In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Οὐ μετρίως ἄν τις ἀγάσαιτο κἀν τῷδε δὴ πάλιν τοῦ προφήτου τὸ εὐτεχνὲς, καὶ τοῦ λόγου τὴν οἰκονομίαν. πεποίηται γὰρ ἁγιοπρεπῶς, καί ἐστι τῆς ἄνωθεν μυσταγωγίας [*](d) ἔμπλεως. προαναπεφώνηκε μὲν γὰρ τὴν ἐσομένην διὰ Χριστοῦ λύτρωσιν, καὶ ὅτι κατὰ καιροὺς ἀτονήσει θάνατος, [*](Supra xiii. 14.) καὶ ἀργήσει τὸ κέντρον τοῦ ᾅδου· καὶ πρὸς τούτοις, ὅτι [*](5. καὶ alt. om. D. 8. ξένιοι Edd. 9. γε pro τε D. Migne. 13. ἀληθῶς accessit ex D. 15. ἐπιστράφητι D. (Alex. XII.) ἐπιστράφηθι Β. Edd. (Vat.) 17. ὑμῶν] ἡμῶν B.D. (23, 311.) 19. ᾿Ασοὺρ B.D. ᾿Ασσοὺρ Edd. σώσει D. (26, 106, 147.) ἔφιπποι B.D. (198.) ἐφ’ ἵππον Edd. (Vat.) ἐφ’ ἵππων (Alex.) 26. ἀτονήσει] ἐκπονήσει Edd.)
Ο ἐν σοὶ, ἐλεήσει ὀρφανόν.
Αὕτη τοῦ Προφήτου φωνὴ προτρέποντος εἰς μετάγνωσιν, καὶ τοῦ Δεσπότου τὴν γαληνότητα καθιστάντος ἐναργῆ, καὶ τὸν ὄκνον ὑποτεμνομένου τοῦ μεταγινώσκειν ἐθέλοντος. μὴ γὰρ ἐνδοιάσῃς, φησὶν, ὦ ᾿Ισραὴλ, ὅτι τεύξῃ τῶν κατ’ εὐχὴν, εἰ προσκομίσειας τὴν μετάγνωσιν. ὁ γὰρ ἐν τοὶ Θεὸς ἐλεεῖν [*](b) οἶδε καὶ κατοικτειρεῖν ὀρφανούς. οὕτω που φησὶ καὶ ὁ θεσπέσιος Δαυείδ “᾿Ορφανὸν καὶ χήραν ἀναλήψεται,” ἐξ [*](Ps. cxlv. 9.) ἑνὸς οἶμαι πράγματος, ἤγουν ἐκ προσώπων τῶν ὅτι μάλιστα κατελεεῖσθαι πεφυκότων, τῆς θείας τε καὶ ἀπορρήτου φύσεως καταδεικνὺς τὸ φιλάνθρωπον. εἰ δὲ δὴ βούλοιτό τις τῆς ὀρφανίας τὸ χρῆμα καὶ αὐτῷ καταγράφειν τῷ ᾿Ισραήλ. ἀπώλισθε γὰρ μονονουχὶ Πατρὸς τοῦ Θεοῦ, καίτοι λέγοντος ἐναργῶς “Υἱὸς πρωτότοκός μου ᾿Ισραήλ·” φαίην ἂν ἔγωγε [*](Exod. iv. 22.) καὶ τῇδε νοεῖν ὀρθῶς.
[*](c)Δεῖ δὴ οὖν ἄρα τεθαρρηκότας ὡς ἀγαθός τε ἐστὶ καὶ πρόχειρος εἰς φιλανθρωπίαν ὁ τῶν ὅλων Δεσπότης, ἀοκνότατα μετανοεῖν, καὶ ταῖς εἰς τὸ ἄμεινον ἐπανορθώσεσι, τὰς τῶν ἤδη προεπταισμένων ἀπολύειν αἰτίας.
Ἰάσομαι τὰς κατοικίας αὐτῶι, ἀγαπήσω αὐτοῦς ὁμολόγως, διότι [*](4) ἀπέστρεψεν ἡ ὀργή μου ἀπ᾿ αὐτῶ.
Εἰσκεκόμισται γείτων εὐθὺς, μόνον δὲ οὐχὶ καὶ ἀγχίθυρος, ὁ παρὰ Θεοῦ λόγος, ἱᾶσθαί τε τοὺς ἠσθενηκότας ὐπισχνουμένου, καὶ ὁμολόγως ἀγαπᾶν, τουτέστιν, ὁμολογουμένως καὶ [*](d) ἀκρύπτως ἤδη λοιπὸν ἐνεργοῦντα φαίνεσθαι τὰ ἐκ φειδοῦς καὶ ἀγάπης, καὶ τὴν παντὸς ἐπίδοσιν ἀγαθοῦ. δηλοῖ δὲ πρὸς [*](2. Αὕτη assumptum ex B.D. 6. προσκομίσειας] προνομίσειας Edd. 9. οἶμαι] + τοῦ D. 11. δὴ assumptum ex D. 12. καταγράφειν D, Edd. καταγράψειν B. 20. διότι Β. D. (Alex. XII.) ὅτι Edd. (Vat.) 21. ἡ ὀργή B.D. (22. al.) τὴν ὀργήν Edd. (A.V.) 25. φαίνεσθαι τὰ ἐκ φ. κοὶ ὅγ’. hoc ordine D. φαίνεσθαι post ἀγάπης tr. Edd.)
Ἔσομαι ὡς δρόσος τῷ ᾿Ισραήλ.
[*](193 A. a)Πάντως που καταπιαίνουσα καὶ κατάρδουσα τὸν νοῦν τῶν κεκλῇ’ μένων εἰς μετάγνωσιν, τῇ ἄνωθεν παρακλήσει, δῆλον δὲ ὅτι τῇ διὰ Πνεύματος· ἄνωθεν γὰρ ἡ δρόσος.
᾿Ανθήσει ὡς κρίνον.
᾿Εκδώσει φησὶ τὸ εὐῶδες ἐν Χριστῷ, καὶ τῆς εὐαγοῦς πολιτείας τὴν εὐοσμίαν, καὶ ἀπόλεκτον ἄνθος ἔσται λοιπόν.
[*](6)Kαὶ βαλεῖ τὰς ῥίξας αὐτοῦ ὡς λίβανος, πορεύσονται οἱ κλάδοι αὐτοῦ.
[*](b)Ὅτι μὴ εὐκατάσειστος τῶν πιστευόντων ὁ νοῦς, οὐδὲ οἷον ἕτοιμος εἰς τὸ νικᾶσθαι πνεύμασι πονηροῖς, διὰ τούτου δηλοῖ. ἔσται γὰρ οὕτως ἀσφαλὴς καὶ ἐρηρεισμένος, καθάπερ ἀμέλει καὶ τὸ τοῦ λιβάνου φυτὸν, ὃ καθίησι μὲν εἰς βάθος πολὺ τὴν ῥίζαν· τοῖς γεμὴν ἄνωθεν κλάδοις, οὐ με- [*](5, 6. Ab μᾶλλον ad μᾶλλον transilit D. 9. ἡ alt. assumptum ex B.D. 14. κατάρδουσα] καταρδεύουσα Edd. invitis B.D.b. 15. κεκτημένων (sic) b. 21. αὐτοῦ B.D. σου F. Edd.)
Καὶ ἔσται ὡς ἐλαία κατάκαρπος.
Αειθαλὴς δηλονότι καὶ εὔκαρπος· τοιοῦτον γὰρ τὸ φυτόν.
[*](c)Καὶ ἡ ὅσφρανσις αὐτοῦ ὡς λιβάνου.
Εὐοσμότατον κομιδῇ τοῦ λιβάνου τὸ χρῆμα. ταύτῃτοι καὶ ὡς ἱερὸν τῷ Θεῷ, καὶ ὁ Μωυσέως αὐτὸ κατεχρησμῴδησε νόμος. Λιβάνῳ γὰρ δεῖν καταπάττεσθαι τὴν προσαγομένην [*](Lev. ii.1,15,16; vi. 15.) σεμίδαλιν εἰς θυσίαν, διετύπου πολλαχῶς. εὐώδης οὖν ἔσται, φησὶν, ὁ τῶν κεκλημένων καρπὸς, καὶ εὐπαράδεκτος εἰς θυσίαν τῶ φιλαρέτῳ Θεῶ.
Ἐπιστρέψουσι καὶ καθιοῦνται ὑπὸ τὴν σκέπην αὐτοῦ.
[*](7 d)᾿Αποπεπαύσονται, Ἀποπεπαύσονται, φησί, τῶν ἀρχαίων ὑπονοστήσουσιν εὐσθενῶς εἰς τὸ λατρεύειν “Θεῷ ζῶντι καὶ [*](1 Thess. i. 9.) “ἀληθινῷ,” καὶ ὑπ’ αὐτῷ γενήσονται μονοτρόπως, οὐ παρ’ ἑτέρου τὸ σώζεσθαι ἀπὸ τῶν ἐχθρῶν, ἀλλὰ παρ’ αὐτοῦ προσδοκῶντες μόνου. τοῦτό τοι πληροῦσα καλῶς ἡ ἐξ ἐθνῶν ᾿Εκκλησία, περὶ τοῦ πάντων Σωτῆρός φησιν ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων “Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ [*](Cant. ii. 3.) “ἐκάθισα.” τοῖς τοῦτο δρᾶν εἰωθόσιν ἐπιφωνείτω λέγων καὶ ὁ θεσπέσιος Δαυείδ “Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει [*](Ps. cxx. 6.) “σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα.” τοῦτο τοῖς ἀρχαιοτέροις ἐπετελεῖτο παρὰ Θεοῦ, νεφέλης αὐτοῖς ἐπισκιαζούσης κατὰ [*](Exod. xiii. 21,22.) τὴν ἔρημον, καὶ τὴν ἄνωθεν καὶ παρὰ Θεοῦ σκηνὴν ὑποφαινούσης ἀστείως. εὖ δὲ δὴ σφόδρα καὶ τὸ καθιοῦνταί [*](4. τοιοῦτο D. 5. ἡ ὄσφρανσις αὐτοῦ B.D. F. ἡ deest in Edd. ἡ ὀσφρασία αὐτοῦ (A.V.) 8. δὴ pro δεῖν D. 13. Ἀποπεπαύσονται] Ἀποπαύσονται Edd. 15 ὑπ’ αὐτὸν D. 20. ἐπιφωνεῖται D.)
Ζήσονται κὼ μεθυσθήσονται σίτῳ.
Αὗται τῆς ἐπιστροφῆς καὶ τῆς ἑδραιότητος ἀξιόληπτοι δωρεαί. καὶ ζωῆς γὰρ ἔσονταί φησι τῆς αἰωνίου μέτοχοι, καὶ ἐν πλεονασμῷ δυνάμεως, δῆλον δὲ ὅτι καὶ πνευματικῆς. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ στηριχθήσονται σίτῳ. γέγραπται [*](Ps. ciii. 15.) δὲ, ὅτι “Ἄρτος στηρίζει καρδίαν ἀνθρώπου.“ σώματα μὲν γὰρ ταῖς καταλλήλοις ἥδεται τροφαῖς, ψυχὴν δὲ ἀνθρώπου θεῖός τε καὶ ἄνωθεν διανευροῖ λόγος. ὅτι γὰρ ἐξ ἀσθενείας [*](b) εἰς δύναμιν μεταφοιτήσειεν ἂν ὁ ἐπιστρέφων ἐκ πλάνης πρὸς ἐπίγνωσιν Θεοῦ, καὶ ἐκ τῶν τῆς φαυλότητος βόθρων ἀναθρώσκων εὐσθενῶς εἰς ἔφεσιν ἀρετῆς, πῶς ἐστὶν ἀμφιλβλεῖν ; εἴπερ ἐστὶν ἀληθῶς ἀσθενείας μὲν ἔγκλημα, τὸ ἀναπίπτειν εἰς ῥᾳθυμίας καὶ εἰς ἡδονὰς κοσμικὰς, καὶ εἰς τὸ προσκεῖσθαι φιλεῖν ταῖς τῶν εἰδώλων λατρείαις· ἰσχύος δὲ τῆς πνευματικῆς λαμπρὸν νοεῖται κατόρθωμα, τὸ ἀγα- θουργεῖν ἑλέσθαι προθύμως, ἡγεῖσθαί τε πρὸς τούτῳ τῆς [*](c) εἰς Θεὸν ἀγάπης τὸ ἄμεινον οὐδὲν, καὶ ἀδιαπτώτως ἰέναι μετὰ γοργοῦ τοῦ φρονήματος τὴν εἰς τοῦτο τρίβον.