In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ ἔγραψε βιβλίον μνημοσύνου ἐνώπιον αὐτοῦ τοῖς φοβουμένοις [*](b) τοι κύρω καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτοῦ. καὶ ἔσονταί μοι, λέγει Κύριος Παντοκράτωρ, εἰς ἡμέραν ἥν ἐγὼ ποιῶ εἰς περιποίησιν, καὶ αἱρετιῶ αὐτοὺς ὃν τρόπo αἱρετιεῖ ἄνθρωπος τὸν υἱὸν αὐτοῦ τοι ἔδ’ δουλεύοντα αὐτῷ.

Κατακερτομούντων αὐτοῦ τῶν ἐξ ’Ισραὴλ, καὶ ἀνόσια πεφλυαρηκότων κατ’ αὐτοῦ, “προσέσχε μὲν καὶ εἰσήκουσεν.’’ εἶτα δέον τοῖς ἡμαρτηκόσι τὴν πρέπουσαν ἐπαρτῆσαι δίκην, καὶ τοὺς τῆς ἀθυροστομίας εἰσπράττεσθαι λόγους, παρίησι [*](c) μὲν ὡς Θεὸς ἀμνησικάκως καὶ τοῦτο· ἐγγραφει δὲ βιβλίον μνημοσύνου τοῖς φοβουμένοις αὐτὸν, περὶ ὧν οἶμαί που καὶ [*](1. οἷον om. Β. 7. ἐβαρύνετε Edd. iit supra. 9. ἔτι pro ὄρα iid. 20. αἱρετιεῖ Β. (26, 49.) αἱρετίζει Edd, 21. εὖ assumptum ex Β. (22, 36, 51, 238.) 22. αὐτὸν Edd. 23. πεφλυαρηκότων κατ’ αὐτοῦ hoc ordine Β. 24. ἡμαρτημένοις iid. 25. πράττεσθαι jid. πάρεισι iid. 26. γράφει iid.)

616
αὐτὸς ἔφασκεν ὁ Δαυεὶδ πρὸς τὸν γράφοντα τὸ βιβλίον [*](Ps. cxxxviii. 16.)“ Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται.”

Εὑρήσομεν δὲ αὐτὸν τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν [*](S. Luc. x. 20.) τοῖς ἁγίοις λέγοντα μαθηταῖς “ Μῆ χαίρετε ὅτι τὰ “ δαιμόνια ὑποτάσσεται ὑμῖν· χαίρετε δὲ μᾶλλον, ὅτι τὰ “ ὀνόματα ὑμῶν ἐγράφη ἐν τῷ οὐρανῷ.’ ἐπαρᾶται δὲ καὶ [*](d) σφόδρα εἰκότως ὁ θεσπέσιος Δαυεὶδ τοῖς Ἰουδαίων δήμοις [*](ΠPs. lxviii. 29.) ἀπεκτονόσι Χριστὸν οὕτω λέγων “Ἐξαλειφθήτωσαν ἐκ “βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.” γράφεται τοίνυν τὸ τοῦ μνημοσύνου βιβλίον τοῖς φοβουμένοις Θεὸν, οὓς καὶ οἰκείους ἔσεσθαι φησιν ἑαυτῷ καὶ γνωριμωτάτους κατά γε τὸν τῆς περιποιήσεως καιρὸν, ὅτε καθιεῖται μὲν ὁ Χριστὸς ἐπὶ θρόνου δόξης αὐτοῦ, δορυφορούντων s.Matth. ἀγγέλων, “ καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ [*](S. Matth xxv. 33. 34.) “ ἐρίφια ἐξ εὐωνύμων, καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν Δεῦτε οἱ “ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι- “ μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. τότε γὰρ αὐτοὺς αἱρετιεῖ, τουτέστιν αἱρετοὺς ποιήσεται, παραχωρῶν οὐδὲν εἰς φιλοστοργίαν τοῖς καθ’ ἡμᾶς πατράσιν, οἳ τοῖς ἰδίοις ἐπιγάνυται τέκνοις, ὅταν εἶεν μάλιστα σοφὰ καὶ εὐήνια, καὶ διὰ πλείστης ὅσης αἰδοῦς ποιοῦνται τοὺς φύσαντας.

Καὶ ἐπιστραφήσεσθε καὶ ὄψεσθε ἀνὰ μέσον δικαίου καὶ ανὰ [*](864 Α. a) μέσον ἀδίκου, καὶ ἀνὰ μέσον τοῦ δουλεύοντος τῷ Θεῷ καἰ τοῦ μὴ δουλεύοντος.

τότε δὴ τότε, φησὶ, τῆς οὕτω σαθρᾶς εἰκαιομυθίας ἀποπαυσάμενοι καὶ τὴν ἀκρατῆ καὶ ἀπαίδευτον ἀνακόπτοντες γλῶσσαν, διαλοιδορήσεσθε μὲν οὐκ ἔτι τῷ φιλαρέτῳ Θεῷ, μονονουχὶ δὲ τὴν μέθην ἀποπεμψάμενοι, καὶ οἷον ἐπιστρέτὸ [*](1. assumptum ex Β qui τὸν prius scripsit. 6. ἐγράφησαν Edd. τοῖς οὐρανοῖς iid. καὶ assumptum ex Β. 21. ὅσης accessit ex B. 23. ἀδίκου B.F. (Alex.) ἀνόμου Edd. rf. infra. καὶ alt.] + ἀνὰ μέσον F. (32 al.) 25. σαθρᾶς] λαθρᾶς (sic) Pont. λαθραῖος Aub.)

617
φοντες ἐκ πλάνης, εὖ μάλα καταθρήσετε τί τε καὶ ὅσον ἐστὶ τὸ μεταξὺ δικαίου τε καὶ ἀνόμου, τοῦ δουλεύοντος Θεῷ καὶ τοῦ μὴ δουλεύοντος. οἱ μὲν γὰρ ἄνομοί τε καὶ ἐξήνιοι, καὶ τὸν [*](b) τῆς ὑπ’ αὐτῷ δουλείας ἀποσειόμενοι ζυγὸν, οἰχήσονται πρὸς ἀπώλειαν καὶ εἰς ἀτελεύτητον κόλασιν· “Ἔκει ἔσται ὁ [*](S. Matth. viii. 12.) “ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων,’’ καθ’ ἁ γέγραπται· οἱ δὲ ἀγαθοὶ καὶ φιλόθεοι, καὶ τῶν θείων νόμων ἐπιστήμονες, καὶ ἁπάσης ἀρετῆς ἐπιμεληταὶ, λαμπροὶ καὶ ἡγιασμένοι, τὸν τῆς ἀφθαρσίας ἀναδήσονται στέφανον, καὶ ἐν ταῖς ἄνω γεγονότες μοναῖς, συνδιαιτήσονται μὲν ἁγίοις ἀγγέλοις, κοινωνοὶ δὲ τῆς δόξης ἀποφανέντες χριστοῦ, τοῖς εἰς μακραίωνα βίον ἐντρυφήσουσιν ἀγαθοῖς “Ἂ ὀφθαλμὸς οὐκ [*](c 1 Cor. ii. 9.) “ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ “ ἀνέβη,’’ κατὰ τὸ γεγραμμένον. πλὴν εὐημεροῦντας βλέποντες ἐν τῷδε τῷ βίῳ τοὺς τῆς φαυλότητος ἐραστὰς, γεγόνασι μὲν ἐν λογισμοῖς τῶν ἁγίων τινὲς, οὐκ ἠγνόησαν δὲ ὅτι τοῦ βίου τὸ πέρας ἕξουσιν εἰς ἀπώλειαν. καὶ γοῦν ὁ μακάριος Ἱερεμίας οὕτω πὼς φησί “ Δίκαιος εἶ κύριε, ὅτι “ ἀπολογήσομαι πρὸς σὲ, πλὴν κρίματα λαλήσω πρὸς σέ. “ τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ “ ἀθετοῦντες ἀθετήματα; ἐφύτευσας αὐτοὺς καὶ ἐῤῥιζώ- [*](d) “ θῆσαν· ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν· ἐγγὺς εἶ σὺ “ τοῦ στόματος αὐτῶν, καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν. “ καὶ σὺ, κύριε, γινώσκεις με, ἐδοκίμασας τὴν καρδίαν μου ἐναντίον σου.’’ εἶτα πάλιν φησίν “ Ἅγνισον αὐτοὺς ἐν [*](Ib. 3, 4.) “ ἡμέρᾳ σφαγῆς αὐτῶν. ἕως πότε πενθήσει ἡ γῆ;” ὁρᾷς ὅπως ἐμπέπτωκεν εἰς λογισμῶν δυσχέρειαν, οὐκ ἦγ’ νόησε δὲ τῶν δυσσεβούντων τὸ πέρας. ” Διότι πᾶσα σὰρξ χόρτος, καὶ [*](Es. xl. 6.) “ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου,’’ κατὰ τὸ γεγραμμενον.

[*](e)[*](1. ἐκ πλάνης om. Β. τί τε] τότε Edd. 2. τε assumptum ex Β. 17. τοῦ βίου τὸ hoc ordine Β. 19. κρῖμα iid. 20. ἅπαντες iid. 25. ἐν ἡμέρᾳ] εἰς ἡμέραν iid. (A.V. c.) 27. ἠγνόηκε iid. 28. διότι assiimptum ex B. 29. ἀνθρώπων iid. χόρτους Aubertus. )
618
[*](Κεφ. δ΄.)

Διότι ἰδοὺ ἡμέρα ἔρχεται καιομένη ὡς κλίβνος, καὶ φλέξει αὐτοὺς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ πιοῦντες ἄνομα καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος Παντοκράτωρ, καὶ οὐ μὴ ὑπολειφθῇ ἕε αὐτῶ ῥίζα οὐδὲ κλῆμα.

[*](865 A. a)

Ἐν πυρὶ γὰρ ἔσεσθαι τὴν τῆς κρίσεως ἡμέραν ἐννοεῖν [*](2 8. Pet. iii. 10, 13.) ἀκόλουθον “ἐν ᾗ ἐν ᾗ οἱ οὐρανοὶ μὲν ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα ’δε καυσούμενα λυθήσονται, γῆ ’δε καὶ τὰ ἐν “ αὐτῇ ἔργα κατακαήσεται πάντα. καινοὺς δὲ οὐρανοὺς καὶ “ καινὴν γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν·” ἔφη γὰρ ὧδέ τις τῶν ἁγίων μαθητῶν. ἥξει τοίνυν φησὶν ὡς κλίβανος ἡ ἡμέρα Κυρίου, καὶ καταφλέξει μὲν ἅπαντας τοὺς ἀλλογενεῖς, προσθήσει δὲ τούτοις καὶ τοὺς ποιοῦντας [*](b) τὰ ἄνομα· μία γὰρ ἔσται τις κατ’ ἀμφοῖν ἡ δίκη. ἄθρει δὲ ὅπως ἀστειότατα νυνὶ διαμέμνηται τῶν ἀλλογενῶν. [*](Supra iii. 15.) ἐπειδὴ γὰρ αὐτοὺς ἐμακάριζον λέγοντες “ καὶ νῦν ἡμεῖς “ μακαρίζομεν ἀλλοτρίους, καὶ οἰκοδομοῦνται ποιοῦντες “ ἄνομα, ἀντέστησαν Θεῷ καὶ ἐσώθησαν,’’ ταύτῃτοι καταφλεχθήσεσθαί φησιν αὐτοὺς, ὡς τῇ τοῦ Θεοῦ δόξη πεπολεμηκότας, [*](Rom. i. 25.) καὶ προσκυνεῖν ἑλομένους τῇ κτίσει παρὰ τὸν κτίσαντα.

Λογιούμεθα δὲ καὶ ἑτέρως ἀλλογενεῖς ὀνομάζεσθαι τοὺς [*](c) εἰδωλολάτρας καὶ τοὺς καθ’ ἕτερόν τινα τρόπον ἠλλοτριωμένους τοῦ ἱεροῦ τε καὶ ἀπολέκτου γένους, οἷόν τι φημὶ τοὺς αἱρετικοὺς, περὶ ὧν ἃν λέγοιτο, καὶ μάλα εἰκότως [*](1 S. Joan. ii. 19.) “ Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν “ ἐξ ἡμῶν, μεμενήκεσαν ἃν μεθ’ ἡμῶν.’’ οὗτοι τὴν θείαν [*](3. ἡ prius om. Edd. (147.) 8. λυθήσονται habet Β. g. ἔργα om. Β. Statim κατακαυθήσεται Β. cf. supra 801 init. lO. αὐτοῦ om. B. 14. τις] τοῖς Edd. ante Migne. 15. ὅπως ἀστειότατα] οὕτως ἀστειότητα iid. Statim νῦν Β. 17. οἰκοδομοῦνται Β. ἀνοικοδ. Edd. 18. ὄνομα] + κοὶ iid, invito Β. (Alex, XII.) τοι assumptum ex Β. 20. τὴν κτίσιν Edd. 22. δὲ assuinptvim ex Β. 24. οἷόν τι φημὶ] φημὶ δὴ Β. 27. μεμενήκεσαν habet Β. )

619
εὐγένειαν ἀποβεβληκότες, ἀπονοσφιζόμενοί τε τοῦ ἱεροῦ καὶ ἀπολέκτου γένους τοῦ γεγονότος εἰς περιποίησιν· διὰ πίστεως [*](1 S. Pet. ii. 9.) δὲ δηλονότι τῆς ἐν Χριστῷ· οἱ τοιοῦτοι γοῦν πυρὸς ἔσονται τοῦ παμφάγου τροφή. ἐν ἴσῃ δὲ μοίρᾳ κείσονται παρὰ Θεῷ καὶ οἱ ποιοῦντες ἄνομα, κἂν εἰ ἐγκρίνοιντο τυχὸν τοῖς πεπιστευκόσι [*](d) καὶ ἐξειλεγμένοις, καὶ τὸν φύσει τε καὶ ἀληθῶς εἰδόσι Θεόν. οὐ γὰρ ἀπόχρη τοῦτο αὐτοῖς εἰς ἀπόνιψιν ἁμαρτίας, εἴπερ ἐστὶν ἀληθὲς, ὡς “ πίστις χωρὶς ἔργων νεκρά [*](S Jac. ii. 20.) “ ἐστι.’’ δικαιοῖ μὲν γὰρ ἡ πίστις ἡ εἰς Χριστὸν, καὶ τῆς τῶν προεπταισμένων ἀπαλλάττει κηλῖδος. εἰ δὲ δή τις μετὰ τοῦτο ῥᾴθυμός τε καὶ ἀναπεπτωκὼς εὑρίσκοιτο, πρός τε τὰ σαρκὸς καὶ τὰ τοῦ κόσμου πάθη ἐπιρρεπὴς, νενέκρωκεν οἱονείπως ἐν ἑαυτῶ τὴν πίστιν, προστιθεὶς μὲν οὐδὲν τῶν [*](e) ἐπαίνου μένων, παλινδρομήσας δὲ μᾶλλον ἐπὶ τὴν ἀρχαίαν τοῦ βίου σκαιότητα. περὶ τῶν τοιούτων φησὶ καὶ ὁ θεσπέσιος μαθητής “ κρεῖσσον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι [*](2 S. Pet. ii. 21, 22.) τὴν ὀδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω “ ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· “ συμβέβηκε γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας Κύων “ ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμετον, καὶ ὗς λουσαμένη εἰς “ κύλισμα βορβόρου.’’ οὐκοῦν ἐν ἴσῳ τοῖς ἀλλογενέσι καὶ [*](a 866 A.) οἱ ποιοῦντες ἄνομα, οἳ καὶ ἔσονται καλάμη, καταφλεχθήσονται δὲ οὕτως ὡσανεὶ κἀκείνη πυρὸς ἐπενηνεγμένου. μένου. συνάγεται γὰρ ὁ σῖτος εἰς ἀποθήκην, καθὰ καὶ ὁ Σωτῆρ’ φησι περὶ [*](S.Matth. iii. 12. Ib. xiii. 30.) τῶν ἁγίων θεριστῶν· τὸ δὲ ἄχυρον κατακαίεται πυρὶ ἀσβέστῳ. Ib.xiii. καὶ οὐ μὴ ὑπολειφθῇ αὐτοῖς ῥίζα οὐδὲ κλῆμα, τουτέστιν, οὐδεμίαν ἕξουσιν ἐλπίδα τοῦ καὶ αὖθις ἀναφυῆναι πρὸς ζωὴν, ζωὴν δέ φημι τὴν ἀξιέραστόν τε καὶ ὡς ἐν δόξῃ τῇ παρὰ Θεῷ, τὴν ὡς ἐν ἁγιασμῷ καὶ μακαριότητι νοουμένην. ῥίζης b μὲν γὰρ οὐκ εἰσάπαν ἐκκεκομμένης, οὔτε μὴν κλήματος οἷον ἐκ βάθους ἐξῃρημένου, σώζεταί τις ἐλπὶς τοῦ καὶ [*](3. Haec οἱ τοιοῦτοι γοῦν accesserunt ex Β. 6. τε] δὲ (sic) Edd. 7. πρὸς iid. 8. ὡς] + ἡ iid. 12. ἐπιρρεπὴς accessit ex B. 14. μᾶλλον] πόλιν Β. 20. τὸν ἴδιον ἔμετον Β. τὸ ἴδιον ἐξέραμα Edd. 27. ἀναφῦναι B. )
620
[*](Hiob xiv. 7.) ἀναφῦναι πάλιν· “ Ἔστι γὰρ δένδρῳ ἐλπὶς,” κατὰ τὸ γεγραμμένον· “ ἐὰν γὰρ ἐκκοπῇ, πάλιν ἐπανθήσει, καὶ ὁ ῥάδαμνος “ δὲ αὐτῆς οὐ μὴ ἐκλίπῃ.’’ εἰ δὲ δὴ κάτωθεν καὶ ἐξ αὐτῆς, ὡς ἔφην, ἀναβοθρεύοιτο ῥίζης, καὶ ἀγρίαν τῶν φυμάτων ὑπομένοι τομὴν, συνδιολεῖται πάντως αὐτῶ ἐλπὶς ἅπασα τοῦ καὶ εἰσαῦθις ἀναφυῆναι δύνασθαι πρὸς ζωήν. οὐκοῦν [*](c) ὡς ἐξ ὁμοιότητος τῆς τῶν φυτῶν ἐξῃρῆσθαί φησιν ἅπασαν τῶν φιλαμαρτημόνων μόνων ἐλπίδα. καὶ τοῦτο σαφῶς ὁ [*](Es. Ixvi. 24.) ῾Ησαΐας ἐπαγγέλλεται λέγων “῾Ο σκώληξ αὐτῶν οὐ τελευ- “ τήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται “ εἰς ὅρασιν πάσῃ σαρκί.”

Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά νοῦ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ· κοὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα. καὶ καταπατήσετε [*](d) ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶι ποδῶν ὑμῶ ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποῶ, λέγει Κύριος παντοκράτωρ.

Ἐπέλαμψε μὲν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ὀφθεὶς ἐν [*](S. Joan. i. 14.) τῶδε τῶ κόσμω τὴν καθ’ ἡμᾶς ὁμοίωσιν ὑποδύς· “ Γέγονε γάρ φησι “ σὰρξ ὁ Λόγος καὶ ἐσκήνωσεν ἐν ἡμῖν· ἐν ἀχλύι· δὲ ὄντας καὶ σκότῳ, καθάπερ τις ἥλιος, ταῖς οἰκείαις περιαστράπτει μαρμαρυγαῖς, καὶ τὴν τῆς ἀληθοῦς θεογνωσίας ἀκτῖνα λαμπρὰν ταῖς τῶν πιστευόντων καρδίαις ἐνιεὶς, καθαροὺς ἀπέφηνε καὶ σοφοὺς καὶ ἁπάσης ἀγαθουγίας ἐπιστήμονας. [*](e) ἔδειξε δὲ ἡμῖν ἐν ἑαυτῷ τὸν Πατέρα, διὰ τῆς [*](3. ἐκλίπῃ Β. (Alex.) ita voluit Migne. ἐκλείπῃ Edd. (Vat.) 4. ὡς ἔφην ἀναβοθρεύοιτο ῥίζης] ῥίζης εἰσάπαν ἀναμοχλεύοιτο Edd. φυμάτων] κλημάτων iid. 5. αὐτῷ] + καὶ iid. 6. τὸ pro τοῦ iid. ἀναφῦναι Β. 9. ἐπαγγέλλει iid. 14. σκιρτήσετε] σκιρτάσετε iid. ante Migne. 15. διότι] καὶ F. (22. al.) 16. τῆ om. Β. 17. τοῖς pro ὀφθεὶς Edd. 18. κόσμω] + κα iid. 19. Haec γάρ φησι accesserunt ex Β. 21. περιστράπτων Edd. περιαστράπτων correxit Migne. 22. καρδίαις] ψυχαῖς iid. 24. Πατέρα] + καὶ iid.)

621
ἀπορρήτου μυσταγωγίας εὐτεχνεστάτους ἀποφήνας καὶ σεσοφισμένους, ἔμπλεων τε τὸν νοῦν τῆς περὶ αὐτοῦ γνώσεως ἔχοντας. πλὴν καὶ εἰς τοῦτο φαιδρότητος παρενηνεγμένοι πεπλουτισμένοι τε, καθά φησιν ὁ μακάριος Παῦλος, “ ἐν [*](1 Cor. i. 5.) “ παντὶ λόγῳ καὶ ἐν πάσῃ γνώσει καὶ ἐν πάσῃ σοφίᾳ, “ βλέπομεν ἄρτι ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι, καὶ γινώ- [*](Ib. xiii. 12.) “ σκομεν ἐκ μέρους.’’ ἥξει δὲ κατὰ καιροὺς τὸ τέλειον, [*](a 867 A.) καὶ ἐν πληρεστάτῃ λοιπὸν ἐσόμεθα γνώσει, Χριστοῦ πάλιν ἡμῖν ἐξ οὐρανοῦ ἐπιλάμψαντος, καὶ καταργοῦντος μὲν τὴν ἐκ μέρους καὶ ἐν αἰνίγματι γνῶσιν, καταλάμποντος δὲ ὥσπερ [*](Ib. 9.) τοῖς τελεωτάτοις, καὶ θείου τινὸς καὶ ἀποῤῥήτου φωτὸς ἀναπιμπλάντος τὸν νοῦν, καὶ τῇ τοῦ Ἁγίου Πνεύματος χύσει καταφαιδρύνοντος. ἔφη μὲν γὰρ ὁ θεσπέσιος Παῦλος “Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γνώσεις παυ- [*](b ib. 8.) “ θήσονται.’’ φαμὲν δὲ ὅτι οὐκ ἀπό γε τοῦ γινώσκειν ἐν μέρει ἐπὶ τὸ μηδόλως εἰδέναι τι βαδιούμεθα, πολλοῦ γε καὶ δεῖ. ἐπεὶ τίνα τρόπον ὁ τῆς μελλούσης ἐλπίδος καιρὸς οὐ πρὸς ζημίαν ἔσται ταῖς τῶν ἁγίων ψυχαῖς, εἰ χρὴ πάντως καὶ ὧν ἃν ἔχοιεν ἀπολισθεῖν, οὐ τὰ ἀμείνω κερδαίνοντας, οὐκ ἐπί τινα τῶν ὑπερκειμένων ἱέντας τὸν νοῦν· ἀπεμπολοῦντας δὲ μᾶλλον καὶ τὸ ἤδη πεπορισμένον οὐκ ἀταλαιπώρως ἔσθ’ ὅτε; καταργοῦνται δὲ προφητεῖαι, πεπαύσεται δὲ καὶ γνῶσις, ἐπεισκρινομένης δηλονότι ταῖς ἡμετέραις ψυχαῖς τῆς ἄγαν ὑπερκειμένης. ὥσπερ γὰρ εἴ τις, ἑνὸς ἐν [*](c) οἴκῳ φαίνοντος λύχνου καὶ μετρίαν ἐν τοῖς ὁρῶσιν αὐτὸν ἱέντος αὐγὴν, εἰσκομίσειε λαμπάδα, πᾶσά πὼς ἀνάγκη μονονουχὶ καὶ ἀπρακτεῖν τὸ ἐκείνου φῶς τῇ τοῦ μείζονος [*](1. εὐτεχνεστάτους B. ἀτεχνεστάτους in codice legerat Pontanus, quod εὐτυχεστάτους e conjectura correxit. Statim ἀπέφηνε Edd. 6. ἐν alt. assumptum ex B, 9. οὐρανῶν Edd. τὴν ἐκ μέρους κοὶ ἐν αἰνίγματι] τὸ ἐκ μ. καὶ τὴν ἐν ἐσόπτρῳ καὶ αἰνίγματι iid. 11. τελεωτέροις iid. 14. εἴτε γνώσεις παυθήσονται] καὶ γνώσεις παύσονται iid. 15. ὅτι et γε assumpta ex Β. 16. ἐν μέρει] ἐκ μέρους iid. 18. ζημίας iid. 19. ἔχοιμεν iid. 20. τι iid. 22. καταργοῦνται δὲ] καταργηθήσονται κοὶ iid. 25. ὁρῶσιν αὐτὸν hoc ordine Β. 27. φῶς] + τὴν iid.)
622
ἀμετρίᾳ παραχωροῦν· καὶ ὥσπερ ἡλίου τὴν ὑπ’ οὐρανὸν καταυγάζοντος, ἀδρανὴς ἤδη πὼς ἡ τῶν ἀστέρων ἀπολέλειπται λαμπρότης· οὕτω φαιδροτέρας ἐν ἡμῖν εἰσκεκομισμένης γνώσεως καταργηθήσεταί πὼς ἡ μείων. ἔφη δέ [*](S. Joan. xvi. d) που καὶ ὁ Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις “ ταῦτα ἐν xvi, “ παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται ὥρα, ὅτε οὐκέτι ἐν “ παροιμίαις λαλήσω ὑμῖν· ἀλλ’ ἐν παρρησίᾳ περὶ τοῦ “ Πατὸς ἀπαγγελῶ ὑμῖν.’’

Οὐκοῦν τοῖς ἁγίοις, οἳ καὶ σφόδρα πεφόβηνται τὸ ὄνοματοῦ Θεοῦ, καὶ ἁπάσης ἀρετῆς ἐπιμεληταὶ γεγόνασιν ἐν τῷδε τῷ κόσμῳ, Χριστὸς ἀναλάμψει, καθάπερ τις τῆς δικαιοσύνης ἥλιος τῆς τελειοτάτης γνώσεως τὰς αὐγὰς ἐνιεὶς, καὶ ἁπάσης [*](e) αὐτοὺς ἀπαλλάττων ψυχικῆς ἀρρωστίας, καὶ θλίψεως τῆς ἀρχαίας ὡς ἀπωτάτω τιθείς. τοῦτο γάρ ἐστι τό Ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ· οἷον ὡς ἐπ’ ἀετοῦ καὶ νεοττῶν εἰρημένον, κατ’ ἐκεῖνό που πάντως τὸ διὰ τοῦ πανσόφου Μωυσέως λελεγμένον περὶ Θεοῦ καὶ τῶν ἐξ Αἰγύπτου λελυτρωμένων [*](Deut. xxxii. 11.) “῾Ως ἀετὸς σκεπάσει νοσσιὰν αὐτοῦ, διεὶς τὰς πτέρυγας “ αὐτοῦ, ἐδέξατο αὐτούς. ἔσται τοίνυν φησὶ καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. ἐν μὲν γὰρ τῷ αἰῶνι τούτῳ δεινά πὼς ἐστὶν ἐν ἡμῖν τῆς σαρκὸς τὰ σκιρτήματα· καταθήγει γὰρ [*](868 A. a) τὸν νοῦν εἰς ἐκτόπους ἡδονὰς, ἀγριαίνει δὲ ἐν τοῖς μέλεσιν [*](Cf. Rom. vii. 23.) ἡμων τῆς ἁμαρτίας ό νόμος, εἰ καὶ νικᾶται τύχον δία τῆς τῶν ἁγίων ἐπιεικείας, ἐπαμύνοντος τοῦ Χριστοῦ. καταμεθύει δέ πὼς ὁ νοῦς, καὶ καθ’ ἕτερον τρόπον πειραζόμενος ὑπὸ παθῶν· ἀλαζονεῖαί τε γὰρ ἐπισκήπτουσι, καὶ φιλοδοξίαι κοσμικαὶ καὶ ὀργαὶ καὶ φιλοκέρδειαι καὶ τὰ ἕτερα τῶν κακῶν. [*](2 Cor. i. 22.) ἐπειδὴ δὲ τὸν ἀρραβῶνα τοῦ Πνεύματος διὰ Χριστοῦ πεπλουτήκαμεν, εἰθίσμεθα καὶ κατευμεγεθεῖν τῶν παθῶν, πλὴν [*](b) ἱδρῶτος οὐ δίχα, κατὰ δέ γε τὸν αἰῶνα τὸν μέλλοντα πλήρη [*](3. ἐν assuraptum ex Β. 7. ὑγῖν] πρὸς ὑμᾶς Edd. 8. ἀπαγγελῶ Β. ἀναγγελῶ iid. 11. τῆς assumptum ex Β. 18. σκεπάσει habet Β. (XIII.) ἑαυτοῦ Edd. (XIII.) 21. τῆς σαρκὸς τὰ] τὰ κατὰ σάρκα Β. 23. εἰ] ἡ Pont. ἢ Aub. 27. καὶ pviinum assumptum ex Β. 29. καὶ] τε Edd. 30. Habet δέ γε Β.)

623
τῆς θεογνωσίας ἔχοντες τὴν αὐγὴν, καὶ τὴν τελειότητα τῆς δωρεᾶς τοῦ Ἁγίου Πνεύματος πλουτοῦντες, ἀποδυσάμενοί τε τὴν φθορὰν καὶ τὰ τῆς σαρκὸς πάθη, Θεῷ δουλεύσομεν ὁλοτρόπως, οὐ μεριζόμενοι πρὸς ἁμαρτίαν, οὔτε μὴν ὑπό του τῶν πάλαι παθῶν ἐνοχλούμενοι, ἀλλ’ ἐν ἴσῃ τάξει τοῖς ἁγίοις ἀγγέλοις τὸν καθαρὸν καὶ ἀπήμονα διαζῶντες βίον. γέγραπται γὰρ περὶ τῶν ἁγίων ὅτι ἐπιλήσονται τὴν θλῖψιν [*](Es. ixv. 16. Ib. xxxv. 10.) αὐτῶν, καὶ οὐκ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρδίαν· ἔσται δὲ, φησὶ, “ καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν, “ ὑπὲρ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις καὶ εὐφροσύνη καὶ [*](c) “ ἀγαλλίαμα καταλήψεται αὐτοὺς, ἀπέδρα ὀδύνη καὶ λύπη “ καὶ στεναγμός.’’ ταύτῃτοί φησιν ὁ Προφήτης, ἤτοι Θεὸς ὁ τούτων ἐργάτης καὶ δοτὴρ, ὅτι καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμων ανειμενα. ὥσπερ γὰρ μοσχάρια τὰ ὑπότιτθα δεσμῶν ἀνιέμενα κατασκαίρουσι τῶν ἀγρῶν, ἐν εὐανθεῖ τῇ πόᾳ ἀποπηδῶντά τε καὶ διαμυκώμενα· οὕτω κατὰ καιροὺς οἱ ἅγιοι μονονουχὶ δεσμῶν ἀνιέμενοι τῆς ἐν τῷδε τῷ βίῳ θλίψεως καὶ φροντίδος, ἱδρῶτός τε καὶ πόνων, εἰς τὴν τοῖς ὁσίοις πρέπουσαν εὐθυμίαν ἐκβήσονται, [*](d) πατοῦντες ἀνόμους, οὐ μαχομένους ἔτι καὶ ἀνθεστηκότας, πεσόντας δὲ ἤδη καὶ νενικημένους, καὶ οἷον ὑπὸ πόδας κειμένους, τῷ καὶ ἀνῃρῆσθαι παντελῶς τὸν παρ’ αὐτῶν πόλεμον. “ Οὐ γὰρ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν [*](Ib. 9.) “ πονηρῶν οὐδὲν οὐ μὴ ἀναβῇ ἐκεῖ,” κατὰ τὸ γεγραμμένον· “ ἔσται δὲ μᾶλλον ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται. [*](Ib. 8.) ἀπόλεμος γὰρ καὶ ἀπάσης κηλῖδος ἀπηλλαγμένη κατ’ ἐκεῖνο μάλιστα τοῦ καιροῦ τῶν ἁγίων ἔσται ζωή. [*](e) κω ἰδού ἐγὼ ἀποστέλλω ὑμῖν ῾Ηλίαν τοι Θεσβίτην πρὶν ἐλθεῖν [*](1. τελειότητα τελειοτάτην Edd. 2. πνεύματος πλουτοῦντες hoc ordine Β. 3. τελειότητα λατρεύομεν iid. 6. διαζῶντες] βιοῦντες 10. Haec ὑπὲρ γὰρ κεφαλῆς οὕτων accesserunt ex Β. 1 1, κοὶ assumptum ex Β. 13. κοὶ secundum assumptum ex Β. σκιρτήσεσθε Edd. (26.) 16. πηδῶντά Β. 17. ἀνειμένοι Edd. 18. καὶ assurnptum ex Β. 21 πεσοῦντας iid. ante Migne. 24. οὐ assumptum ex Β. 25. ἁγία] ἀγίων Β. 28. ἀποστέλλω Β. ℵ Alex. XII.) cf. Glaph. 163 c. (MSS.) ἀποστελῶ Edd. (Vat.))
624
τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὅς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καἰ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, ἵνα μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην.

Ἀπόδειξις ἡμερότητος καὶ ἀνεξικακίας Θεοῦ, τὸ καὶ ViXicLv ἡμῖν τὸν Θεσβίτην προαναλάμψαι κατὰ καιροὺς, ὅτε [*](869 A. a) παρέσται λοιπὸν ὁ κριτὴς τοῖς ἀνὰ πᾶσαν τὴν οἴκου μένην προαγγέλλοντα. καταβήσεται γὰρ κριτὴς ἐν τῇ δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, δορυφορούντων ἀγγέλων, καὶ κα- [*](S.Matth. xxvi. 31. Ps. xcv. S. Matth. xvi. 27.) θιεῖται μὲν “ ἐπὶ θρόνου δόξης αὐτοῦ,’’ κρίνων τὴν οἰκουμένην Ps. XCV. ἐν δικαιοσύνῃ, ἀποδώσει δὲ πάντως ἑκάστω κατὰ τὸ ἔργον αὐτοῦ. ἐπειδὴ δὲ ἐν πλείσταις ἐσμὲν ἁμαρτίαις, προβαδίζει χρησίμως ὁ θεσπέσιος προφήτης, εἰς ὁμοψυχίαν ἄγων τοὺς ἐπὶ τῆς γῆς, ἵνα δὴ σύμπαντες εἰς ἑνότητα τὴν διὰ πίστεως ἐνηνεγμένοι, καὶ τῶν εἰς φαυλότητα σπουδασμάτων ἀποπαυσάμενοι, [*](b) πληροῦν ἕλοιντο τὸ ἀγαθὸν, οὕτω τε σωθεῖεν καταφοιτήσαντος τοῦ κριτοῦ. φθάσας μὲν οὖν ὁ μακάριος S. Luc. βαπτιστὴς ’Ιωάννης προῆλθεν “ἐν πνεύματί τε καὶ δυνάμει S.Matth. “ Ἠλίου. ἀλλ’ ὥσπερ αὐτὸς διεκήρυττε λέγων “ ῾Ετοι- “ μάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους “ αὐτοῦ, οὕτω καὶ ὁ θεσπέσιος Ἠλίας ἐγγὺς ὄντα δια- [*](Ps. xcv. 13.) κηρύττει τότε, καὶ ὅσον οὐδέπω παρεσόμενον, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. καὶ νῦν μὲν ἴσως διχονοοῦσί S. Luc. τινες, καὶ μεμέρισται πατὴρ μὲν πρὸς υἱὸν, υἱὸς δὲ πρὸς [*](c) πατέρα. ὁ μὲν γὰρ πεπίστευκεν εἰς Χριστὸν, ὁ δὲ τοῖς ἀπίστοις ἐστὶν ἐναρίθμιος, ἕτεροι δὲ διεστήκασι τῆς ἀλλήλων ἀγάπης, διεσχοινισμένοι πρὸς ἔχθραν καὶ ἀκαταλήκτους ὀργὰς, καὶ τὰς ἐφ’ ὁτῳοῦν τῶν ἐν κόσμῳ πραγμάτων φιλονεικίας. ἀποκαταστήσει γεμὴν ὁ προφήτης, εἰς μίαν [*](3. ἵνα μὴ ἔλθω κοὶ F. Edd. cf. infra. μὴ ἐλθὼν Β. (22. al.) 4. τὸ] τὸν Β. 5. ὅτε] ὅτι correxit Migne. 8. Haec ὁ Υἱὸς accesserunt ex Β. 12. ὁμοψυχίαν] ὀλιγοψυχίαν Β. 14. ἐνηνεγμένοι] συνενηγμένοι Pont. συνηγμένοι Aub. 17. τε assumptum ex Β. 20. αὐτοῦ] τοῦ Θεοῦ ἡμῶν Edd. Ἠλίας habet Β. διακηρύξει iid. 23. ποτὴρ μὲν hoc ordine Β. δὲ] + ὡς ud. 25. ἀπίστοις] ἀποστόλοις iid. 26. διεσχοινισμένοι] διεσχισμένοι iid. 28. προφήτης] + κοὶ iid.)

625
συνάγων πίστιν πάλαι διῃρημένους, καὶ ἀποκαθιστὰς ἄνθρωπον πρὸς τὸν πλησίον αὐτοῦ, ἵνα μὴ ἔλθω φησὶ καὶ πατάξω τὴν γῆν ἄρδην, τουτέστιν ὁλοτρόπως καὶ παντελῶς. ὁρᾷς οὖν ἄρα τὴν ἡμερότητα τοῦ πάντων Δεσπότου. προαναπείθει [*](d) τοὺς ἐπὶ τῆς γῆς, καὶ μονονουχὶ διαμαρτύρεται διὰ τῆς τοῦ Ἡλίου φωνῆς, ὅτι παρέσται κριτὴς, ἵνα ταῖς εἰς τὸ ἄμεινον μεταδρομαῖς τὸν οἰκεῖον ἐπανορθοῦντες βίον οἱ τὸ τηνικάδε ζῶντες ἐπὶ τῆς γῆς, μὴ πικρῷ περιτύχοιεν τῷ δικαστῇ, πέμποντι πρὸς φλόγα καὶ εἰς τὸ σκότος τὸ ἐξώτερον· [*](S.Matth xxv. 30. Ib. 34.) ἀκούσειαν δὲ μᾶλλον “ Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός “ μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν “ ἀπὸ καταβολῆς κόσμου.”

[*](e)

Μνήσθητι τοῦ νόμου Μωυσῆ τοῦ δούλου μου, καΘότι ἐνετεικάμην αὐτῷ ἐν Χωρὴβ πρὸς πάντα τὸv ’Ισραὴλ προστάγματα καὶ δικαιώματα.

Ἀναπείθει πάλιν ἐννοεῖν τοὺς ἐντευξομένους μένους τοῖς τοῦ Προφήτου λόγοις, ὅτι μὴ καινὸν ἢ ἀσύνηθες τὸ ἐπὶ Χριστῷ γέγονε κήρυγμα, μήτε μὴν φωναῖς μόναις ταῖς Μαλαχίου προαπηγγελμένον· ἀλλὰ γὰρ ἄνωθέν τε καὶ ἐξ ἀρχῆς, καὶ ἐκ πρώτων, ἵν οὕτως εἴπωμεν, χρόνων, καθ’ οὓς κέκληται πρὸς θεογνωσίαν ὁ Ἰσραὴλ, ὅτε τοὺς ἐν Χωρὴβ κεχρησμῴδηκε νόμους διὰ Μωυσέως Θεός. καταβέβηκε μὲν γὰρ ὁ [*](a 870 A.) τῶν ὅλων Θεὸς ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐφαίνοντο δὲ καπνοὶ μὲν καὶ φλόγες ὑψοῦ τε διάττουσαι, καὶ πολὺ τοῖς θεωμένοις ἐμποιοῦσαι τὸ δεῖμα· σκότος δὲ ἦν, καὶ γνόφος, καὶ θύελλα, καὶ “ φωνὴ τῆς σάλπιγγος ἤχει Exod [*](2. ἴνα μὴ ἔλθω habet hic Β. 5. τοῦ assumptum ex B. 8. τῶ assumptum ex Β. 13. Μνήσθητι B. (A.V.) Μνησθητε Edd. (ℵ &c.) Statim τοῦ assuraptum ex Β. (106. 239.) 18. φωναῖς post Μαλαχίου transp. Edd. 20. ἵνα iid. 22. Haec διὰ Μωυσέως Θεός accesserunt ex Β. 20. ἠχούσης Edd. )

626
“ μέγα.’’ τότε δὴ τότε περίφοβοι γεγονότες οἱ υἱοὶ Ἰσραὴλ προσήεσαν λέγοντες τῷ μεσίτῃ καὶ παιδαγωγῷ· Μωυσῆς [*](Exod. xx. 19.) οὗτος ἦν· “ Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω ἡμῖν ὁ “ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν.” καὶ δὴ πρὸς ταῦτα Θεός [*](Deut. xviii. 17, 18. b) “ Ὀρθῶς, φησὶ, πάντα ὅσα ἐλάλησαν· Προφήτην αὐτοῖς “ ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω “ τοὺς λόγους μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς “ κατὰ πάντα ὅσα ἐντείλωμαι αὐτῷ.’ ὁρᾷς ὅπως ἐκ μακρῶν τῶν ἄνωθεν χρόνων προανεφώνει Χριστὸν τὸ γράμμα τὸ ἱερόν; ἀλλὰ καὶ αὐτὰς εἰ δὴ βούλοιτό τις βασανίζειν τὰς τοῦ νόμου σκιὰς, Χριστὸν εὑρήσει γραφόμενον, καὶ τὸ [*](S. Joan. v. 46.) ἐπ’ αὐτῷ μυστήριον. καὶ γοῦν ἔφασκεν Ἰουδαίοις “ Εἰ “ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ [*](c) “ ἐκεῖνος ἔγραψε.” πλήρωμα γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

[*](1. οἱ assumptum ex Β. 3. ὑμᾶς (sic) Edd. ante Migne. ἡμῖν] πρὸς ἡμᾶς iid. cf. in Es. 742 c. 5. ἐλάλησα Β. 8. ἐντέλωμαι (sic) Edd. 10. βασανίζειν post νόμου transp. iid. 13. ἂν] + καὶ iid. γὰρ ἐμοῦ hoc ordine B. 16. Ἁγίῳ] παναγίῳ iid. νῦν καὶ ἀεὶ καὶ et τῶν αἰώνων accesserunt ex Β.)