In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ ἐξανθήεσι ὡς ἄμπελος τὸ μνημόσυνον αὐτοῦ, ὡς οἰνος λιβά- [*](8) νου τῷ ᾿Εφφραίμ.

Εηη που Θεὸς πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, τουτέστι [*](Hier. ii. 21.) τὴν Συναγωγήν “ ᾿Εγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον “ πᾶσαν ἀληθινήν.” ψάλλει δέ που περὶ αὐτῆς καὶ ὁ θεῖος [*](Ps.lsxix. 9, 10, 12.) ἡμῖν Δαυείδ “Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλε [*](2. νοῆται] νοεῖται Edd. 3. μεθυσθήσονται D. Edd. (A.V.) sed cf. infra. 6. κοὶ alt. assumptum ex D. 7. στηριχθήσονται b. (ΧΙΙ ex correct. antiquo manu : 22,al.) μεθυσθήσονται D. Edd. 11. ὁ assumptum ex B.D. 13. ἀμφιβάλλειν D.)

283
“ ἔθνη καὶ κατεφύτευσας αὐτήν· ὡδοποίησας ἔμπροσθεν ἅλ’ [*](d) “ τῆς. ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, καὶ ἕως “ ποταμοῦ τὰς παραφυάδας αὐτῆς.’’ οὐκοῦν ἄμπελος μὲν εὐ- κληματοῦσα ὑπῆρχεν ὁ Ἰσραήλ· ἐπειδὴ δὲ προσκέκρουκε πολυτρόπως, “ Περιεῖλε κύριος τὸν φραγμὸν αὐτῆς, τετρυ- [*](Ps.lxxix. 13. 14.) γήκασιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν. “ ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ ὄνος ἄγριος κατενε- “ μήσατο αὐτήν.” τέθειται γὰρ ὥσπερ εἰς καταπάτησιν τοῖς ἑθέλουσιν ἀδικεῖν, χοίροις τε καὶ ὄνοις νομὴ, τουτέστιν ἡδοναῖς τε καὶ ἀλογίαις. ταύτῃτοι μεμάρανται. πλὴν ἀνέθαλεν ἐν Χριστῷ τὸ μνημόσυνον αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ [*](e) Ἰσραήλ· μνημόσυνον δέ φησιν, ὅτι μὴ πάντες πεπιστεύκασιν, ἀλλ’ εἰς μνήμην ὥσπερ αὐτοῦ τετήρηται τὸ κατάλειμμα. γέγονε δὲ τῷ ᾿Εφραΐμ, ἤτοι τῷ ᾿Ισραὴλ, ἡ παρὰ Θεοῦ χάρις ὡς οἶνος λιβάνου, τουτέστιν, εὐώδης τε καὶ λιβάνῳ πρὸς εὐοσμίαν ὀλίγα παραχωρῶν. ἔστι δὲ τοιοῦτος ὁ παρὰ Χριστοῦ λόγος, καὶ περὶ αὐτοῦ φησὶν ὁ μακάριος Λαυείδ “Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου,” ᾧ καὶ σφόδρα προ- [*](a 195 A.) θύμως ἐπείγεσθαι προσβαλεῖν, ἱερὸς ἡμᾶς παραθήγει λόγος· [*](Ps. ciii. 15. ) ἔχει γὰρ ὧδε “Φάγετε, καὶ πίετε, καὶ μεθύσθητε οἱ πλη- [*](Cant. v. 1.) “ σίον.’’ ἀπροσκορῆ γὰρ ἁγίοις τὰ διὰ Χριστοῦ, καὶ εἰς μέθην ληφθέντα χρησιμώτερα.

Τί αὐτῶ ἔτι κὼ εἰδώλοις ;

Εἰ γὰρ γένοιτο, φησὶν, ἐν πλησμονῇ καὶ μεθέξει τῶν οὕτω σεπτῶν καὶ ἄνωθεν ἀγαθῶν, ἀποχωρήσει παντελῶς τοῦ πλανᾶσθαι θέλειν, καὶ προσκεῖσθαι τοῖς ἔργοις τῶν [*](b) ἰδίων χειρῶν. τίνος γὰρ ἔτι τῶν ἀγαθῶν ὑπάρχων ἐνδεὴς, τὰ παρ’ ἑτέρου ζητήσει ; ἢ καὶ ἀνόνητος παντελῶς τοῖς [*](2, 3. Haec ἐξέτεινε —παραφυάδας αὐτῆς accesserunt ex D. 3. ἦν εὐκληματοῦσα pro εὐκλημ. ὑπῆρχεν ὁ D. b. 5. αὐτῆς] + καὶ Edd. invitis B.D. 7. ὄνος habet D. 14. ἡ assumptum ex B.D.b. 16. παρὰ D.b. περὶ Β. Edd. 27 ἐνδεὴς] ἐπιδεὴς D. 28. ζητεῖ D.)

284
πεπλανημένοις ἡ τοιάδε ζήτησις ; τί γὰρ ἡ ἄψυχος ὕλη [*](Es. xii. 23.) χαριεῖταί τισιν ; οἷς καὶ δικαίως ἐλέγετο παρὰ Θεοῦ “Εὖ “ποιήσατε, καὶ κακώσατε, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε. ἀλλ’ οὐδ’ ἂν κακώσειαν ἀνθρώπους τὰ χειρόκμητά ποτε· πῶς γὰρ, ἢ πόθεν ; οὔτε μὴν χρηστὸν ἢ ὀνησιφόρον τι δοῖεν ἂν αὐτοῖς. οὐκοῦν ἀκουόντων, καὶ μάλα εἰκότως, [*](Hier. x. 11. c) “Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν ἀπο- “λέσθωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ “τούτου.” τὸ πεπηγὸς οὖν ἄρα, καὶ ἀραρὸς εἰς ἀγάπησιν τὴν ἐπὶ Θεῷ κατασημαίνει λέγων Τι αὐτῷ ἔτι καὶ εἰ- εἰδωλοις ;

᾿Εγὼ ἐταπείνωσα αὐτὸν, κοὶ ἐΓὼ κατισχύσω αὐτό.

Ἐγώ φησι δύναμαι κακοῦν, οὓς ἂν ἴδοιμι τῆς εἰς ἐμὲ γνησιότητος περιορῶντας τοὺς τρόπους· νευρῶ δὲ δὴ πάλιν [*](d) τοὺς οἵπερ ἂν ἕλοιντο κατορθοῦν ἀρετὴν, καὶ τὸν φύσει τε καὶ ἀληθῶς εἰδέναι Θεόν. οὔτ’ οὖν ἡ κάκωσις, ἤτοι τὸ ἀσθενῆσαι τὸν Ἰσραὴλ ἐξ ἐκείνων ἦν· οὔτε μὴν ἡ εἴς γε τὸ δύνασθαι μεταδρομὴ δαιμόνων ἂν νοοῖτο δόσις, ἀλλ’ ἔστι θεόσδοτον ἀγαθὸν, καθάπερ ἀμέλει καὶ τὸ ἀσθενεῖν τῶν ἐξ ὀργῆς κινημάτων ἀπότεξις ἦν. σοφῶς οὖν ἄρα, [*](Ps. cxvii. 14.) καὶ φιλοθέως ὁ μέγας ἡμῖν ψάλλει Δαυείδ “Ἰσχύς μου “καὶ ὕμνησίς μου ὁ Κύριος.”

[*](e)

᾿Εγὼ ὡς ἄρκευθος πυκάζουσα, ἕε ἐμοῦ ὁ καρπός θοῦ εὕρηται.

Φύτον μὲν ἡ ἄρκευθος, δασὺ γεμὴν οὕτω καὶ εἰς κόμην ἀμφιλαφὲς, ὡς δοκεῖν εἶναί πὼς χειρόκμητον ὀροφήν, οὔτε [*](9. πεπηγὸς] πεποιηκὸς κὼς Pont.] Edd. Statim οὖν om. D. 18. δαιμονίων D. 20. ἀπότεξις Β. ἀπόταξις D. ἀπότευξις iid. 22. Post ὁ Κύριος haec addit D. — δεδίδαχε δεδίδαχε δὲ καὶ ἡμᾶς αὐτοὺς ἀναμελωδοῦντας λέγειν ἢ ψυχή μου τὸν Τύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ· τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου· τὸν ἰώμενον πάσας τὰς νόσους σου· τόν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου· τὸν στεφανοῦντά σε ἐν ἐλέῳ καὶ οἰκτιρμοῖς· τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου· πᾶσα γὰρ δόσις ἀγαθὴ, κοὶ πᾶν δῶ· ῥῆμα τέλειον, παρ’ αὐτοῦ δωρεῖται καὶ ἄνωθεν.)

285
ταῖς ἡλίου βολαῖς παραχωροῦσα τὴν διάδυσιν, οὔτε μὴν ταῖς ὑετῶν καταφοραῖς, κἂν εἰ ῥαγδαῖοι τῆς γῆς καταχέοιντό ποτε. ὅτι τοίνυν ὑπὸ Θεῷ γεγονότες ἀνεπιβούλευτον ἕξουσι τὸν ἐπισκιασμὸν, ἤτοι τὴν ἐπικουρίαν, ὑπεμφαίνει λέγων ᾿Ευὼ ὡς αρκευθος πυκαζουσα.

Οτι δὲ πᾶσα καρποφορία τῶν ὑπὸ Θεῷ γένοιτ’ ἃν οὐχ ἑτέρως, ἢ ἐν Χριστῷ, καὶ διὰ Χριστοῦ, πληροφορήσει λέγων [*](a 196 A.) αὐτὸς ἐν εὐαγγελικοῖς θεσπίσμασι “Χωρὶς ἐμοῦ οὐ [*](S. Joan. xv. 5.) “δύνασθε ποιεῖν οὐδέν.’’ λεγέτω δὴ οὖν εἰκότως ἑκάστῳ τῶν πεπιστευκότων, εἴπερ τις εἴη λαμπρός τε καὶ ἀξιάγαστος, καὶ ἐν αὐχήμασιν ἀρετῆς ᾿Εξ ἐμοῦ ὁ καρπός σου ηὔρηται.

Τίς σοφὸς καὶ συνήσει ταῦτα ; ἥ συνετὸς καὶ ἐπιγώσεται αὐτά ; [*](9) διότι εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἑ αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.

Tὸν συνιέντα ταυτὶ σοφόν τε εἶναι καὶ συνετώτατον εὖ [*](b) μάλα φησίν. ἔκκειται γὰρ οὐχὶ τοῖς ἐθέλουσιν ἑτοίμως ἑλεῖν ἡ τῶν θείων λόγων κατάληψις, ἀλλ’ οὐδ’ ἂν δύ- ναιτό τις συνιέναι “παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις [*](Prov. i. 6.) “τε σοφῶν καὶ αἰνίγματα,” κατὰ τὸ γεγραμμένον, εἰ μὴ διὰ τῆς ἄνωθεν δᾳδουχίας, Χριστοῦ καθιέντος εἰς νοῦν καὶ καρδίαν οἷαπερ ἀκτῖνα λαμπρὰν, τὴν παρ’ ἑαυτοῦ χάριν. διδάσκει δὲ, ὅτι τὸ μὲν δύνασθαι διάττειν τὴν ἐπ’ εὐθὺ καὶ ἁνδάνουσαν τῷ Θεῷ τρίβον, ἀταλαίπωρον κομιδῆ τοῖς κοσμιότητος ἐρασταῖς· οὐκ ἄτραχυ δὲ τὸ χρῆμά ἐστι τοῖς [*](c) οὐχ ὧδε ἔχουσι γνώμης. τοὺς μὲν γὰρ ἡ εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἔφεσίς τε καὶ προθυμία διανευροῖ, καὶ ἀσχέτῳ φέρεσθαι πείθει δρόμῳ πρὸς τὸ θέλειν εὐδοκιμεῖν· τοὺς δὲ [*](2. καταχέοιντό] καταχέωνταί Edd. invitis B.D. 3. ὑπὸ Θεῷ B.D. ἐπὶ Θεῷ b. ὑπὸ Θεοῦ Edd. 8. ἐν assumptum ex D. 10. τε assumptum ex D. 11. ηὕρηται D. εὕρηται Edd. 12. συνέσει (sic) iid. 14. ἀσθενήσουσιν] ἐξασθενήσουσιν F. 16. ἐθελκουσιν (sic) D. 17. λόγων B.D. λογίων Edd. 23. τοῖς] τῆς iid.)

286
ῥοπὴ καὶ διάνευσις ἡ εἰς φαυλότητά τε καὶ ἁμαρτίαν, δειλοὺς καὶ ἀνάνδρους ἀποφήνειεν ἂν, καὶ οὐκ ἔχοντας παρὰ Θεοῦ τὸ κατορθοῦν δύνασθαι τὴν ἀρετὴν, ὅτι μὴ ἐν ἀρχαῖς τετι- μήκασι, μηδὲ γέγονεν εἰς τοῦτο βλέπων αὐτοῖς ὁ σκοπός. οὐκοῦν εἴπερ ἐσμὲν ἀγχίνοι καὶ σοφοὶ, παρὰ Θεοῦ τὸ δύνασθαι δρᾶν ἃ προσῆκεν αἰτήσομεν, χαριεῖται δὲ πάντως, [*](d) φιλάνθρωπος ὢν, καὶ πνευματικῆς ἰσχύος ἐμπλήσει διὰ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ῾Αγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

[*](3. κατορθεῖν D. 4. Haec μηδὲ γέγονε — ὁ σκοπός accesserunt ex D. 5. ἀγχίνοι B.D. Pont. ἀγχίνοοι Aubertus. 6. αἰτήσωμεν Edd. 7. ἐμπλήσει] ἐκπλήσει iid, 9. τῶν αἰώνων om. D.)
287

ΠΡΟΦΗΤΕΥΕΙ μὲν ὁ θεσπέσιος ᾿Ιωὴλ ἐν χρόνοις, ὡς [*](a 197 Α.) ἔοικε, καθ’ οὓς ἂν νοοῖντο καὶ οἱ πρὸ αὐτοῦ τεταγμένοι, τὸν Ωσηὲ δέ φημι, καὶ μέντοι καὶ τὸν ᾿Αμώς. δοκεῖ γὰρ Ἑβραίοις οὐ μετά γε τὸν Μιχαίαν, ἀλλ’ ἐκείνοις αὐτὸν συντετάχθαι δεῖν. καταγορεύει δὲ, ὥς γε μοι φαίνεται, τῶν ἐξ ᾿Ισραὴλ, καὶ πλείστην ὅσην αὐτῶν ποιεῖται καταβοὴν, ὡς εἰς τοῦτο λοιπὸν ἀγερωχίας ἱγμένων ἀποπληξίας τε καὶ [*](b) ἀναλγησίας, ὡς ὑπὸ μηδενὸς τὸ παράπαν ἀνακόπτεσθαι τῶν κακῶν, μήτε μὴν ταῖς οὕτω συχναῖς, μονονουχὶ δὲ καὶ στοιχηδὸν ἐπενηνεγμένοις, συμφοραῖς ἡττᾶσθαι φιλεῖν, καί- τοι χρόνου μηδενὸς παρεισδεδυκότος, καθ’ ὃν ἂν φαίνοιτό τις ἀνάπνευσις τοῦ κακοῦ, κἂν γοῦν βραχεῖα, γεγενημένη. εὑρήσομεν μὲν δὲ καὶ τὸν μακάριον προφήτην ῾Ησαΐαν διὰ τῶν ἴσων ἐρχόμενον λόγων. ἔφη γάρ “Καὶ ἐθυμώθη ὀργῇ [*](Esai. v. 25.) “Κύριος Σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε “χεῖρα αὐτοῦ ἐπ’ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς· καὶ παρω- “ξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς “κοπρία ἐν μέσῳ ὁδοῦ. ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη [*](Codex. Β. [D. hic illic adhibitus] 1—3. Sic Β. ἐξήγησις ὑπομνηματικὴ προφήτην ἰωὴλ, Κυρίλλου ἀρχιεπισκόπου ἀλεξανδρείας D. τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου ἀρχιεπισκόπου ἐξήγησις ὑπομνηματικὴ εἰς τὸν Προφήτην ᾿Ιωήλ Edd. 12. μὴν] μὲν iid. συχνῶς iid. 13. ἐπενηνεγμέναις D. συμφοραῖς ἡττᾶσθαι hoc ordine Β. Statim φιλεῖν accessit ex Β. 14. ἂν φαίνοιτο] ἀναφαίνοιτό Edd. 16. Haec τὸν μακ. προφ. assumptum ex B. D. 17. ἐρχόμ. λόγων hoc ordine Β. 19—21. καὶ ἐπάταξεν—ἐν κοὶ μετ’ ὀλίγον Edd.)

288
[*](198 A. a) “ὁ θυμὸς αὐτοῦ, ἀλλ’ ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή.” συνίης, ὅπως τοῦτο τε κἀκεῖνο πεπόνθασι, καὶ η του παιοντος χεὶρ ἀπομεμένηκεν ὑψηλὴ, ὡς ὅσον οὐδέπω καὶ ἑτέρας ἐποίσουσα πληγὰς αὐτοῖς. ὅνπερ γὰρ τρόπον τὰ δυσίατα τῶν παθῶν οὐ μιᾶς ἔσθ’ ὅτε δεῖται τῆς τομῆς, ἀλλ’ ἔτι πλειόνων· οὕτω καὶ ὁ ἀνθρώπινος νοῦς εἰς λῆξιν ἥκων ἀναλγησίας συχνοτέρας δεῖται πληγῆς, ἀνακομιζούσης μόλις εἴς γε τὸ δύνασθαι λοιπὸν ἀναμαθεῖν ἐπείγεσθαι τὸ τελοῦν [*](b) εἰς ὄνησιν. ἔοικε τοίνυν ὁ μακάριος προφήτης ᾿Ιωὴλ, ὡς ἐπὶ πλείσταις ἤδη πληγαῖς ἀνουθετήτου μεμενηκότος τοῦ ᾿Ισραὴλ, ποιεῖσθαι σοφῶς τὴν ἐπίπληξιν, συμβουλεύειν τε ἅμα τὰ αἰσχίω μεθέντας μεταφοιτᾶν ἑλέσθαι πρὸς τὸ ἁνδάνον Θεῷ. προσεπάγει γεμὴν καὶ τῶν ὅτι μάλιστα φιλτάτων ἀν’ τοῖς τὴν ὑπόσχεσιν, εἴπερ ἕλοιντο μετανοεῖν· καὶ ὅτι χρηστῷ καὶ ἡμερωτάτῳ περιτεύξονται τῷ Δεσπότη δίδωσι θαρρεῖν. οὗτος μὲν οὖν τῆς ὅλης αὐτοῦ προφητείας ὁ σκοπός· ἕκαστα δὲ τῶν ἐφ’ ἑξῆς ἀνὰ μέρος ἐροῦμεν, ταῖς τῶν προκειμένων [*](c) θεωρίαις ἑπόμενοι.

[*](Κεφ. α΄.)

Λόγος Κυρίου ὅς ἐγενήθη πρὸς ᾿Ιωὴλ τὸν τοῦ Βαθουήλ.

Λόγον Κύρου γεγενῆσθαι φησὶ πρὸς ἑαυτὸν ὁ Προφήτης, ἵνα τῆ προφητείᾳ τὴν πίστιν προσνέμωμεν, ἀραρότως διακείμενοι καὶ τεθαρρηκότες, ὅτι πάντη τε καὶ πάντως εἰς πέρας [*](d) ἐκβήσεται τὰ προηγγελμένα. πρὸς τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων [*](S.Matth. xxiv. 35.) καὶ αὐτὸς ὁ Σωτῆρ’ “Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσον- “ται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.” χρῆμα γὰρ οὐχὶ [*](2. τε assumptum ex Β. 3. οὐδέπω] οὔπω D. Edd. 4. αὐτοῖς ἐπαπειλοῦσα πληγάς pro ἐποίσουσα πληγ. αὐτ’. iid. τῶν παθῶν δυσίατα inverso ordine iid. 5. τῆς assumptum ex Β. 6. ὁ om. Β. habet D. λῆξιν] ἔξιν Edd. 8. τὸ prius assumptum ex B.D. 9. Haec ὁ μακαρίος προφήτης assumpta ex B.D. Statim ᾿Ιωὴλ om. B. sed retiniii favente D. 11. συμβουλεύειν] συμβουλεύει Edd. 12. ἁνδάνον Θέῳ] ἡδῦνον Θεόν iid. 13. φιλαιτάτων D, 16. οὖν om. B. habet D. Statim ὅλος τῆς pro τῆς ὅλης αὐτοῦ D. Edd. 20. Κυρίου] Θεοῦ iid. γεγ. φησι hoc ordine Β. 22. Haec πάντη τε καὶ assumpta ex B.D. 24. Haec ὁ οὐρανὸς—παρελεύ- σονται et δὲ accessenmt ex B.D.)

289
ψευδοεπὲς ἠ’ ἀλήθεια, καὶ ὅπερ ἃν λέγοι ὁ Θεὸς, ἀτρεκὲς ἔσται πάντως. αὐτὸς γάρ ἐστιν ὁ “ἱστῶν ῥήματα παιδὸς [*](Esai. xliv. 26.) “αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων. οὐκοῦν εὐτεχνέστατα καὶ σοφῶς ἐξαιτεῖ τὴν πίστιν τοὺς ἀκροωμένους, ὅτι μὴ κατά τινας εἴη ψευδοέπης, ἤγουν ἐκ καρδίας τὸ δοκοῦν ἀναφέρων, ἀλλ’ ἐκ στόματος κυρίου [*](e) λαλῶν ἐν πνεύματι, σαφέστατα διειπών. πρόσκειται δὲ ἀναγκαίως ὁ Βαθουὴλ, ἵνα μή τις ἕτερος παρ’ αὐτὸν νοοῖτο τὸν ᾿Ιωήλ. πολλοὶ μὲν γὰρ ἴσως, μᾶλλον δὲ καὶ ἀναμφιλόγως τῇ τοιᾷδε κλήσει κατωνομάζοντο· γεγόνασι δὲ οὐ πάντες ἐκ Βαθουήλ. ἀσφαλείας δὴ οὖν, ὡς ἐγῷμαι, χάριν προσεπενήνεκται πάλιν ὁ Βαθουήλ.

Ακούσατε δὴ ταῦτα οἱ πρεσβύτεροι, καὶ ἐνωτίσασθε πάντες οἱ [*](2) κατοικοῦντες τὴν γῆν· εἰ γέγονε τοιαῦτα ἐν ταῖς ἡμέραις ὑμῶ, ἤ ἐν ταῖς ἡμέραις τῶ πατέρων δμῶ’; ὑπὲρ αὐτῶι [*](3) τοῖς τἐκνοις ὑμῶν διηγήσασθε, καὶ τὰ τέκνα ὑμῶν τοῖς τἐκνοις [*](a 199 Α.) αὐτῶ, καὶ τὰ τέκνα αὐτῶι εἰς γενεὰν ἑτέραν.

Αναφέρει πρὸς ἀρχαιότητα καιρῶν τε καὶ μνήμης τοὺς γεγηρακότας, καὶ διενθυμεῖσθαι προστέταχε, πότε δὴ ἄρα, καὶ ἐπὶ τίσι τὰ ἴσα τεθέανται, τοῖς αὐτῶν πατράσιν ἤγουν τοῖς ἔτι κατόπιν, ἐκ θείας ὀργῆς ἐπενηνεγμένα, ἀναλογίζεσθαί τε δεῖν ἔφη λοιπὸν, εἰ μὴ ξένα καὶ ἀήθη τὰ διηγήματα, καὶ οὐδενί πω τάχα τῶν πάλαι διεγνωσμένα· συνιέναι συνιέναι εὖ μάλα καὶ τοὺς ἑτέρους προσήκειν, φησὶν, εἰ τοιαῦτα γέγονεν [*](b) ἐπ’ αὐτῶν· ἔσεσθαι δὲ καὶ ὑπόθεσιν ἀτελευτήτων διηγημάτων οὐκ εἰς μίαν διήκουσαν, οὔτε μὴν εἰς δύο καὶ τρεῖς γενεὰς, [*](1. λέγοι] λέγῃ Edd. ἀτρεκὲς D. Edd. ἀληθὲς Β. 2. ῥήματα] ῥήσεις Edd. 5. ἤγουν] ἢ iid. 9. Haec ἴσως, μᾶλλον δὲ καὶ accesserunt ex Β. 10. τοιᾷδε] τοιαύτῃ Edd. 12. προσεπενήνεκται D. προσεπήνεκται προσενήνεκται Edd. 13. δὴ accessit ex B.F. (Alex. XII.) 15. ὑπὲρ αὐτῶν] περὶ αὐτῶν F. (22. al.) 16. διηγήσεσθε F. 18. ᾿Αναφέρει] ὑποφέρει D. ᾿Αποφέρει Edd. 20. Hoc ordine τὰ ἴσα τεθέανται B.D. et αὐτῶν πατράσιν Β. 24. καὶ] καὶ i.e. obliniendum, casu autem ut viro clarissimo doctissimoque Th. Heyse videbatur, B. προσήκειν καὶ τοὺς ἔτ’. D. Edd.)

290
διεκπαίουσαν δὲ μᾶλλον, καὶ εἰς τὸ ἐπέκεινα πολύ. ὥσπερ γὰρ εἶναί φαμεν ἀξιάκουστα τοῖς πολλοῖς τὰ λαμπρὰ τῶν διηγημάτων, καὶ οἷς ἃν ἕποιτο τυχὸν καὶ τὸ ἐφήδεσθαι δεῖν· οὕτως ἀξιομνημόνευτά πὼς εἶναι δοκεῖ καὶ τὰ εἰς λῆξιν ἥκοντα συμφορᾶς τε καὶ παθῶν. μονονουχὶ γὰρ κατα- [*](c) βιάζεταί πὼς καὶ τὰ τοιάδε τὴν λήθην, καὶ φορτικωτέραν ἔχοντα τὴν προσβολὴν ἐκ πολλῆς ἄγαν ἀναισχυντίας ἀξιοῖ μνημονεύεσθαι, καὶ ταῖς τῶν ἡδίστων δόξαις φιλονεικεῖ· ἔχει δὲ ὥσπερ τὰ χρηστὰ τὴν μνήμην οὐκ ἀκερδῆ, οὕτως οἶμαί που καὶ τὰ σκαιά τε καὶ σκυθρωπά. τὰ μὲν γὰρ εἰς ἔφεσιν ἀρετῆς παραθήγει τοὺς ἀκροωμένους· τὰ δὲ πρὸ ἐφόδου τὴν τῶν κακῶν πεῖραν παραιτεῖσθαι διδάσκει· καὶ δι’ ὧν ἕτεροι τετιμώρηνται, διὰ τούτων αὐτῶν τὸ τοῖς ἴσοις — [*](d) ἐναλῶναι ζητεῖν οὐκ ἐφίησί τινας.

[*](4)

Τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρὶς, κὼ τὰ κατάλοιπα Τῆς ἀκρίδος κατέραγεν ὁ βροῦχος, κὼ τὰ κατάλοιπα τοῦ βρούχου κατέραγνε ἠ ἐρυσίβη.

Kέκρυπταί πὼς ἀεὶ τῶν ἁγίων Προφητῶν ὁ λόγος, καὶ τὰ σφόδρα σκυθρωπὰ τῶν διηγημάτων ὀκνηρῶς ἐκφέροντες διάτοι τὰς τῶν ἀκροωμένων ἀτιθάσους ὀργὰς ταῖς ἐνδεχομέναις ἀσαφείαις κατασκιάζουσιν, αἰνίγματα δὲ καὶ παραβολὰ [*](e) ἀναπλάττοντες ὠφελοῦσιν οὐ μετρίως. εἰσι δὲ αὐτοῖς ὁ λόγος καὶ διὰ χρησίμων ἐσθ᾿ ὅτε παραδειγμάτων· ὁποῖόν [*](Ezek. xvii. 3,4.) ἐστι τὸ παρὰ τῷ σοφωτάτῳ κείμενον ᾿Ιεζεκιήλ “Ὁ ἀετὸς “ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ μακρὸς τῇ ἐκτάσει καὶ “πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβα. [*](1. διεκπαίουσαν B.D. διεκβαίνουσαν Edd. 2. τὰ λ. τῶν διηγ. ἀξ. φ. εἶναι τοῖς πολλοῖς inverso ord. D. iid. 5. συμφορᾶς] συμφορῶν Edd. 6. λήθην μεγίστων iid. 7. ἔχοντα τὴν προσβ. hoc ordine Β. ἡδίστων] μεγίστων D. Edd. 10. οἱμαί που καὶ τὰ σκαιά τε] οἱμαι καὶ τὰ σκαιά που ἐκφέροντες] 14. ἐφίησι] ἀφ. D. iid. 17. ἐρισύβη D. (Alex. 153.) 19. ἐκφέροντες] ἐκφέρουσι, καὶ Edd. 20. τοι assumptum ex B.D. 21. ἀσαφείαις D. Edd. ἀσφαλείαις Β. 22. εἶσι] ἔστι Edd. 24. ἐστι] καὶ idd. του ἰεζ. κείμ. pro τῷ σοφωτ. κείμ. ἰεζ. iid.)

291
“νον, καὶ ἔλαβε τὰ ἐκλεκτὰ τῆς κέδρου, τὰ ἄκρα τῆς “ἁπαλότητος ἀπέκνισε, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χαναάν.” ὑπεδήλου γὰρ ἀστείως τὸν τῆς Βαβυλωνίων ἄρχοντα γῆς, τὸν ἀποκείροντα τῶν ἐξ ᾿Ισραὴλ τὰ ἐξαίρετα, καὶ οἴκοι [*](a 200 Α.) μετατιθέντα τὸ διηρπασμένον. καὶ ὅτι μὲν γεγόνασιν ἀφορίαι τε ἀγρῶν, ἔνδειαι τε τῶν ὡρίμων, καὶ λιμοὶ πλειστάκις ἀπηνεῖς τε καὶ μακροὶ κατά γε τὴν ᾿Ιουδαίων χώραν, ἔφη τὸ γράμμα τὸ ἱερόν. ἤδη γάρ τινες λιμοῦ καταθλίβοντος ἀνάγκης εἰς τοῦτο κεχωρήκασιν, ὥστε ὄνου κεφαλὴν [*](4.Reg. vi. 25.) πεντήκοντα πρίασθαι σίκλων. παραδείξειε δ’ ἂν τῆς κατὰ καίρους ἐνδείας τὴν ἀγριότητα τὰ περὶ τῶν παίδων μεμα- [*](Ib. 27—29.) χημένα γύναια. ἐπεὶ γὰρ κατεδηδόκασιν αἱ δύο τὸ ἓν, περὶ [*](b) τοῦ ζῶντος δικάζεσθαι παρὰ τοῖς κρατοῦσιν ἠξίουν.

Oὐκοῦν, εἰ μὲν ἀγρῶν ἀφορίας καὶ καρπῶν καταφθορὰς ὁ προφητικὸς ἡμῖν ἐν τούτοις κατασημαίνει λόγος, νοοῖτ’ ἃν τὸ χρῆμα καὶ οὕτως ἀφόρητον· τὸ γὰρ ἐφεξῆς καὶ ἀμέσως πλείσταις τε ὅσαις καὶ χαλεπαῖς καταικίζεσθαι πληγαῖς, πῶς οὐ δύσοιστον κομιδῇ, καὶ τοῦ μνημονεύεσθαι πρέπειν οὐκ ἀμοίρου ἀμοιροῦν ; εἰ δὲ δὴ καὶ εἰς ἑτέρας ἡμᾶς ἐννοίας ἀποκομίζει τὰ θεωρήματα κατεσκιασμένας τοῖς ἐμφανεστέροις, ἔοικεν ἡμῖν ὁ Προφήτης κάμπην καὶ ἀκρίδα, βροῦχόν τε καὶ ἐρυσίβην, καὶ τὰ ἐντεῦθεν δεινὰ καὶ ἀφόρητα βλάβη, τὰς ἐν [*](c) ἑκάστῳ καιρῷ καταδῃώσεις ὑποδηλοῦν, καὶ τοὺς τῶν αἰχμαλωσιῶν αἰνίττεσθαι τρόπους· ὑφ’ ὧν δεδαπάνηνταί τε καὶ ἀπολώλασι, ληίοις ἐν ἴσῳ τοῖς ἐν ἀγρῷ μονονουχὶ κατεδηδοκότων αὐτοὺς καὶ κατεφθαρκότων τῶν τὰς ἐφόδους ἐξειργασμένων. μένων. πολλαὶ μὲν οὖν γεγόνασιν αἱ ἀνὰ μέρος ἐξαὐτὰ] [*](2. αὐτοὺς Edd. Post εἰς add. τὴν iid. 3. ἀστείως] ᾿Ασσοὺρ iid. 4. ἀποκείροντα] ἀποκείραντα D. iid. 5. μεταθέντα D. iid. 6. τε alt. assumptum ex B.D. 7. μακροὶ om. Aub. ἰσυδαίαν Edd, 8. καταθλίβοντος Β. κατατήκοντος D. Edd. 9. ἀνάγκης εἰς τοῦτο hoc ord. B.D. ὥστε] ὡς Β. 10. τῆς κατὰ κ. ἐνδ. τὴν ἀγρ.] τὴν κατὰ κ. ἀγρ. D. Edd. 11. τὰ assumptum ex B.D. παιδίων D. Edd. 12. κατεδηδόκασιν] κατεδηδόκεισαν Edd. 15. νοοῖτ᾿ ἂν τὸ] νοοῖτο iid. 19. δὴ . , . . ἡμᾶς ἡμῖν D.] . . . . ἀποκο- μίζει , . . . κατεσκιασμένας τοῖς ἐμφανεστέροις B.D. δεῖ . . . . ἡμῖν . . . . ἀποκομίζειν .... κατεσκιασμένα τὰς ἐμφανεστέρας iid. 22. ἐρισύβην (ut supra) passim D. 25. ἀγροῖς iid. 27. μὲν οὖν] γὰρ D. iid. ἐξαναστάσεις] ἀναστατώσεις D. iid.)

292
ἀναστάσεις τῆς Ἰουδαίων χώρας, καὶ τῶν περιοίκων ἐθνῶν καταστρατευόντων ἐσθ’ ὅτε, καὶ τῶν τῆς Αἰγύπτου βεβασιλευκότων.

Διέποντος μὲν γὰρ ἐν τοῖς ῾Ιεροσολύμοις τὴν βασιλίδα [*](3 Reg. xiv. 25sqq. d) τιμὴν τοῦ ῾Ροβοὰμ, ἀνέβη Σουσακεὶμ βασιλεὺς Αἰγύπτου, εἷλέ τε τὰ βασίλεια, καὶ πάντας τοὺς ἐν αὐτοῖς ἐκκενώσας θησαυροὺς, καὶ τὰ χρυσᾶ δόρατα καὶ τὰς ἀσπίδας λαβὼν ἃς πεποίηκε Σολομῶν, λαμπρὸς καὶ νενικηκὼς οἴκοι πάλιν [*](4 Reg. xiii. 3.) ἀνεκομίζετο, καὶ μὴν καὶ Ἀζαὴλ ὁ Σύρος οὐ μετρίας αὐτοῖς [*](Ib.xv.19.) ἐπήνεγκε πληγάς· εἷλε δὲ καὶ Φούλα βασιλεὺς Βαβυλωνίων τὰς πέραν τοῦ Ἰορδάνου φυλάς· καὶ πρός γε δὴ τούτῳ Νεχαὼ Φαραὼ βασιλεὺς Αἰγύπτου, κρατοῦντος ᾿Ιωσίου, [*](e) κατεστράτευσε τῆς Σαμαρείας, καὶ δασμοῖς ὑπέθηκε τῆν’ [*](Ib. xxiii. 33.) γῆν· ἕκατον γὰρ ἐξητησε χρυσίου τάλαντα.