In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Οὐ πάρεργον αὐτοὺς, οὐδὲ οἷον ἐκ παραδρομῆς, ἢ ῥᾴθυμον ἁπλῶς ποιεῖσθαι κελεύει τὴν μετάγνωσιν, καὶ τὸ ἐπ’ αὐτῇ νοούμενον πένθος, ἀλλὰ τοῖς ὅτι μάλιστα τῶν ἄλλων δυσαχθεστέροις οὐ μετρίως φιλονεικοῦν καὶ ἁμιλλᾶσθαι σπουδάζον, [*](b) ὡς ἰσοστάθμους τοῖς ἡμαρτημένοις ποιεῖσθαι πόνους. φιλεῖ δέ πὼς ἀρτίγαμος κόρη κατοιμώζειν ἄγαν ἐκτεθνεῶτα νυμφών, καὶ δριμείας εἰσδέχεσθαι τὰς ἐπὶ τῷδε λύπας, ὡς νουθεσίας ἐπέκεινα τίθεσθαι τὴν φρένα, καὶ μηδένα τρόπον αὐτῇ τοῦ χρῆναι πενθεῖν ἐπαξίως ἀποχρῶντα εἶναι δοκεῖν· χρῆμα μὲν γὰρ τὸ θηλειῶν φιλόδακρυ καὶ φιλοπενθὲς ὁμολογουμένως, μάλιστα δὲ τῶν ἄλλων ἡ παρθενικόν τε καὶ ἔφηβον ὁρῶσα νυμφίον οἰκτρῶς καὶ ἐν εὐναῖς [*](c) νεκρόν τε καὶ ἄπνουν κείμενον. ᾗ δὴ παρεικάζεσθαι δεῖν τὴν τῶν Ἰουδαίων πληθὺν εὖ μάλα φησὶν, ἀποκρούεσθαί τε τὴν ὀργὴν, καὶ οἷον ἀσχέτως ἐπ’ αὐτοὺς τὴν θείαν ἰοῦσαν κίνησιν, ἀνακόπτειν τοῖς θρήνοις τεθαρρηκότας, ὅτι “Χρηστὸς καὶ [*](Ps. lxxxv. 5.) “ἐπιεικὴς” ὁ τῶν ὅλων ἐστὶ Δεσπότης, φιλάνθρωπος, “Καὶ [*](Jon. iv. 2.) “πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις’’ κατὰ τὸ γε. γραμμενον.
Πλὴν οὐ τεθρήνηκεν ἡ τῶν Ἰουδαίων Συναγωγὴ τὸν [*](1. Haec γὰρ ἡδεῖς accesserunt ex Β. οἱ τῆς ἐύς. inv. ord. Edd. 3. ἀδελφιδιός Β. Stalim ὡς pro οἷον iid. 4. ἁγίας παρθένου] παναχράντου δεσποίνης iid. 5. περιζωσμένην (sic) Aub. 8. τὴν μετάγνωσιν ante ποιεῖσθαι transp. iid. 13. ἐκτεθνεῶτα] εἰς τεθνεῶτα iid. 16. μὲν assumptum ex Β. θηλειῶν] θήλειον? 18. καὶ alt. assumptum ex Β. ig. νεκρόν τε om. B. 20. τὴν ὀργὴν B. τὰ ἐξ ὀργῆς Edd. 21. ἄσχετον iid. ἰοῦσαν τοῖς θρήνοις τὴν θείαν κ. ἀνακόπτειν inverso ordine iid. 24. γεγραμμένον] γένος (sie) iid.)
Εξῆρται θυσία κω σπονδὴ ἕε οἴκου Κυρίου· πενθειτε οἱ ἰερεις [*](1. αὕτη Edd. ἀπέκτεινε iid. 2. εἴργεται B. 4. λοιπὸν post ἀπερριμμένη transp. iid. 6. ἀρυτίδωτος iid. 8. κυρίου Β. χριστοῦ iid. g. τὸ pro τοῦ iid. 11. τούτων] τῶν ἴσων iid. 12. δὲ] -f ὁ iid. 13. μεμ. δοκούσης et πεπ. τῷ σ. hoc ordine Β. 14. πλανᾶσθαι iid. 18—27. ἔδωκεν — παραστήσαι τῷ χριστῷ] καὶ τὰ ἑξῆς iid.)
Ὅμοιον ὡς εἰ λέγοι σαφῶς ᾿Ηκλελοίπασιν εὐχαριστίαι, καὶ ὁ θύσων ἔτι παντελῶς οὐδεὶς, ὁ προσκομιῶν ἀνάθημα καὶ ληΐων ἀπαρχὰς, δράγμα που πάντως τὸ ἱερὸν εἰς ἀπαρχὴν θερισμοῦ πυρῶν ἀνατιθέμενον τῷ Θεῷ, κατὰ τὸν [*](b) Μωυσέως νόμον· πρωτοκόμιά τε τὰ ἐξ ὡρῶν οὐδεὶς ὁ φησὶν, ἐντιθεὶς, καὶ πορευόμενος μὲν εἰς οἶκον κυρίου, [*](Deut. xxvi. 2sqq.) ἀνάπτων δὲ τῷ Θεῷ καὶ ᾠδὰς τὰς χαριστηρίους, ἃς ἦν ἀγορεύειν ἔθος. ταύτῃτοι πενθεῖν τὸ ἀπόλεκτον κελεύει γένος, φημὶ δὴ τοὺς ἱερέας, οὐ λημμάτων ἕνεκα διαπονουμένους, ἀλλ’ ὡς τῶν ὑπὸ χεῖρα λαῶν ὑπερηλγηκότας, καὶ τεθειμένους εἰς λειτουργίαν τὴν ἱεράν τε καὶ ἀξιάκουστον, ἵνα καὶ πρό γε τῶν ἄλλων αὐτοὶ τὸν τῶν ὅλων ἐκμειλίσσοιντο Θεὸν, καὶ αὐτὸν δὲ τὸν ἱεροφάντην ἀπομιμοῖντο Μωυσέα, προεστηκότα τοῦ Ἰσραὴλ, καὶ Θεῷ λέγοντα “Δέομαι, κύριε, ἡμάρτηκεν [*](c Exod. xxxii. 31,32.) “ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην, καὶ εἰ μὲν ἀφῇς αὐτοῖς “τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς “βίβλου σου ταύτης ἧς ἔγραψας.’’ μεσιτεύει γὰρ τῆς ἱερωσύνης τὸ χρῆμα Θεῷ τε καὶ λαοῖς, καὶ τοῖς τεταγμένοις εἰς λειτουργίαν τὴν οὕτω σεπτὴν, πρέποι ἂν, οἶμαί που καὶ μάλα εἰκότως, ἡ ἐν λιταῖς παρρησία. μονονουχὶ γὰρ καὶ ὑπὲρ πάντων τὴν ἰδίαν Θεῷ καθιεροῦσι ζωὴν, τὰ ὑπὲρ τῆς [*](d Cf. supra 71 e.) ἁμαρτίας ἐσθίοντες θύματα. τοῦτο καὶ διὰ φωνῆς Ὠσηέ φησιν ὁ τῶν ὅλων Θεός “῾Αμαρτίας λαοῦ μου φάγονται, [*](Hos. iv. 8.) “καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήψονται τὰς ψυχὰς αὐτῶν,” τουτέστιν, ὅταν ἀδικῶσι, τὸ δοκοῦν τῷ νόμῳ πλημμελοῦντες [*](1. λειτουργοῦντες] + τῷ F. (42, 91.) post θυσιαστηρίῳ add. Κυρίου Edd. (Vat.) 4. λέγει Β. 7. πυρρῶν Β. 8. πρωτοκόμιά] προτότοκά Edd. 9. μὲν assumptum ex Β. 1 1, ἔθος] ἔργον iid. 12. δὲ pro δὴ Β. 14. ἀξιάκουστον] ἀξιάγαστον iid. 15. Haec τὸν τῶν ὅλων accesserunt ex Β. Statim Θεὸν ἐκμειλίσσωνται iid. 20. σου assumptum ex Β. 24. ἁπάντων iid. τῷ post ἰδίαν add. iid. 25. ἐσθίοντες θύματα hoc ordine Β.)
Τί δὲ καὶ ἡ πρόφασις τοῦ πένθους αὐτοῖς; τεταλαιπώρηκε τὰ πεδία, φησὶ, καὶ μέντοι καὶ σῖτος, τῶν ἀκρίδων ὀδοῦσι καταψιλούμενα, καὶ οἷον πυρὶ, τῇ ἐρισύβῃ καταπιμπράμενα. καταφλέγει γὰρ ὥσπερ καὶ αὐαίνει τὰ ἐν ἀγροῖς. δεῖν δὲ δή φησι καὶ αὐτὴν οἱονείπως κατολοφύρεσθαι τὴν γῆν, ἀπολωλότων αὐτῇ τῶν καρπῶν. τεταλαιπώρηκε γὰρ σῖτος, ἐξηράνθη αἶνος, ὠλιγώθη ἔλαιον, ἐξηράνθησαν, τουτέστιν, οἴχεται [*](207 A. a) πάντα τὰ ἐξ αὐτῆς, καὶ τὰ ἐφ’ οἷς ἦν εἰκὸς καταθαυμάζεσθαι λίαν, ὡς καρπῶν ἀγαθῶν μητέρα καὶ τροφόν.
Καὶ ταυτὶ μὲν ἡμῖν ὡς ἐν αἰσθητοῖς εἰρήσθω πράγμασιν· καταθρηνήσει γεμὴν πᾶς, εἴ τις ἐστὶ δοκιμώτατος ἱερεὺς, τοὺς ἐξ ἀμέτρου φρενοβλαβείας τὴν διὰ πίστεως κάθαρσιν οὐ προσιεμένους, οὐκ ἠγαπηκότας τε τὸ ἁγιάζεσθαι παρὰ Χριστοῦ. ἀπομενοῦσι γὰρ ἔρημοι πάντη τε καὶ πάντως τῆς νοητῆς εὐκαρπίας, καὶ ἐν ἐνδείᾳ παντὸς ἔσονται τοῦ τρέφειν [*](b) εἰδότος, καὶ εἰς ἀνδρείαν αὐτοὺς ἀναφέροντος τὴν πνευματικὴν, σῖτόν τε καὶ οἶνον οὐκ ἔχοντες, καὶ τῆς ἐλαίου χρείας ἐστερημένοι· μυστικὸς ὁ λόγος· τοῖς μὲν γὰρ τὴν πίστιν προσιεμένοις ἑαυτὸν παραθήσει Χριστὸς, ὡς ἄρτον ζωῆς· [*](S. Joan. vi. 48.) ἔφασκε γὰρ ὅτι “Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς·’’ ὡς οἶνον [*](Ps. ciii. 15.) εὐφραίνοντα καρδίαν ἀνθρώπου· σύνες δὴ πάλιν ὅ φημι· καταχρίσει δὲ καὶ ἐλαίῳ, τῷ νοητῷ δηλονότι καὶ ἁγιάζοντι, [*](1. Haec τότε φησὶν accesserunt ex B. 4. ἀνατιθέναι Edd. 7. τοῖς ὁδ’. τῶν ἀκρίδων iid. 8. καταψιλούμενος iid. Haec πυρὶ, τῇ accesseriint ex Β. 9. φλέγει iid. καὶ ἀφανίζει ὥσπερ pro ὥσπερ καὶ αὐαίνει iid. δή assumptum ex Β. 10. καὶ αὐτὴν οἱονείπως] οἰονείπως καὶ iid. 15. αἰσθηταῖς εἰρ. πράξεσι iid. 18. δὲ pro τε iid. 19. ἀπομένουσι Β. 21. ἀναφ. τὴν πνεῦμ’. hoc ordine Β. 22. τε assumptum ex Β. 23. μυστικὸς] + γὰρ iid. τοῖς μὲν γὰρ] ὅτι τοῖς μὲν iid. 25. ὅτι assumptura ex Β. 26. δὴ assumptum ex Β. 27. καταχρίσει] καταχρήσουσι Edd. καταχρίσουσι Migne.)
Οἱ γεωργοὶ θρηνεῖτε κτήματα ὑπὲρ πυροῦ καὶ κριθῆς, ὅτι ἀπόλωλε [*](11) τρυγητὸς ἐξ ἀγροῦ· ἡ ἄμπελος ἐξηράνθη, καὶ αἱ συκαῖ ὠλιγώθησαν· [*](12 d) ῥοὰ καὶ φοῖνιξ καὶ μῆλον κω πάντα τὰ ξύλα του ἐξγράνθησαν, ὅτιι ᾔσχυαν χαρὰ οἱ ὕω τῶ ἀνθρώπων.
Πένθος ἀληθῶς, ἄλγημά τε καὶ θρήνημα τοῖς εἰωθόσι γηπονεῖν, τῶν ἐν ἀγροῖς ἡ πανωλεθρία, καὶ τὸ μηδὲν ὅλως ἀπ’ αὐτῶν συγκομίζειν δύνασθαι, καὶ μετὰ μακροὺς ἱδρῶτας ἔσθ’ ὅτε. αὖα δὲ δὴ καὶ ἐκτεθνεῶτα λοιπὸν τὰ ἐν κήποις ὁρᾶν καὶ τῶν ξύλων τὰ ἐξαίρετα, ληίοις τε ὁμοῦ τὰς ἀμπέλους κατεφθαρμένας, καὶ αὐτὴν δὲ τὴν ἀγρίαν ὕλην τοῖς [*](e) κήποις συγκαταφθίνουσαν. πάντα, γάρ φησι τὰ ξύλα τοῦ ἀγροῦ εξηρανθησαν, ὅτι ᾐσχυναν χαραν οἱ υἱοὶ τῶν ανθρωπων· τὸ δὲ ᾕσχυναν χαρὰν, ἀντὶ τοῦ, αἰσχύνης τε καὶ ἐντροπῆς καὶ ἐλέγχων τῶν εἰς ποινάς τε καὶ δίκην τὸν καιρὸν ἀπέδειξαν [*](1. τοῦ Ἁγίου Πνεύματος] τῆς παρ’ αὐτοῦ χάριτος Edd. 4. ἀμέτ. παντελῶς hoc ordine Β. 5. Haec ὁ σοφώτατος accesserunt ex Β. 6. εὐαγγ. τοῦ Χριστοῦ hoc ordine Β. 7. ἴφη] ἔφασκε iid. —10 ἀδιάλείπτως ἰσραηλῖται] τὰ ἑξῆς iid. 10. ὥσπερ] ὡς iid. II. ἐν] ἐπὶ iid. 12. οἱ assumptum ex Β. (Alex. XII.) Cf. Hom. Pasch. vi. 88 c. 13. ἡ Ovn. Aub. 15. ἐξηράνθησαν] ἐξηράνθη F. (42. al.) 19. Haec δὴ καὶ ἐκτ. λοιπὸν accesserunt ex Β. 20. καὶ et τὰ assumpta ex Β. 23. χαρὰ Aub. Statim οἱ assumptum ex B. b. τὸ δὲ ᾕσχ. χαρὰν ἀντὶ τοῦ] τουτέστιν Edd. 25. τῶν εἰς ποινάς τε καὶ δίκην δίκας b.] Β. b. ποινῆς τε καὶ δίκης Edd. Statim τὸν assumptura ex b. καιρὸν ἀπέδειξαν hoc ordine Β. b.)
Ἔοικε δὲ κἀν τῷδε πάλιν ὁ λόγος γεωργοὺς ὀνομάζειν αἰνιγματωδῶς τοὺς τῶν ᾿Ιουδαϊκῶν ταγμάτων τοτηνικάδε προεστηκότας, οὓς καὶ δεῖν ἔφη καταθρηνεῖν, ὡς ὅσον οὐδέπω βαδιουμένων εἰς ὄλεθρον ἁπάντων, ὡς ἔπος εἰπεῖν, τῶν κατὰ τὴν χώραν, ἤτοι τῶν κατοικούντων τὴν γῆν, οἳ καὶ ἐν τάξει πυροῦ καὶ κριθῆς καὶ ξύλων ὡραίων νοηθεῖεν ἄν. ἐφαρμόσομεν [*](b) δὲ τῶν νοημάτων τὴν δύναμιν πρεπωδέστερόν πὼς τοῖς γραμματεῦσι καὶ Φαρισαίοις· οἳ καὶ γηπόνων ἐν [*](S.Matth. xxi. 38.) τάξει κείμενοι πεπαρῳνήκασιν εἰς Χριστὸν, ἀπεκτόνασί τε τὸν κληρονόμον, ἵν ἔχοιεν αὐτοὶ τὸν κῆπον, γένοιντό τε λοιπὸν τοῦ ἀμπελῶνος δεσπόται, μονονουχὶ ληίοις ὥσπερ ἐπαγαλλόμενοι τῇ πολυάνδρῳ πληθύι· τῶν ὑπεζευγμένων, καὶ τοὺς ἐν αὐτοῖς ὅτι μάλιστα λαμπροὺς, ὡς ῥοιὰν, ὡς μῆλον ἀποτρυγᾶν εἰωθότες. ἀλλ’ εἷλεν αὐτοὺς ὁ ῾Ρωμαίων πόλεμος, δεδαπάνηκε μέγαν καὶ μικρόν, λαμπρὸν καὶ ἐπίσημον ὡς ἐν [*](c) συκαῖς νοουμένους, καθάπερ ἔφην ἀρτίως, ὡς ἐν ἀμπέλῳ τυχὸν, φοίνικί τε καὶ μήλῳ καὶ ἐν τοῖς ξύλοις, ὡς ἐν κριθῇ καὶ πυρῷ· διάφοροι γὰρ οἱ τρόποι, καὶ οὐχ ἓν ἅπασι τοῦ βίου τὸ μέτρον. ἐπειδὴ γὰρ ἅπαξ ἀγρῷ παρείκασε τὴν τῶν Ἰουδαίων γῆν, καὶ γηπόνους ὠνόμασε τοὺς προεστηκότας, σέσωκεν ὁ λόγος μέχρι παντὸς τὴν μεταφορὰν, ληίοις τε καὶ ξύλοις κατὰ διάφορον τρόπον παραβάλλων τοὺς ὑπ’ αὐτοῖς.
[*](1. ἐνοικοῦντες Β. b. κατοικ. Ecld. Statim ἐπὶ τῆς γῆς pro τὴν γῆν b. ἦν εἰκὸς hoc ordine B. b. ἐνευρύνεσθαι B. b. ἀνευρ. Edd. 2. ἀναμεστοῦν Β. ἀναμετρεῖν iid. 3. τῷ assumptum ex Β. 5. αὐταῖς iid. 7. Ἴου· δαίων iid. τοτ’. πρ. hoc ordine Β. 8. οὔπω iid. 9. Haec ὡς ἔπος εἰπεῖν assumpta ex Β. 10. τὴν prius assuinptum ex Β. 11. ἐφαρμόσομεν δὲ τῶν v. τὴν δύναμιν] ἐφαρμόσει δὲ τῶν v. ἡ δύναμις iid. 12. που τάχα pro πὼς iid. 15. κῆπον] καρπὸν iid. 17. ἐπαγαλλώμενοι iid. ὑποζευγμ. (sic) iid. 18. ῥοὰν iid. 19. εἰωθότας iid. 20. λαμπρόν] + reiid. 22. τοῖς assumptum ex B. 24. δὲ pro yap iid. τῶν ᾿Ιουδ. γῆν hoc ord. Β. Statim καὶ om. Β. 27. ὐπ’ αὐτούς iid.)