In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Αβασίλευτον μὲν ἡ ἀκρὶς, ἐκστρατεύει γεμὴν ἀφ’ ἑνὸς κελεύσματος εὐτάκτως. φασὶ δὲ αὐτὰς στοιχηδὸν ἰέναι, καὶ ὡς ἐν τάξει διίπτασθαι, καὶ ἥκιστα μὲν ἀπονοσφίζεσθαι, περιέπειν δὲ οὕτως ἀλλήλας, ὡσανεὶ καὶ ἀδελφοὶ, φύσεως [*](e) αὐτῆς βραβευούσης τὸ φιλάλληλον.

[*](2. παντελῶς καὶ δυσκ.] Sic edidi. καὶ δυσκ. παντελῶς Edd. παντελῶς καὶ δυσκ. παντελῶς(?) Β. 9. δραμοῦνται Β. διαδραμοῦνται F. Edd. (Co.) 11, Καταθεουσαι] Καταθέσουσι Edd. καταθέ[υ]σουσι Migne. τε prius assumptum ex Β 16. αὐτοῦ om. Edd. 18. μὲν] γὰρ iid. μὲν γὰρ pro γεμὴν iid. Statim ἐξ pro ἀφ’ nd. 19. κελεύσματος εὐτάκτως hoc ord. Β. 21. ἀδελφαὶ iid.)
318

Καταβαρυνόμενοι ἐι τοῖς ὅπλοις αὐτῶ πορεύσονται.

Ὅπλα δὲ οἶμαί που τοὺς ὀδόντας φησὶ, δι’ ὧν αὐταῖς ὁ πόλεμος, καὶ τὰ ὡς ἐν μάχη κατορθώματα, δαπανωμένης μὲν πόας, ληίου δὲ πίπτοντος, καὶ φυτῶν αὐαινομένων.

[*](d)

Kαὶ ἐν τοῖς βέλεσιν αὐτῶι πεσοῦνται, κω οὐ μὴ συντελέσωσιν.

Bάλλουσι μὲν ἀκρίδες οὐ βελῶν ἀκίσι τοὺς πολεμουμένουσ, ἀλλ’ οὐδὲ τόξον αὐταῖς ἐντείνεται· πόθεν; κατακρούουσι δὲ ὥσπερ ταῖς τῶν ἐδωδίμων καταφθοραῖς, καὶ τοῖς λιμοῦ καὶ ἐνδείας δείμασιν. ὅτι δὲ καὶ αὐτοῖς τοῖς ὑπὸ τοιάνδε πεσοῦσι συμφορὰν οὐκ ἂν ἐξαρκέσειε τὸ ἀπολέσθαι τὰ ἐν ἀγροῖς, ἀλλὰ γὰρ καὶ οἴκοις αὐτοῖς καὶ πόλεσιν εἰσπεφοιτηκότα καὶ παρενοχλοῦντα δεινῶς, τὸν ἐκ τῶν ἀκρίδων [*](e) ἕξουσι στρατὸν, ἤγουν καὶ αὐτὸν τὸν Ἀσσύριον, παρέδειξεν εἰπών Καὶ οὐ μὴ συντελέσωσιν. ὅμοιον ὡς εἰ λέγοι Καὶ τοῦτο οὐκ ἔσται τὸ τῆς ὀργῆς πέρας, παρέλθοι δ’ ἂν καὶ ἐπέκεινα· φησὶ γάρ·

[*](9)

Tῆς πόλεως ἐπιλήψονται, καὶ ἐΜ τῶι τειχέων δραμούνται, καὶ ἐπὶ τὰς οἰκιας ἀναβήσονται, καὶ διὰ θυρίδων [*](10) ὡς κλέπται. πρὸ προσώπου αὐτῶ συγχυθήσεται ἡ γῆ, καὶ σεισθήσεται ὁ οὐρανὸς, ὁ ἥλιός τε κω ἡ σελήνη συσκοτάσουσι κὼ τὰ ἄροτρα οὐ δώσουσι τὸ φέγγος αὐτῶ.

[*](217 Α. a)

Ἀκούεις ὅτι καταπτήσονται μὲν καὶ αὐτῶν τῶν τειχῶν, [*](3. μάχαις Edd. 5. συντελέσωσιν B.F. (26. al.) συντελεσθῶσιν Edd. (Vat.) 6. μὲν] + γὰρ D. 7. ἐντείνεται· πόθεν;] Sic edidi ex D. ἐντείνεταί ποθεν Edd. κατακρούουσι] κατακτείνουσι iid. 8. ταῖς assumplum ex B.D. καταφθοραῖς D. Edd. καταφοραῖς Β. λιμοῖς Edd. 9. καὶ alt. om. Β. invito D. τοῖς πεσοῦσιν αὐτοῖς ὑπὸ τὴν τοιόνδε Β. invito D. 15. δ’ ἀν’] δὲ Edd. 16. φησὶ γάρ om. Β., γὰρ post τῆς (lin. seq.) addens. 19. αὐγῶν Β. Pont. ℵ Alex. XII.) αὐτοῦ Aub. (Vat.) πηγὴ pro ἡ γῆ (sic) Β. 20. τε assumptum ex B. 21. οὐ δώσουσι Β. (XII. 42, 86, 240.) δύσουσι Edd.)

319
καὶ οἷον αὐτὴν καταδῃοῦσαι τὴν πόαν, ἐν ἴσῳ τοῖς εἰωθόσι λωποδυτεῖν, διὰ θυρίδων ἐμβαλοῦσι, συγχέουσαι δήμους, καὶ μονονουχὶ διακυκῶσαι τὸ πᾶν, ὡς ἤδη δοκεῖν καὶ αὐτὸν δεδονῆσθαι τὸν οὐρανὸν, ἥλιον δὲ καὶ σελήνην, καὶ μέντοι καὶ ἄστρα τὸ οἰκεῖον ὥσπερ ἀνακόψαι σέλας. γέγονε δὲ πάλιν ἐν τούτοις ἡμῖν ὑπερβολικὸς ὁ λόγος, δύσοιστόν τε καὶ πολυαλγῆ τοῖς ἐνοικοῦσι τὴν γῆν τὴν συμφορὰν ἀποφαίνων. ἀτρεκὴς δὲ ὁ λόγος, κἂν εἰ νοοῖτο πάλιν ὡς ἐπ’ ἀνθρώπων [*](b) στρατιᾶς, εἰ καταθεῖν ἕλοιντο χώρας τε καὶ πόλεως. ἐν ἴσῳ γὰρ ταῖς ἀκρίσι τὰ πάντα περιχεόμενοι, διαλυμαίνονται μὲν ἀγροῖς, καταθλίβουσι δὲ καὶ πόλεις, τειχῶν τε ὑπεραιρόμενοι καὶ οἴκοις αὐτοῖς ἐπεισθέοντες, καὶ τοῖς ἀπὸ σεισμοῦ δείμασι φιλονεικοῦντες εἰς ἀγριότητα.

Καὶ κυριος δώσει φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ· [*](11) ὅτι πολλH́ ἐστι σφόδρα ἡ παρεμβολὴ αὐτοῦ, ὅτι ὀχυρὰ ἔργα [*](c) λόγων αὐτοῦ· διότι μεγάλη ἣ ἡμέρα του Κυρίου, μεγάλη καὶ ἐπιφανὴς σφόδρα· καὶ τίς έσται ἱκανὸς αὐτῇ;

Ἔφην ἤδη φθάσας, ὅτι σκοπὸς τῷ προφήτῃ δεινὴν καὶ δυσδιακόμιστον ἀποφῆναι τὴν συμφορὰν, ἵνα δὴ μεταχωροῖεν ἐπὶ τὸ ἐθέλειν ἤδη τὰ ἀμείνω τε δρᾶν, καὶ μὴν καὶ βουλεύεσθαι σωφρονέστερον, οἱ ταῖς εἰς φαυλότητα παρατροπαῖς λελυπηκότες τὸν νομοθέτην. οἶδε γὰρ οἶδεν ἡ τῶν ἀλγημάτων ὑπερβολὴ μετακομίζειν εὐκόλως ὡς ἐξ ἀνάγκης τινὰς ἐπί γε τὸ ἑλέσθαι δρᾶν τὰ ἁνδάνοντα λοιπὸν τῷ σώζειν οἵῳ τε καὶ [*](d) ἀπαλλάττειν ἰσχύοντι. δώσει δὴ οὖν ὁ Κύριός φησι τὴν φωνὴν [*](2. λωποδυτεῖν] + καὶ Edd. συγχέουσαι δήμους hoc ordine Β. 3. διακυκλῶσαι iid. 7. ἐνοικ. τὴν γῆν] τὴν γῆν οἰκοῦσι iid. 8. νοοῖτο πάλιν post στρατ. transp. iid. Statim ὡς assumptum ex Β. 9. στρατιαῖς iid. χώραν Wd. πόλεις ud. II. ἀγροὺς nd. τε assumptuni ex B. 14. καὶ] + ὁ Edd. (91. 153.) 16. λόγου Β. τοῦ assumplum ex Β. (ℵ Alex. XII suprascriptum.) 17. Haec καὶ τίς ἔσται ἱκανὸς αὐτῇ serunt ex Β. Scholion sequens in duo post φήμην (320. 20.) dividebant Edd. 20. ἤδη post τε transp. iid. 22. οἶδε alt. om. B. 23. τινὰς ante ὡς tr. iid. 24. εἰωθότι pro οἵῳ τε iid. 25. φησι assumptuin ex B.)

320
αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, μονονουχὶ στρατηγῶν καὶ παραθήγων ὡς ἐπ’ ἐχθρούς. πρέποι γὰρ ἃν οὐχ ἑτέρῳ τῳ μᾶλλον, πλὴν ὅτι τοῖς προασπίζουσι καὶ τῶν ἄλλων προτεταγμένοις, τὸ διεγείρειν τὸ μάχιμον καὶ οἰκείαν ἡγεῖσθαι τὴν παρεμβολήν. ὑπεμφαίνει δὲ δι’ αὐτῶν, ὅτι μὴ αὐτόματον ἔχει τὰ δεινὰ τὴν ἔφοδον, μήτε μὴν ἐκ τοῦ παρατυχόντος [*](e) συμβέβηκεν ἁπλῶς, ἀλλ’ ὅτι μᾶλλον ἐπενήνεκται παρὰ Θεοῦ, λελυπημένου δηλονότι καὶ ὁσίως ἤδη κολάζοντος. καταπτοεῖ δὲ αὐτοὺς, πλείστην τε ὅσην εἶναι λέγων τὴν παρεμβοὴν, καὶ ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ. ἀμήχανον δὲ μὴ πάντη τε καὶ πάντως εἰς πέρας ἐλθεῖν, ὅπερ ἂν προστάττοι γενέσθαι Θεός. καὶ γοῦν ἔφη πρός τινα τῶν ἁγίων προφητῶν· Ἱερεμίας [*](Hier. xxiii. 29.) οὗτος ἦν· “Οὐχ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει [*](218 Α. a) κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν; διικνεῖται γὰρ ὥσπερ διὰ παντὸς ὁ τοῦ Θεοῦ λόγος, καὶ οἷς ἂν φθέγξαιτο τὸ ἀντιστατοῦν οὐδὲν, εἴκει δὲ μᾶλλον καὶ τὰ σκληρὰ καὶ ἀντίτυπα· καταθραύεται γὰρ εὐκόλως, καὶ τοῖς δεσποτικοῖς θελήμασι καὶ οὐχ ἑκόντα παραχωρεῖ. μεγάλη δὴ οὖν καὶ επιφανης ἡ ἡμερα, φησὶ, διὰ τὴν εἰς ἅπαντας ἀνθρώπους τῶν ἐπαχθησομένων δεινῶν διατρέχουσαν φήμην. καὶ τίς ἔσται [*](b) ἱκανὸς αὐτῇ; τουτέστιν, οὐδεὶς ἂν γένοιτο τῶν ἐπὶ γῆς ἀτεράμων οὕτως καὶ εὐσθενὴς, ὡς ἀντεξάγειν δύνασθαι ταῖς θείαις ὀργαῖς. καὶ σοφὸς ἦν ἄγαν ὁ θεσπέσιος Δαυεὶδ ἀνα- [*](Ps. lxxv. 8.) κεκραγὼς πρὸς Θεόν “Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστή- “σεταί σοι ἀπὸ τῆς ὀργῆς σου;”

[*](12)