In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ως ὅρασις ἵππων ἡ ὅρασις αὐτῶι, καὶ ὡς ἱππεῖς οὕτω καταὀπίσω [*](4) [*](2. Β, (XII.) ὄπισθεν Edd. (A.V. ℵ) 3. οὐκ ἔστιν Β. (Alex.) οὐκ ἔσται Edd. (Vat.) 4. ἔοικεν ἀποκαλεῖν hoc ordine B. 5. ὀρῶν D. ὄρων Edd. οὐδὲν post αὐτοῖς transp. D. Edd. 6. ἀκατάδευστον D. ἄκατάρδευτον Aub. ἀκατάδευτον Pont. ἀκατάλευστον (sic) B. τῆς ἡμέρας φωτὸς hoc ord. Β. 7. εὐθὺ Edd. ἀρχῇ iid. ἣ] Sic correxi post Migne. ἡ Edd 8. τῶν ὀρέων κορυφαῖς hoc ord. Β. μονονουχὶ καὶ om. Β. 9. κατερυθραίνει iid. ἔσεσθαι post ὄρη transp. iid. 11. Haec τῆς ὄπ assumpta ex Β. τῶν Ἀσσυρίων —νοουμένων nd. 12. αὐτῷ φησὶν hoc oraine B. Statim οὐ iid. 13. τοῦ om. b. .., 15. περιλειφθὲν τύχῃ] περιλειφθείη τυχὸν iid. ἐστὶ καὶ αὐτὸ] καὶ αὐτὸ ἔσται iid. 18. ἂν assumptum ex Β. 20. ἀφειδίαις] αὐθαδείαις iid. 23. εἰ ante ἐπ’ ἀύτης transp. iid. Statim ἐκφέρ. iid.)

316
[*](5 c) διώξονται. ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦται, καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιουσης καλαμην, καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον.

Tὴν ἀκρίδα καὶ τὸν βροῦχον, εἰ δὴ φέροιντο κατὰ χωρῶν καὶ πόλεων, οὐδὲν ἐν μείοσιν ἔσεσθαί φησιν ἵππου τῆς μαχιμωτάτης· κατασκιρτήσει γὰρ οὕτω τῆς γῆς, ὡς τάχα που καὶ ἁρμάτων ἀπομιμήσασθαι κτύπον. ἁπάσαις τε γὰρ [*](d) ἐπιθρώσκουσι κορυφαῖς ὀρέων, καθίπτανται δὲ καὶ βουνοῦ παντὸς, καὶ οἷον φλογὸς ἠχὴν ἀποτελοῦσιν καταπιμπράσης αλάμην. φασὶ γὰρ οὐ δίχα κτύπου πράττεσθαι παρ’ αὐτῶν τῶν ἐν ἀγροῖς τὴν κατάβρωσιν, ἠχὼ δέ τινα τῶν ὀδόντων ἀποτελεῖσθαι βληχηρὰν καὶ κακόφωνον, περιθραυομένων αὐταῖς τῶν ἐμπεπτωκότων, ὡς ἀνέμου φλόγα διαρριπίζοντος. ὄχλῳ δὲ δὴ πάλιν πολεμίων αὐτὴν παρεικάζεσθαι, τὸ ἀπεικὸς οὐδέν· ἄττει γὰρ κατὰ πληθὺν, καὶ ὀλίγα παραχωρεῖ τοῖς [*](e) ἀνδριζομένοις ἐν μάχη. βορὸν γὰρ τὸ χρῆμα καὶ διὰ πληθὺν ἀμέτρητον οὐκ εὐκαταγώνιστον, μᾶλλον δὲ καὶ δυσάντητον. ὁ αὐτὸς δ’ ἂν γένοιτο καὶ περὶ τῶν Ἀσσυρίων λόγος· εἰ δὲ βούλοιτό τις καὶ περὶ αὐτῆς που τάχα τῆς Ῥωμαίων ἐκστρατείας, οἳ δίκην ἀκρίδων κατεδηδόκασιν τὸν Ἰσραὴλ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν χριστὸν ἀνοσίως πεπλημμεληκότα, οὐδ’ οὕτω κακῶς.

[*](4, 5. τὴν ἀκρίδα—καὶ πόλεων om. Β. 5. ἔσεσθαί φησιν hoc ordine B. 6. οὕτω γὰρ κατασκ. inverso ordine Edd. 7. ἀπομιμήσασθαι] ἀπομιμεῖσθαι iid. 9. οἷον assumptum ex Β. ἠχὴν ἀποτελοῦσι hoc ordine Β. 11. τῶν prius om. Aub. κατάπτωσιν pro κατάβρωσιν Edd. 12. βληχηρὰν] βληχρὸν iid. Statim καὶ κακόφωνον accesserunt ex Β. 13. πεπτωκότων Edd. 14. ὄχλῳ δὲ δὴ πάλιν πολεμίων αὐτὴν παρεικάζεσθαι] εἰ δὲ δεῖ πολεμίων ὄχλῳ αὐτὴν παρεικάζεσθαι, πάλιν iid. 15. παραχωρεῖ post ἐν μ. transp. iid. 16. μάχαις iid. 19. καὶ περὶ αὐτῆς που τάχα] τάχα που καὶ περὶ αὐτῆς iid. τῶν post τῆς add. iid. ἐκστρατείας] στρατείας iid. 20. ἀκρίδος iid. Statim κατεδ. post Ἰσραὴλ transp. iid. 21. Haec τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν et ἀνοσίως accesserunt ex Β. 22. οὐδ’ οὕτω κακῶς om. Β.)
317

Ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαώ.

[*](6)

Xρῆμα γὰρ, ὡς ἔφην, ἄμαχον παντελῶς καὶ δυσκαταγώνιστον ἀνθρώποις βρούχου καὶ ἀκρίδος ἐμβολή.

[*](a 216 Α.)

Πᾶν πρόκωπον ὡς πρόσκαυμα χύτρας.

Ἀληθὲς γὰρ, ὅτι δείμασί τε καὶ λύπαις ταῖς ἀφορήτοις ἔσθ’ ὅτε καὶ ἡ τῶν προσώπων ἄνθη μαραίνεται καὶ καταμελαίνεταί πὼς εἰς τὸ ἀκαλλὲς τοῖς ἐκ νοῦ θορύβοις μονονουχὶ μεταχρωννυμένη.

Ὡς μαχηταὶ δραμοῦντα, καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται [*](7) ἐμ τά τείχη.

Kαταθέουσαι γὰρ ἐν ἴσῳ τε τοῖς μαχιμωτάτοις, ὄκνου τε [*](b) ἀμείνους ὑπάρχουσαι καὶ δειμάτων, καὶ αὐτῶν ὑπεραρθήσονται τῶν τυχῶν, θρασεῖαν ὥσπερ τινὰ μελετῶσαι τὴν ἐμβολήν.

Kαὶ ἕκαστος ἐὺ τῇ ὁδῷ αὐτοῦ πορεύσεται, κω οὐ μὴ ἐκκλίνωσιν τὰς τρίβους αὐτῶ, καὶ ἕκαστος ἀπὸ του ἀδελφοῦ αὐτοῦ οὐκ [*](8) ἀφέξεται.