In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Εἰ δὲ δή τις οἴοιτο καὶ εἰς ἐξήγησιν ἠθικὴν ταυτὶ δὴ χρῆναι μετακομίζεσθαι, φρονήσει καλῶς. παρεικαστέον γὰρ ἀρεταῖς καὶ τοῖς εἰς νοῦν κατορθώμασιν, ἄμπελον, συκῆν, [*](d) καὶ τὰ ἕτερα τῶν ξύλων, ἃ καρποῖς ὡραίοις στεφανοῦσθαι φιλεῖ. ἀλλ’ εἰ μέν τις εἴη σοφὸς καὶ ἀγχίνους, καὶ αὐχημάτων ἀγαθῶν ἐπιμελητὴς, εὐανθῆ τε καὶ εὔξυλον τὸν εἰς νοῦν καὶ καρδίαν φορέσει κῆπον, πολυειδῆ τρέφων ἐν ἑαυτῷ τὴν ἀρετὴν, καὶ πάντα τρόπον ἐπιεικείας. εἰ δὲ δὴ ῥᾴθυμος καὶ φιλήδονος, καὶ πολὺ λίαν ἐκνενευκὼς ἐπὶ τὰ αἰσχίω, καταθρηνήσει πάντως, μαραινομένης αὐτῷ τῆς ἐπιεικείας, καὶ πολλὴν παθόντος τὴν ἀκαρπίαν τοῦ νοῦ. ἐπιμελητέον e δὴ οὖν τοῖς ἐχέφροσι τῶν ἐν καρδίαις ἀγαθῶν, ἃ δὴ προσέσται πάντως, εἰ ἐπί γε σφίσιν αὐτοῖς εὐφραίνειν ἕλοιντο ταῖς ἐπιεικείαις τὸν τῶν οὐρανίων χαρισμάτων δοτῆρα Θεόν.

Περιξώσασθε καὶ κόπτεσθε οἱ ἱερεῖς;, θρηνεῖτε οἱ λειτουργοῦντες [*](13) τῶ θυσιαστηρίῳ· εἰσέλθετε, ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες Θεῷ· ὅτι ἀπέσχεν ἐξ οἴκου θεοῦ ἡμῶν Θύμα καὶ σπονδή.

Αἴρει μὲν ὥσπερ καὶ διὰ τούτων ὑψοῦ τὰ συμβεβηκότα, [*](a 209 Α.) καὶ ἐν ἀφορήτοις ποιεῖται δείμασι, πλείστης μὲν ὅσης δεῖσθαι λιτῆς τὸ πρᾶγμα δηλῶν, διά γε τοῦ χρῆναι καὶ αὐτοὺς κατοιμώζειν τοὺς ἱερέας. πλὴν ἔχει τι καὶ εὐτεχνὲς ὁ λόγος. ἐπειδὴ γὰρ τοῖς τῶν εἰδώλων τεμένεσιν ἀβουλότατα προσιζήσαντες, καίτοι Θεοῦ καταπαίοντος ἐξ ὀργῆς, ἐζήτουν ἐκεῖ- θεν τὰς ἐπικουρίας, ἀπονέμει χρησίμως ὁ τῶν ὅλων Θεὸς [*](1. καὶ assumpturn ex Β. δὴ alt. om. Β. 2. μετακομίζειν Edd. 3. ἄμπελον] + καὶ iid. 8. τὴν ἀρετὴν τρέφων ἐν ἑαυτῷ inv. ord. iid. 11. τὴν assumptum ex Β. 13. Haec ταῖς ἐπιεικείαις accesserunt ex B. 14. ἀγαθῶν pro χάρισμ’. iid. Θεόν accessit ex B. 16. τῷ assumptum ex B. F. (42.) 17. ἀπέσχεν B. in Es. 315 e. ἀπέσχηκεν Edd. (A.V. c.) ἐξ] ἐκ τοῦ Β. ἡμῶν Β. (20. al.) ὑμῶν Edd. (A.V. al.) Glaph. 385 b. (Mss. 2.) In Es. 1. C. 19. ὕψι Edd. 21. πρᾶγμα] χρῆμα lid. 22. ἱερεῖς iid. 25. τὰς ἐπικ. ἐζήτουν ἐκεῖθεν inv. ord. iid.)

306
τοῖς ἰδίοις ἱερουργοῖς τὸ καθηγεῖσθαι λιτῆς, καὶ προεστάναι [*](b) τληπαθῶς τῶν εἰς μετάγνωσιν σπουδασμάτων, ἵν εἰδεῖεν οἱ πεπλημμεληκότες, ὡς εἰ μὴ Θεῷ μᾶλλον ἕλοιντο τὰ φίλα ζητεῖν, καὶ αὐτῷ προσάγοιεν τὰς λιτὰς, οὐκ ἂν διακρούσαιντο τὴν ὀργήν. χρῆναι δὴ οὖν ἔφη τοὺς ἱερατεύοντας, μονονουχὶ καὶ δανείζειν τοῖς ἄλλοις τοὺς ἐπὶ ταῖς λιταῖς πόνους, κοπετόν τε καὶ θρῆνον καὶ σάκκου περιβολὴν, δι’ οὗ σημαίνεται τρυφῆς τε καὶ ἀναπαύλης ἀπόθεσις, σκληραγωγία τε καὶ πόνος, καὶ ζωῆς ἁγιοπρεποῦς ὀρθὴ καὶ ἀμώμητος ἐπιτήδευσις. εἶτα [*](c) τοῦ πόνου τὴν αἰτίαν ἐναργῆ καθιστὰς, ἀπεσχηκεναι φησὶν ἐξ οἴκου Θεοῦ θυσίαν καὶ σπονδήν· δριμὺς ὁ λόγος· οὐ γὰρ ἐνηνέχθαι πρὸς τὸ μεῖον, ἤγουν ἠλαττῶσθαί φησι θυσίαι ἰαὶ σπονδὴν, ἀπεσχηκεναιι δὲ μᾶλλον, ὅπερ ἐστὶ παντελοῦς ἀνατροπῆς σημαντικόν. δεινὸν δὲ τὸ χρῆμα καὶ δυσαχθὲς ἀληθῶς τοῖς λαῶν προεστηκόσιν, εἰ κατὰ μηδένα τρόπον παρὰ τῶν ὑπεζευγμένων θεραπεύοιτο Θεός.

[*](14)

Ἀγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους, [*](d) πάντας τοὺς κατοικοῦντας τὴν γῆς εἰς οἶκον θεοῦ ἡμῶν, καὶ [*](15) κεκράξατε πρὸς Κύριον ἐντενῶς, οἴμοι, οἴμοι, εἰς ὑμέραν.

Tίνα δὴ τρόπον προσήκει ποιεῖσθαι τὸ πένθος αὐτοὺς, διατρανοῖ πάλιν, καὶ εἰσηγητὴς αὐτοῖς σοφὸς φαίνεται τῆς εἰς μετάγνωσιν ὁδοῦ, καὶ τὰ δι’ ὧν ἂν γένοιτο πρᾷός τε καὶ εὐμενὴς ὁ τῶν ὅλων Θεὸς, καταδεικνύει σαφῶς. τοῦτο δὴ [*](1. λιταῖς Edd. τληπ. προεστ. inv. ord. iid. 3. πεπλημμεληκότες] πεπληγότες iid. Θεὸν iid. ante Micfne. 6. ἐπὶ B. b. ἐν Edd, κοπετόν] κωκυτόν iid. 8. τε assumptuin ex B. b. ἀναπαύσεως pro ἀναπαύλης Β. τε alt. assumptum ex b. 11. Θεοῦ B. Κυρίου Edd. 12. ἐνηνέχθαι post μεῖον transp. iid. invitis B. b. γοῦν assumptum ex B. 13. παντελοῦς b. παντελῶς Edd. 16. πορὰ] ὑπὸ Edd. invitis B. b. 18. τοὺς assumptuin ex B. (51. al.) τὴν assumptum ex B. (22. al.) ἡμῶν Β. (26. al.) ὑμῶν Edd. 19. κεκράξατε Edd. κράξατε Β. (23, 185.) sed cf. Pasch. Hom. viii. 107 e. οἴμοι οἴμοι] + οἶμοι Edd. invito Β. (42, 49, 106) cf. in Es. 315 e. 20. αὐτοὺς ποιεῖσθαι πρ. τὸ πένθος inverso ordine Edd. 21. ὑφηγητὴς iid. Statim αὐτοῖς σόφ’. boc ordine Β. 22. τε assnraptum ex B. 23. ὁ τῶν ὅλων Θεὸς om. Β. καταδείκνυσι Edd. σοφῶς assuniptum cx Β.)

307
ἦν, οἶμαι, καὶ ἀνακόψαι θέλοντος τὴν ὀργὴν, καὶ ἀφανίσαι τὸ λυποῦν, καὶ περιστεῖλαι τὸ βλάπτον, ἐπιδοῦναί τε πάλιν [*](e) αὐτοῖς τὸ εὐημερεῖν, καὶ διαχεῖσθαι τοῖς ἀγαθοῖς. ἔφη τοίνυν ὅτι, ἁγιάστε νηστέίαν, τουτέστιν, ὡς ἐν ἀναθήματος ποιεῖσθε τάξει, καὶ ὡς ἐν θυσίας τρόπῳ τὴν πάναγνον ἀληθῶς καὶ ἀμώμητον νηστείαν. οὐ γὰρ δὴ προσήκει ταῖς μὲν ἀσιτίαις κατατήκεσθαι τὸ σαρκίον, δρᾶν δὲ δὴ αὐτοὺς νενηστευκότας τὰ ἐφ’ οἷς ἂν εἰκότως παροτρύνοιτο Θεός. εἰ γὰρ μέλλοιμεν ἐν καιρῷ νηστείας τῶν ἰδίων οὐκ ἀποπαύεσθαι θελημάτων, ὑπονύττειν δὲ τοὺς ὑποχειρίους “Εἰς κρίσιν τε καὶ μάχας, [*](Es. lviii. 4.) “τύπτειν τε πυγμαῖς ταπεινὸν κατὰ τὸ γεγραμμένον, οὔπω [*](a 210 A.) νενηστεύκαμεν ἁγίως τε καὶ καθαρῶς· πόνων δὲ ζημίας ὑπομενοῦμεν εἰκότως Θεοῦ διακεκραγότος “Οὐχὶ ταύτην τὴν [*](Ib. 5.) “ νηστείαν ἐγὼ ἐξελεξάμην λέγει Κύριος.” δεῖ δὴ οὖν ἀποσχέσθαι φαυλότητος, ἕπεσθαί τε, καὶ μάλα νεανικῶς, τοῖς τοῦ νομοθέτου δόγμασιν, ἀπευθύνοντας τὴν καρδίαν πρὸς πᾶν ὁτιοῦν τῶν ἄρες κοντῶν αὐτῷ, καὶ τὸν τῆς διανοίας ὑποφέροντας αὐχένα, ψάλλοντάς τε καὶ λέγοντας “ Ἴδε τὴν [*](Ps. xxiv. 18.) “ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς [*](b) “ἁμαρτίας μου·” καὶ μὴν πρὸς τῷδε κἀκεῖνο τὸ προφητικόν “Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ κύριος ὁ Θεὸς [*](Hier. iii. 22.) “ἡμῶν εἶ.’’ παράστασις γὰρ ἥδε πνευματικὴ καὶ θυσία καθαρὰ καὶ ἁνδάνουσα τῷ Θεῷ “ὑπὲρ μόσχον νέον,’’ ὑπὲρ [*](Ps. lxviii. 32.) ἀμνον ἐκ ποιμνίων, ὑπὲρ ἔριφον ἐξ αἰγῶν, ὑπὲρ σεμίδαλιν καὶ λιβανωτόν. πνευματικαῖς “ γὰρ θυσίαις εὐαρεστεῖται [*](Heb xiii. 16.) “Θεός.’’ ἁγιάζοντες δὲ τὴν νηστειαν, κηρύξω μὲν θεραπείαν, τουτέστι, τὴν τῶν θείων θελημάτων ἐκπλήρωσιν, ἧ δὴ καὶ [*](4. ὅτι assumptum ex Β. 5. θυσίας] εὐσεβείας Β. τὴν] + ὡς Edd. invitis Β. b. Statim ἁληθῶς πανάγιον pro πόναγνον ἀληθῶς Edd. invitis Β. b. 7. δὴ assumptum ex B.b. 8. εἰκότως accessit ex B. 10 ὑπονύπτειν (sic) Edd. ante Migne. II. γένος pro γεγραμμένον iid. 12. ἁγίως τε κοὶ καθαρῶς] ὡς δεῖ iid. 13. ὑπομένομεν iid. ante Migne. οὐ γὰρ pro οὐχὶ iid. 14. ἐγὼ om. B. (A.V.) λέγει κύριος assuinpta ex B. (XII.) 16. ἐπευθύνοντας τὴν κ. hoc ordine Β. 20. μου assumptutn ex Β. μὴν] μὲν Edd. ante Migne. 22. Haec θυσία καθαρὰ καὶ accesseriint ex Β. 23—308. 3. ὑπὲρ μόσχον νέον — λόγους om. Β. 26, 27. Haec δὲ—ἐκπλήρωσιν ἱν reperiuntiir in b. 26. κηρύξωμεν] κηρύξατε b.)
308
πρεπόντως παρέποιτο ἃν τὸ εὐθὺ, τὸ εὐάγωγον τοῦ τρόπου, [*](c) τὸ πρὸς πᾶν ὁτιοῦν ἕτοιμον τῶν εἰς εὐσεβείας λόγους· ἐπιτελέσομεν δὲ τῆς θεραπείας τοὺς τρόπους, συνειλεγμένων ἐν ἐκκλησίαις τῶν ἐκ γερουσίας, συνδεδραμηκότων δὲ καὶ ἁπάντων τῶν κατοικουντων τὴν γῆν, κλαόντων τε καὶ μάλα συντόνως εἰς ὅλην ἡμέραν, καὶ ἀραρότως διακειμένων, ὅτι πάντη τε καὶ πάντως ἐλεήσει Θεός· ἔστι γὰρ Exod. xxxiv. 6. “Μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς,” “Ἐξαίρων Mich.vii. 18 10 “ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας καὶ οὐ συνέχων εἰς μαρ- [*](d) “τύριον ὀργὴν αὐτοῦ, κατὰ τὸ γεγραμμένον, ὅτι θελητὴς “ἐλέους ἐστί.’’

Ὅτι ἐγγὺς ἡ ἡμέρα τοῦ κυρίον, καὶ ὡc ταλαιπωρία ἐκ ταλαιπωρίας [*](16) ρίας ἥξει. κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν βρώματα ἐξωλοθρεύθη, ἐξηράνθη καὶ ἐξ οἴκου Θεοῦ ἡμῶν εὐφροσύνη χαρά.

Ημεραν κυροῦ φησὶ, καθ’ ἣν ἃν γένοιτο πληροῦσθαι τὰ ἐξ ὀργῆς, ἢ τῆς ἀκρίδος αὐτοῖς ἐπενηνεγμένης καὶ δαπανώσης [*](e) τὰ ἐν ἀγροῖς καὶ εἰς λιμοῦ καὶ ἐνδείας πεμπούσης δείματα, καὶ αὐτὴν ἐντιθείσης τοῦ θανάτου τὴν πτοίαν, ἤγουν τῶν Βαβυλωνίων καταφθειρόντων ἅπαντα, πόλεσί τε καὶ κώμαις ἐπιφυομένων, ἄλλο τε ἐπ’ ἄλλῳ προσεργαζομένων κακὸν, καὶ ταλαιπωρίαν ἐκ ταλαιπωρίας προσεπιρριπτούντων ἀεὶ τοῖς ἐνοικοῦσι τὴν γῆν, ὡς μηδ’ ὅσον εἰπεῖν ἀναπνεῦσαι δύνασθαι βραχὺ, καί τι διὰ μέσου γενέσθαι χρηστὸν, ἐφ’ [*](3. ἐπιτελέσωμεν Edd. τοὺς τρ. τῆς θεραπείας inv. ord. iid. 4. ἐκκλησίᾳ iid. 5. δὲ assumptum ex Β. ἁπάντων] πόντων iid. κλαιόντων iid. 7. Haec πάντη τε καὶ accesserunt ex Β. Statim πάντων iid. ἐλεεῖ iid, 9. μαρτυρίαν iid. 10. γένος pro γεγραμμένον iid. 12. τοῦ assumptum ex B. ὡς om. F. (68.) 13. ἐξολοθρεύθη Aub. 14. Assumpta ἐξηράνθη ex B., καὶ ex B. (22.al.) [Pro ἐξηράνθη, dant ἐξήρθη 49. et (omittentes ἐξωλοθρεύθη,) 22, 86, 238. Cf. infra 211 a. c. d.] ἡμῶν Β. (26, 36, 49, 51, 106, 153) ὑμῶν Edd. 16. ἂν γένοιτο Β. b. ἔδει Edd. 17. δαπανώσης τὰ ἐν ἀγροῖς] τὰ ἐν ἀγρῷ δαπανώσης iid. 19. πτόαν iid. 21. ἐμφυομ. iid. 22. ἐπιῤῥιπτόντων Β. 23. τοῖς assumptuin ex Β. ἀνανεῦσαι Β.)

309
ὧνπερ ἦν εἰκὸς καλ’ γοῦν ἀπὸ μέρους καὶ μετρίαν ἔχειν δύνασθαί τὴν παραψυχὴν τοὺς τῆ συχνότητι τῶν κακῶν λοιπὸν ἀφορήτως ἐντετηγμένους. ἐπειδὴ δὲ πεπαινομένων ἤδη τῶν καρπῶν, καὶ τὸν ἀμῶντα λοιπὸν μονονουχὶ καλούντων [*](a 211 Α.) ἐφ’ ἑαυτοῖς τῶν ληίων, βότρυός τε καταπερκάζοντος καὶ τὸ ἐκθλίβεσθαι γλιχομένου, γέγονέ που τάχα τῆς ἀκρίδος ἡ ἐμβολὴ, βρώματά φησιν ἐξωλοθρεύθη ἐξ αὐτῶν, οἷον ἡρπασμένων τῶν ἐν ὄψει γεγενημένων, παρακειμένων δὲ ὥσπερ αὐτοῖς, καὶ ἑτοιμοτάτην ἐχόντων τὴν ἀπόλαυσιν· ἐξῆρθαι δὲ διαβεβαιοῦται πάλιν κα) ἐξ οἴκου κυρίου τήν τε εὐφροσύνην καὶ τὴν χαράν. ἔθυον γὰρ, ταῖς ἐξ ἀγρῶν εὐκαρπίαις ἐπαγαλλόμενοι, καὶ τοὺς τῆς εὐφροσύνης [*](b) ἐπετήδευον τρόπους ἀνατιθέντες τὰ χαριστήρια διάτοι τὸ περιχεῖσθαι πλουσίως τοῖς ἐκ γῆς ἀγαθοῖς.

Εὑρήσομεν δὲ τοιοῦτόν τι πεπονθότας καὶ αὐτοὺς μάλιστα δὴ τοὺς εἰς χριστὸν πεπαρῳνηκότας. γέγονε μὲν γὰρ αὐτοῖς ἐν ὀφθαλμοῖς ἤδη πὼς ὁ ἄρτος τῆς ζωῆς “ Ὁ ἐκ τοῦ [*](S. Joan. vi. 33.) “ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ,’’ “ὁ κόκκος [*](Ib. xii. 24.) “ τοῦ σίτου ὁ πεσὼν εἰς τὴν γῆν,’’ καὶ πολλοστὸς ἀναφὺς, οἶνος ὁ νοητὸς, ὁ καρδίαν ἀνθρώπου κατευφραίνειν εἰδώς. [*](Ps. ciii. 15.) ἐπειδὴ δὲ οὐ διαλελοίπασι ταῖς ἀπειθείαις ὑβρίζοντες, γέγονεν [*](c) γονεν αὐτοῖς ἐξ ὀφθαλμῶν καὶ οἷον ἐκ μέσου τὰ βρώματα τὰ πνευματικά· ἀποπεφοίτηκε γὰρ ἀπ’ αὐτῶν ἡ παντὸς ἀγαθοῦ μέθεξις, ἐξῆρται δὲ καὶ ἐξ οἴκου τοῦ παρ’ αὐτοῖς εὐφροσύνη καὶ χαρά· δέδονται γὰρ εἰς ἐρήμωσιν, καὶ διατελοῦσιν οἱ τάλανες “ Οὐκ ὄντος βασιλέως οὐδὲ ἄρχοντος, [*](Hos. iii. 4.) [*](1. καὶ assumptum ex Β. ἔχειν δ. τὴν ποραψ.] δύνασθαι παραψυχὴν ἔχειν Edd. 2. λοιπὸν τῶν κακῶν iid. 4. ἤδη post καρπῶν transp. iid. μονονουχὶ assumptum ex Β. 6. τὸ ἐκθλίβεσθαι γλιχομένου] γλιχ. ἐκθλίβ. iid. 9. δὲ assumptum ex Β. τὴν ἀπὁλ. ἐχ’. ἑτ. inverso ordine iid. 10 εξηρθῆναι pro ἐξῆρθαι iid. διοβεβ. πόλιν hoc ordine Β. 11, τε assumptum ex Β. 13. ἐπετήδευον τρόπους hoc ordine Β. b. 14. ἀγαθῆς Aub. 15. μάλιστα δὴ hoc ord. Β. ly. ἐκ του] ἐξ Edd. 19. τὴν assumptum ex Β. 20. ὁ νοητὸς οἶνος inv. ord. iid. καρδίας ἀνθρώπων iid. 22. τὰ βρ. τὰ πνευματικά] βρώματα πνευματικά iid. 23. ἀπ’ assumptum ex Β.)

310
“οὐκ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας “ οὔτε δήλων.”

Καὶ καθ’ ἕτερον δὲ τρόπον ἐξῃρῆσθαί φαμεν ἐξ ὀφθαλμῶν [*](d) αὐτῶν τά τε βρώματι καὶ τὴν εὐφροσύνην καὶ χαρλαν. ἔφη [*](S.Matth. iv. 4.) μὲν γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ χριστὸς, ὅτι “Οὐκ ἐπ’ “ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι “ ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.’ νοῦ δὲ ὅτι τροφὴ λόγος, οὐκ ἃν ἐνδοιάσειέ τις. τοῦτο τῆς Ἰουδαίων ἐξῆρται πληθύος· γεγόνασι γὰρ ἐν ἐνδείᾳ τροφῆς τῆς πνευματικῆς· οὐ νενοήκασι τὰ Μουσέων. καὶ γὰρ ὁ θεσπέσιος [*](2 Cor. iii. 14,15.) γράφει Παῦλος “Ἄχρι σήμερον ἐπὶ τῇ ἀναγνώσει τῆς “ παλαιᾶς διαθήκης, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν “ κεῖται·’’ μεμισήκασι δὲ τὰ διὰ χριστοῦ θεσπίσματα. ὠλόθρευται δὴ οὖν πᾶσα αὐτοῖς πνευματικὴ τροφὴ, οὐκ [*](e) αὐτὴ παθοῦσα τὸν ὄλεθρον, ἀλλὰ τοῖς πεπονθόσιν οὐκ ἔτι παρακειμένη, καὶ ὅσον ἧκεν εἰς ἐκείνους, οὐδὲ ὑπάρχουσα παντελῶς. ἀλλ’ ὅ γε κύριος ἡμῶν Ἰησοῦς ὁ χριστὸς τοῖς εἰς αὐτὸν πιστεύουσι τὸ χρῆναι διανέμει τρυφᾶν, καὶ ἐνσπαταλᾶν [*](Prov. x. 3.) ἀγαθοῖς τοῖς ἄνωθεν. γέγραπται γὰρ ὅτι “ Οὐ “ λιμοκτονήσει κύριος ψυχὴν δικαίου, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει.

[*](17)