας ἡμᾶς ἀποτελεῖσθαι τῶ πνεύματι, ὅταν εἰς νοῦν καθίκοιτο καὶ καρδίαν, ἐνιέντος Χριστοῦ, τότε δὴ τότε πάντα μὲν τὸν ἐξ ἁμαρτίας διασμήχει ῥύπον, καὶ τὸν ἐκ τῶν ἤδη προεπταισμένων δαπανᾶ μολυσμόν· κεκαθαρμένους τε οὕτω καὶ δοκιμωτάτους τοὺς ἔχοντας ἀποτελεῖ, καὶ μονονουχὶ μεταχαλκεύει νοητῶς πρὸς καινότητα ζωῆς, καὶ σκεύη λοιπὸν ἀποφαίνει λαμπρὰ καὶ ἡγιασμένα, καὶ εἰς τίμην κατεσκευασμένα, οἰκίᾳ τε τῇ [*](d 2 Tim. ii. 21, 20.) μεγάλη χρήσιμα, τουτέστι τῇ Ἐκκλησίᾳ. τοῦτο δὴ τὸ θεῖόν τε καὶ νοητὸν κατεσήμανε πῦρ ὁ θεσπέσιος Ἰωάννης, λέγων “ Ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, ἔρχεται δὲ ὀπίσω μου [*](1. τόν assumptum ex Β. 4. γὰρ] οὖν Edd. 7. καὶ prius assumptum ex Β. (Alex. ℵ. XII.) cf. supra 767 b, 8. καθοριεῖ B.F. ℵ. XII.) cf. de Ad. 59 6. καθαρίσει (A.V.). 9. ὥσπερ Edd. (Vat. ℵ manu prima.) Ad. 1. c. ὡς Β. (XII.) 13. χρυσίου Edd. 14. ἀκαλλέστερόν iid. 16. καθ’ ἣν—πνεύματι om. Β. ζῶντας] ζέοντος (?) 22. καινοτάτην ζωὴν iid. 25. κατεσήμαινε Β. 26. ἔρχεται δὲ ὀπίσω μου] ὀπίσω μου ἔρχεται iid.)
Τοιοῦτοι γὰρ ὡς ἐπίπαν τῆς Ἐκκλησίας οἱ λειτουργοὶ, οἷς ἃν ἁρμόσειε, καὶ μάλα εἰκότως, ἐκεῖνο εἰπεῖν τὸ διὰ φωνῆς [*](Ps. lxv. 10.) τοῦ Δαυείδ “ Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς “ ὡς πυροῦται τὸ ἀργύριον.’’ φόρημα μὲν γὰρ τοῖς ἐξ [*](Lev. χωι. 4, 32.) Ἀαρὼν ἡ κατὰ νόμον στολή· τοῖς γεμὴν ἀπολέκτοις ἐν [*](b) Χριστῷ καὶ τεταγμένοις εἰς ἱερουργίαν ἄμφιον ἔσται λαμπρὸν, ἱεροπρεπές τε καὶ ἅγιον αὐτὸς ὁ Κριστός. τοιγάρτοι καὶ ἔφασκε διὰ τῆς τοῦ ψάλλοντος λύρας ὁ Θεὸς καὶ [*](Ps. cxxxi. 16.) Πατὴρ περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας “ τοὺς ἱερεῖς αὐτῆς “ ἐνδύσω σωτηρίαν καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλ- “ λιάσονται.’’ σωτηρία γὰρ αὐτὸς ὁ Χριστὸς τῶν ἰδίων ἱερουργῶν ἄμφιον τὸ ἀξιάγαστον, μᾶλλον δὲ καὶ πάντων [*](Gai. iii. 27.)τῶν πεπιστευκότων “ Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτί- “ σθητε, Χριστὸν ἐνεδύσασθε.”
[*](3. λέγοντος] + τοῦ Edd. 4. βάλλειν iid. ἤθελον Β. 5. αἵματος] + τοῦ ἐξ iid. 6. εἴτουν] ἤγουν iid. 7. καταβολὴν iid. 13. τὴν om. Β. 22. ἐστι Edd. 26. αὐτοῖς iid. ante Migne. 27. ἰδίων] ἁγίων iid. 28 τὸ] τε : πόντων] πρέπον iid.)Καὶ ἔσονται τῶ̣ Κυρίῳ προσάγοντες θυσίας ἐν δικαιοσύνῃ· καὶ ἀρέσει τῷ Κυρίῳ θυσία ’Ιούδα καὶ ’Ιερουσαλὴμ, καθὼς αἱ c ἡμέραι τοῦ αἰῶνος καὶ καθῶς τὰ ἔτη τὰ ἔμπροσθεν.