In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Οὐκοῦν πλεῖστα μὲν ὅσα τὰ συμβεβηκότα κατὰ καιρούς· δειναὶ δὲ καὶ ἀξιάκουστοι πορθήσεις γεγόνασι τέσσαρες· βασιλεύοντος μὲν γὰρ ἐν τῆ Σαμαρείᾳ ᾿Ωσηὲ υἱοῦ ᾿Ηλὰ [*](Ib. xvii. 6.) ἀνέβη Σαλμανασὰρ ὁ Ἀσσύριος, καὶ ἀπῴκισε τὸν ᾿Ισραὴλ εἰς τὰ ὅρια Περσῶν καὶ Μηδῶν. εἶτα βραχὺ προἰ·όντος τοῦ καιροῦ, καὶ προφητεύοντος ῾Ιερεμίου, κατὰ κράτος ᾕρηκε [*](201 Α. a) τὴν ῾Ιερουσαλὴμ ὁ Ναβουχοδονόσορ, ἀνείθη δὲ μόλις ὁ Ἰσραὴλ [*](Ib xxv. 8 sqq.) διὰ Κύρου τοῦ Καμβύσου, τῶν ἑβδομήκοντα τετελεσμένων [*](1 Esar i.) ἐτῶν. εἶτα γέγονε κατὰ καιροὺς Ἀντίοχος, ὁ ἐπίκλην [*](Cf. 1) Ἐπιφανής. οὗτος ἀφιγμένος εἰς τὴν Ἰουδαίαν, καὶ τὸν θεῖον [*](Macc. i. 20 sqq.) ἐνέπρησε ναὸν, εἶλε τε τὰ σκεύη τὰ ἐν αὐτῷ, καὶ τῶν πατρῴων ἐθῶν καταρρᾳθυμεῖν ἐβιάζετο τοὺς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν· ὅτε καὶ τὰ τῶν Μακκαβαίων συνέβη γενέσθαι [*](1. καὶ assumptum ex Β. παροικούντων ἐθνῶν D. Edd. 2. καταστρατευόντων B.D. κατεστρατευκότων Edd. 4. τοῖς assuniptum ex Β. 6. τοὺς ἐν αὐτοῖς ἐκκένωσας] ἐκένωσε τοὺς ἐν αὐτῆς αὐτῆς Pont.] D. iid. 7. ἔχων D. iid. 8. λαμπρὸς καὶ] καὶ λαμπρῶς iid. οἴκοι] οἴκαδε D. iid. 10. Φούλα Φουλὰ] D. Φούλας Β. Φοὺλ iid. 11. πέρα pro πέραν πρός γε] πρό γε iid. τούτῳ Β. τούτων D. iid. 14. ἐξήτησε] ἐζήτησε D. iid. 17. τῇ assumptutn ex B.D. 19. δρία B. ὄρη D. Edd. 20. ᾕρηκε τὴν ῾Ιερουσαλὴμ hoc ordine B.D. 24. ἀφιγμένος] ἀφικόμ. D. iid. 25. νεὼν D. iid. 27. γενέσθαι assumptum ex B.D.)
Εἰ δὲ δή τις βούλοιτο καὶ ἠθικωτέραν ἐν τούτοις διήγησιν ἀναγράφεσθαι, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος· εἰ γὰρ ὁρῷτο [*](c) ψυχὴ συχνοῖς καὶ ἀλλεπαλλήλοις καταδακνομένη πάθεσι, καὶ οἷον ἑκάστην ἀρετὴν ἀπολλύουσα κατὰ βραχὺ, καὶ τοῦτο ἐκείνῳ προστιθεῖσα διὰ ῥᾳθυμίαν, πῶς οὐκ ἀτρεκὲς ἐπ’ αὐτῇ τὸ λέγειν Τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρὶς τοὶ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέφαγεν ἡ ἐρυσίβη ; ἐρυσίβης γὰρ δίκην καὶ τῶν ἑτέρων κακῶν, κατασίνονταί πὼς τὰ ἐν ἡμῖν ἀγαθὰ πονηραὶ καὶ ἀκάθαρτοι δυνάμεις εἰς νοῦν ἐμπίπτουσαι, καὶ ἀπλήστοις ὀδοῦσι δαπανᾶν εἰθισμέναι. καλὴ τοιγαροῦν [*](d) ἡ ἀσφάλεια· καὶ δὴ καὶ ὀνίνησιν οὐ μετρίως ἡμᾶς ὁ Παροιμιαστὴς λέγων “᾿Εὰν πνεῦμα τοῦ ἐξουσιάζοντος [*](Ecci. x. 4.) “ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει “ἁμαρτίας μεγάλας. ἐπιτιμώμενα μὲν γὰρ ἐν ἀρχαῖς τὰ πάθη πραύνονταί τε καὶ ἀνακόπτονται· πλατεῖαν δὲ ὥσπερ καὶ ἀνουθέτητον εἰ λάβῃ τὴν εἰς τὰ χείρω πρόοδον, ὅλης δι’ ὅλου καταδράττονται τῆς ψυχῆς, καὶ λογισμοῦ τοῦ κολάζοντος οὐκ ἀνέχεται.
[*](2. ἐπῆλθε] συνέβη D. Edd. 7. Haec τοὺς ἐπανατρέχοντας ἐφ’ ἑνὶ accesserunt ex Β. 8. ὑποδ.] παραδ. Edd. στρατειῶν D. iid. 10. διήγησιν] ἀφήγ. D. iid. 12. συχναῖς Β. ἐπαλλήλοις pro ἀλλεπαλλ. Edd. 13. κατὰ βραχὺ καὶ Β. καὶ κατὰ βρ. D.iid. 16. ταύτης pro κατάλ. τ. ἄκρ’. κ. ὁ iid. τὰ δὲ τοῦ βρούχου pro καὶ τὰ κ. τοῦ βρ. κατέφ iid. 18. κατασίνονται] καταβόσκονταί iid. 21. οὐ μέτρ’. ἠμ’. hoc ord. Β. 24 μὲν assumptum ex B.D. 25 πραΰνονταί Β. παύονταί D. iid. 26. λάβη] λοβοὶ D. λάβοιεν iid. 28. ἀνέχεται B.D. ἀνέχονται iid.)Ἐκνἠψατε οἱ μεθύοντες ἐξ οἴνου αὐτῶι καὶ κλαύσατε· θρηνήσατε πάντες ὁ πίνοντες οἰνον εἰς μέθην, ὅτι ἐξῆρται ἐκ στόματος ὑμῶ εὐροσύνη καὶ χαρά.
Αμογητὶ δὴ πάλιν κἀντεῦθεν οἶμαί τις καταθρήσειε σαφῶς, ὡς σοφὸς ἦν ἄγαν ὁ θεσπέσιος Παῦλος, τοῖς διὰ πίστεως τῆς εἰς Χριστὸν σεσαγηνευμένοις εἰς σωτηρίαν [*](Eph. v. 14.) ἐπιφωνῶν τε καὶ λέγων, ποτὲ μὲν ὅτι “Ἔγειραι ὁ καθεύ- “δῶν καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ [*](202 Α. a) “Χριστός·” ποτὲ δὲ αὖ καὶ τὸ τληπαθὲς ἐν πόνοις ἀγαπᾶν [*](Heb. xii. 7.) ἀναπείθων, ταύτῃτοι καὶ λέγων “Εἰ παιδείαν ὑπομένετε, ὡς “υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ “παιδεύει πατήρ;” καταπαίει γὰρ ὥσπερ τοὺς ἁμαρτάνοντας καίτοι φιλάνθρωπος ὢν ὁ Θεὸς, οὐχ ἑκὼν, ἀλλ’ ὡς ἐξ ἀνάγκης ἐπιστρέφων, καὶ τρόπον αὐτοῖς ἐπικουρίας τὸ χρῆμα ποιούμενος. καθάπερ ἀμέλει καὶ οἱ τῆς ἰατρικῆς ἐπιστήμονες τοῖς ἀρρωστοῦσι προσάγουσι καὶ τὰ σφόδρα καταδάκνοντα [*](b) τῶν φαρμάκων, ἄκεσιν αὐτοῖς τοῦ πάθους τὸ δεῖν ἀλγῆσαι ποιούμενοι. θέα γὰρ ὅπως προυποδείξας τάς μάσ- [*](Ps. xxxi. 9.) τιγας καὶ προαναφήνας τὰ ἐξ ὀργῆς, μονονουχὶ “Χαλινῷ “καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγχει” κατὰ τὸ γεγραμμένον, καὶ ἀνθρωπίνως προιέναι κελεύει, μετατιθέντας τὸν νοῦν ἐπὶ τὸ ἑλέσθαι δρᾶν ἅπερ ἦν ἄμεινόν τε καὶ περπωδέστατον. ἐκνήψατε γάρ φησιν οἱ μεθύοντες ἐξ οἴνου αὐτῶν. ἀκούεις, ὅπως ὡς τέκνοις ἐξεστηκόσι καὶ ἤδη πὼς μεμεθυσμένοις ἐπιπλήττει λοιπόν, ὡς εἴπερ ἔνηψαν ἐν ἀρχαῖς, ἤρκεσαν ἄν εἰς δίκην αὐτοῖς καὶ τὰ ἐκ μόνης τῆς κάμπης· [*](2. ἐξῆρται B.D.F. (Alex. XII.) ἐξήρθη Edd. 4. καταθρήσειε Β. καταθρήσει D. iid. 5. θεῖος pro θεσπέσιος iid. 7. ὅτι assumptum ex Β. 8. Haec κοὶ ἀνάστα—Χριστός assumpta ex D. 9. τληπαθὲς ἐν π. hoc ordine Β. 10. εἰ habet D. εἰς e suo Migne. 11. ἐστιν ora. B. 13, οὐχ ἑκὼν ante καίτοι φ. tr. Edd. 18. τὰς μ. πρ. inverso ordine iid. 20. ἄγχει post γεγραμμένον transp. ud. 21. ἀνθρωπίνως προϊέναι] ἀνόπιν ὥσπερ ἰέναι iid. 22. ἐπὶ τὸ ἑλέσθαι δρᾶν ἅπερ] ἐπὶ τόδε ἀνελέσθαι ὅπερ iid. 23. φησιν assumptum ex Β. 24. πὼς assumptum ex B. b. μεμεθυμένοις (sic) Edd. 25. ἔνηψαν Β. b. ἐκνήψειαν Edd. 26. ἤρκεσεν iid. εἰς δίκην Β. b. δίκη Edd.)
Ιστέον δὲ, ὅτι καὶ ἡμῶν ἑκάστῳ οἶνος ὥσπερ τις ἐστὶν ἰδικὸς, ὁ καταμεθύσκων καρδίαν. καταμεριζόμεθα γὰρ, ἵν [*](d) οὕτως εἴπω, τὰ πάθη, καὶ ὁ μέν τις ἡμῶν ἀπονένευκεν ἀχαλίνως ἐπὶ φιλαργυρίαν μετὰ τοῦ καὶ ἕτερα νοσεῖν· ἕτερος δὲ αὖ πεφρόνηκε τὰ τοῦ κόσμου, καὶ κατηρρώστησε τὴν φιλοσαρκίαν, τρυφαῖς καὶ φιληδονίαις ὁλοτρόπως προσκείμενος· ὃς δὲ εἰς ἑτέραν ἡντινοῦν ἀποδεδράμηκεν ἁμαρτίαν. ἵεμεν δὲ δὴ πρὸς τὰ οὕτω βδελυρὰ καὶ θεομισῆ τῶν παθῶν, οἱ μὲν οὐ λίαν ἐσπουδασμένως, οἱ δὲ ὅλαις ὁρμαῖς χρώμενοι, καὶ ἀνουθέτητον ἔχοντες τῆς διανοίας τὴν ῥοπήν. ταύτῃτοί [*](e) φησιν ὁ Προφήτης ᾿Εκνήψατε οἱ μεθύοντες ἐξ οἴνου αὐτῶν· συμβουλεύει δὲ ὅτι προσήκει κατολοφύρεσθαι τοὺς πῖν’ πίνοντας οἶνον εἰς μέθην. ὡς γὰρ ἔφην ἀρτίως, οὐ μέχρι κόρου καὶ αὐταρκείας ἱστῶσί τινες τὰς φιληδονίας, ἀλλ’ οἷον εἰς μέθην ἐκπίνουσι, καὶ παντὸς ἐπέκεινα τείνουσι μέτρου· τούτων ἀπὸ τοῦ στόματος ἀφῃρῆσθαί φησι καὶ εὐφροσύνην καὶ χαράν. ἀληθεύει γὰρ ὁ Χριστὸς, ὅτι πάντη τε καὶ πάντως οἱ μὲν νῦν [*](S.Matth. v. 4.) πενθοῦντες παρακληθήσονται. ἕψεται δὲ τοῖς εἰωθόσι τρυφᾶν [*](a 203 A.) τὸ χρῆναι δακρυρροεῖν, ὅτι τῆς ἀγερωχίας τὸ πέρας θρῆνος [*](1. ἐπειδὴ δὲ ἀνάλγητοι B.b. ἐπεὶ δὲ ἀνάλωτοι Edd. αὐτοῖς ἐπενηνεγμένης ὀργῆς Β. b. ὀργῆς αὐτῆς ἐπενηνεγμένης iid. 2. προστέθειται] + δὲ h. ἡ assumptum ex B, 3. ἡ om. b. καὶ assumptura ex b. τῆς assumptum ex B. 4, κἂν γοῦν hoc ordine B. b. 5. ἱέντας] ἱέντας Β. b. 7, 8. τε et γε assumptum ex B. b. 9. ἡμῶν ἑκάστῳ hoc ord. B. 10. μεριζόμεθα Β. 12. εἰς pro ἐπὶ Edd. 16. ἵεμεν] ἴμεν Edd. οὕτω assumptum ex B. 22. τινες assumptum ex B. Statim τὴν φιληδονίαν Edd. 23. τείνουσι] Sic Β. τει τει ex corr.) πίνουσι iid. τούτου 24. καὶ εὐφρ. καὶ χορόν] χαρὰν καὶ εὐφρ. iid. 25. Haec πάντη τε καὶ assumpta ex B. νῦν om. Β.)
Ὄτι ἔθνος ἀνέρη ἐπί τὴν γῆν μου ἰσχυρὸν καὶ ἀνρίθμητον, οἱ [*](c) ὀδόντες αὐτοῦ ὀδόντές λέοντος, καὶ αἱ μύλαι αὐτοῦ σκύμνου· [*](7) ἔθετο τὴν ἀμπελόν μου εἰς ἀφανισμὸν, καὶ τὰς συκᾶς μου εἰς συγκλασμόν· ἐρευνῶν ἐξηρεύνησεν καὶ ἐῤῤιψεν, ἐλεύκανε κλώματα αὐτῆς.
Αμιλλᾶσθαι τρόπον τινὰ τοῖς συμβεβηκόσιν, ἤγουν ἔσεσθαι προσδοκωμένοις καὶ ὅσον οὔπω παρεσομένοις τὸ ἐπὶ ταῖς μεταγνώσεσιν θέλων δάκρυον, ἀφηγεῖται λεπτῶς τὰ ἐσόμενα, καὶ τῶν σκυθρωπῶν τὴν ἔφοδον μονονουχὶ καὶ ἐν ὄψει τιθεὶς δίδωσί τι τοῖς παιομένοις καὶ θρήνημα, καὶ [*](d) οἱονεὶ γοερὸν ἐκδιδάσκει μέλος τοὺς ὀδύρεσθαι κεκελευσ- [*](1. οἰμωγαὶ Edd. —6 καὶ εἰς—εὐλογήσομέν σε κύριε Otn, Β. 2. assumptum ex D. 4. Haec ἐν δὲ—ἐξομ. σοι accesserunt ex D. 7. νοοῖτο post γεωδεστέρως transp. D. Edd. 8. τε assurnptum ex B.D. 9. συνδιολεῖται post εὐκαρπ. tr. D. Edd. II, 11, 12. συμβ.—ἀνικάνως] Haec omittebant Edd. invitis tum B.D. tum translatio Latina in editione utraque. 13. φημὶ om. B. habet D. 14. καρδίαν] σαρκίον D. Edd. 18. ἐξηρεύνησεν + ἀυτὴν Edd. (Vat.) ἔῤῥιψεν B. (A.V,) ἐξεῤῥίζωσεν F. Edd. ἐκρίζωσεν Pont.] ἐλεύκανε] + τὰ Edd. (Vat.) 21. Haec ὅσον οὔπω παρεσομένοις accesserunt ex Β. 22. ἐθέλων Edd.)
᾿Εκδέξεται δέ τις, εἴπερ ἕλοιτο νοεῖν καὶ πνευματικῶς, καὶ ἐπ’ ἀνθρώπων ἁμαρτωλῶν τὰ τοιάδε πάλιν· οἷς εἰς νοῦν καὶ καρδίαν ὡς ἐν ἀκρίδος τρόπῳ καὶ βρούχου, καὶ μέντοι καὶ κάμπης εἰσδύεταί πὼς ἀεὶ τὰ πονηρὰ δαιμόνια, καὶ αὐτὰ [*](1. ἀναπείθει λοιπὸν lioc ordine Β. ἧκεν] ἀνέβη Edd. 2. ἥκει iid. 3. παραχωροῦν] παραχωρεῖ iid, 4. νοοῖτο τυχὸν hoc ordine Β. 5. ἂγ ἀνταγώνιστος] ἀκαταγών. iid. 7. ἐν pro ἐπ’ idd. τε om. Β. 8. κακὴν] ψιλὴν iid. II. ὑποφήνειεν iid. 14. ὑπερθρώσκοντες] ὕπερ θέοντες iid. 15. τε om. B. πρὶν] πλὴν iid. 17. τοῖς post ἀκρ. tr. iid. 19. αὐαίνουσι] ἀποξηραίνουσι iid. 20. ταύτῃτοι ante καὶ λεύκ’. tr. iid. 22. εἰς ἅπαν] εἰς ἄκρον iid. 24. ὑπενεγκόντες] καθυπάγοντες iid. 28. δαιμόνια] πνεύματα iid.)
Οἱ μὲν οὖν ἀμαθίᾳ συζῆν εἰωθότες, ἀκρίδος καὶ βρούχου καὶ κάμπης ἔσονται τροφὴ, καὶ ἁπάσης εὐκοσμίας ἀπομενοῦσιν [*](e) ἔρημοι, εὐανθὲς δὲ ὅλως οὐδὲν ἐν αὐτοῖς· ἡ δέ γε σοφὴ καὶ φιλόθεος ψυχὴ, καὶ τοῖς τῆς ἀληθείας δόγμασι κομῶσα πλουσίως, καὶ καρποῖς τοῖς εἰς δικαιοσύνην μονονουχὶ βρύουσάν τε καὶ εὖ μάλα περιηνθισμένην ἔχουσα τὴν καρδίαν ἐρεῖ που πάντως ἐκ παρρησίας, κατά γε τὴν ἐν τῷ ᾄσματι [*](Cant.v.i.) τῶν ᾀσμάτων νοουμένην νύμφην “ καταβήτω ἀδελφιδοῦς “μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐ- [*](1. τὰ assumptum ex Β. 7. ποτε om. B. τε assumptum ex Β. 9. Haec ὅτι μάλιστά γε, καὶ accessenint ex Β. ἐκκέκλ. ἀμαθῶς hoc ordine B. 10. γε om. Β. 11. διδάγματα Edd. ὃν om. Β. 13. ἔθνος] γένος iid. 15. σφῶν εὑρέμασι pro δόκησις. ῥήμασι iid, μηδὲ iid. 16. τὸν assumptutn ex B. 18 οἷς] ὧν iid. 19. ἔσται pro ἐστι iid. 22, ὅλως assumptum ex Β. 26 που assumptum ex B. 27. Haec τῶν ᾴσμάτων assumpta ex Β. ἀδελφιδιός Β.)
Θρήνησον πρὸς μὲ ὑπὲρ νύμφην περιεξωσμένην σάκκον ἐπἱ τὸ [*](8) ἄνδρα αὐτῆς τὸν παρθενικόν.
Οὐ πάρεργον αὐτοὺς, οὐδὲ οἷον ἐκ παραδρομῆς, ἢ ῥᾴθυμον ἁπλῶς ποιεῖσθαι κελεύει τὴν μετάγνωσιν, καὶ τὸ ἐπ’ αὐτῇ νοούμενον πένθος, ἀλλὰ τοῖς ὅτι μάλιστα τῶν ἄλλων δυσαχθεστέροις οὐ μετρίως φιλονεικοῦν καὶ ἁμιλλᾶσθαι σπουδάζον, [*](b) ὡς ἰσοστάθμους τοῖς ἡμαρτημένοις ποιεῖσθαι πόνους. φιλεῖ δέ πὼς ἀρτίγαμος κόρη κατοιμώζειν ἄγαν ἐκτεθνεῶτα νυμφών, καὶ δριμείας εἰσδέχεσθαι τὰς ἐπὶ τῷδε λύπας, ὡς νουθεσίας ἐπέκεινα τίθεσθαι τὴν φρένα, καὶ μηδένα τρόπον αὐτῇ τοῦ χρῆναι πενθεῖν ἐπαξίως ἀποχρῶντα εἶναι δοκεῖν· χρῆμα μὲν γὰρ τὸ θηλειῶν φιλόδακρυ καὶ φιλοπενθὲς ὁμολογουμένως, μάλιστα δὲ τῶν ἄλλων ἡ παρθενικόν τε καὶ ἔφηβον ὁρῶσα νυμφίον οἰκτρῶς καὶ ἐν εὐναῖς [*](c) νεκρόν τε καὶ ἄπνουν κείμενον. ᾗ δὴ παρεικάζεσθαι δεῖν τὴν τῶν Ἰουδαίων πληθὺν εὖ μάλα φησὶν, ἀποκρούεσθαί τε τὴν ὀργὴν, καὶ οἷον ἀσχέτως ἐπ’ αὐτοὺς τὴν θείαν ἰοῦσαν κίνησιν, ἀνακόπτειν τοῖς θρήνοις τεθαρρηκότας, ὅτι “Χρηστὸς καὶ [*](Ps. lxxxv. 5.) “ἐπιεικὴς” ὁ τῶν ὅλων ἐστὶ Δεσπότης, φιλάνθρωπος, “Καὶ [*](Jon. iv. 2.) “πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις’’ κατὰ τὸ γε. γραμμενον.
Πλὴν οὐ τεθρήνηκεν ἡ τῶν Ἰουδαίων Συναγωγὴ τὸν [*](1. Haec γὰρ ἡδεῖς accesserunt ex Β. οἱ τῆς ἐύς. inv. ord. Edd. 3. ἀδελφιδιός Β. Stalim ὡς pro οἷον iid. 4. ἁγίας παρθένου] παναχράντου δεσποίνης iid. 5. περιζωσμένην (sic) Aub. 8. τὴν μετάγνωσιν ante ποιεῖσθαι transp. iid. 13. ἐκτεθνεῶτα] εἰς τεθνεῶτα iid. 16. μὲν assumptum ex Β. θηλειῶν] θήλειον? 18. καὶ alt. assumptum ex Β. ig. νεκρόν τε om. B. 20. τὴν ὀργὴν B. τὰ ἐξ ὀργῆς Edd. 21. ἄσχετον iid. ἰοῦσαν τοῖς θρήνοις τὴν θείαν κ. ἀνακόπτειν inverso ordine iid. 24. γεγραμμένον] γένος (sie) iid.)
Εξῆρται θυσία κω σπονδὴ ἕε οἴκου Κυρίου· πενθειτε οἱ ἰερεις [*](1. αὕτη Edd. ἀπέκτεινε iid. 2. εἴργεται B. 4. λοιπὸν post ἀπερριμμένη transp. iid. 6. ἀρυτίδωτος iid. 8. κυρίου Β. χριστοῦ iid. g. τὸ pro τοῦ iid. 11. τούτων] τῶν ἴσων iid. 12. δὲ] -f ὁ iid. 13. μεμ. δοκούσης et πεπ. τῷ σ. hoc ordine Β. 14. πλανᾶσθαι iid. 18—27. ἔδωκεν — παραστήσαι τῷ χριστῷ] καὶ τὰ ἑξῆς iid.)
Ὅμοιον ὡς εἰ λέγοι σαφῶς ᾿Ηκλελοίπασιν εὐχαριστίαι, καὶ ὁ θύσων ἔτι παντελῶς οὐδεὶς, ὁ προσκομιῶν ἀνάθημα καὶ ληΐων ἀπαρχὰς, δράγμα που πάντως τὸ ἱερὸν εἰς ἀπαρχὴν θερισμοῦ πυρῶν ἀνατιθέμενον τῷ Θεῷ, κατὰ τὸν [*](b) Μωυσέως νόμον· πρωτοκόμιά τε τὰ ἐξ ὡρῶν οὐδεὶς ὁ φησὶν, ἐντιθεὶς, καὶ πορευόμενος μὲν εἰς οἶκον κυρίου, [*](Deut. xxvi. 2sqq.) ἀνάπτων δὲ τῷ Θεῷ καὶ ᾠδὰς τὰς χαριστηρίους, ἃς ἦν ἀγορεύειν ἔθος. ταύτῃτοι πενθεῖν τὸ ἀπόλεκτον κελεύει γένος, φημὶ δὴ τοὺς ἱερέας, οὐ λημμάτων ἕνεκα διαπονουμένους, ἀλλ’ ὡς τῶν ὑπὸ χεῖρα λαῶν ὑπερηλγηκότας, καὶ τεθειμένους εἰς λειτουργίαν τὴν ἱεράν τε καὶ ἀξιάκουστον, ἵνα καὶ πρό γε τῶν ἄλλων αὐτοὶ τὸν τῶν ὅλων ἐκμειλίσσοιντο Θεὸν, καὶ αὐτὸν δὲ τὸν ἱεροφάντην ἀπομιμοῖντο Μωυσέα, προεστηκότα τοῦ Ἰσραὴλ, καὶ Θεῷ λέγοντα “Δέομαι, κύριε, ἡμάρτηκεν [*](c Exod. xxxii. 31,32.) “ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην, καὶ εἰ μὲν ἀφῇς αὐτοῖς “τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς “βίβλου σου ταύτης ἧς ἔγραψας.’’ μεσιτεύει γὰρ τῆς ἱερωσύνης τὸ χρῆμα Θεῷ τε καὶ λαοῖς, καὶ τοῖς τεταγμένοις εἰς λειτουργίαν τὴν οὕτω σεπτὴν, πρέποι ἂν, οἶμαί που καὶ μάλα εἰκότως, ἡ ἐν λιταῖς παρρησία. μονονουχὶ γὰρ καὶ ὑπὲρ πάντων τὴν ἰδίαν Θεῷ καθιεροῦσι ζωὴν, τὰ ὑπὲρ τῆς [*](d Cf. supra 71 e.) ἁμαρτίας ἐσθίοντες θύματα. τοῦτο καὶ διὰ φωνῆς Ὠσηέ φησιν ὁ τῶν ὅλων Θεός “῾Αμαρτίας λαοῦ μου φάγονται, [*](Hos. iv. 8.) “καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήψονται τὰς ψυχὰς αὐτῶν,” τουτέστιν, ὅταν ἀδικῶσι, τὸ δοκοῦν τῷ νόμῳ πλημμελοῦντες [*](1. λειτουργοῦντες] + τῷ F. (42, 91.) post θυσιαστηρίῳ add. Κυρίου Edd. (Vat.) 4. λέγει Β. 7. πυρρῶν Β. 8. πρωτοκόμιά] προτότοκά Edd. 9. μὲν assumptum ex Β. 1 1, ἔθος] ἔργον iid. 12. δὲ pro δὴ Β. 14. ἀξιάκουστον] ἀξιάγαστον iid. 15. Haec τὸν τῶν ὅλων accesserunt ex Β. Statim Θεὸν ἐκμειλίσσωνται iid. 20. σου assumptum ex Β. 24. ἁπάντων iid. τῷ post ἰδίαν add. iid. 25. ἐσθίοντες θύματα hoc ordine Β.)
Τί δὲ καὶ ἡ πρόφασις τοῦ πένθους αὐτοῖς; τεταλαιπώρηκε τὰ πεδία, φησὶ, καὶ μέντοι καὶ σῖτος, τῶν ἀκρίδων ὀδοῦσι καταψιλούμενα, καὶ οἷον πυρὶ, τῇ ἐρισύβῃ καταπιμπράμενα. καταφλέγει γὰρ ὥσπερ καὶ αὐαίνει τὰ ἐν ἀγροῖς. δεῖν δὲ δή φησι καὶ αὐτὴν οἱονείπως κατολοφύρεσθαι τὴν γῆν, ἀπολωλότων αὐτῇ τῶν καρπῶν. τεταλαιπώρηκε γὰρ σῖτος, ἐξηράνθη αἶνος, ὠλιγώθη ἔλαιον, ἐξηράνθησαν, τουτέστιν, οἴχεται [*](207 A. a) πάντα τὰ ἐξ αὐτῆς, καὶ τὰ ἐφ’ οἷς ἦν εἰκὸς καταθαυμάζεσθαι λίαν, ὡς καρπῶν ἀγαθῶν μητέρα καὶ τροφόν.
Καὶ ταυτὶ μὲν ἡμῖν ὡς ἐν αἰσθητοῖς εἰρήσθω πράγμασιν· καταθρηνήσει γεμὴν πᾶς, εἴ τις ἐστὶ δοκιμώτατος ἱερεὺς, τοὺς ἐξ ἀμέτρου φρενοβλαβείας τὴν διὰ πίστεως κάθαρσιν οὐ προσιεμένους, οὐκ ἠγαπηκότας τε τὸ ἁγιάζεσθαι παρὰ Χριστοῦ. ἀπομενοῦσι γὰρ ἔρημοι πάντη τε καὶ πάντως τῆς νοητῆς εὐκαρπίας, καὶ ἐν ἐνδείᾳ παντὸς ἔσονται τοῦ τρέφειν [*](b) εἰδότος, καὶ εἰς ἀνδρείαν αὐτοὺς ἀναφέροντος τὴν πνευματικὴν, σῖτόν τε καὶ οἶνον οὐκ ἔχοντες, καὶ τῆς ἐλαίου χρείας ἐστερημένοι· μυστικὸς ὁ λόγος· τοῖς μὲν γὰρ τὴν πίστιν προσιεμένοις ἑαυτὸν παραθήσει Χριστὸς, ὡς ἄρτον ζωῆς· [*](S. Joan. vi. 48.) ἔφασκε γὰρ ὅτι “Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς·’’ ὡς οἶνον [*](Ps. ciii. 15.) εὐφραίνοντα καρδίαν ἀνθρώπου· σύνες δὴ πάλιν ὅ φημι· καταχρίσει δὲ καὶ ἐλαίῳ, τῷ νοητῷ δηλονότι καὶ ἁγιάζοντι, [*](1. Haec τότε φησὶν accesserunt ex B. 4. ἀνατιθέναι Edd. 7. τοῖς ὁδ’. τῶν ἀκρίδων iid. 8. καταψιλούμενος iid. Haec πυρὶ, τῇ accesseriint ex Β. 9. φλέγει iid. καὶ ἀφανίζει ὥσπερ pro ὥσπερ καὶ αὐαίνει iid. δή assumptum ex Β. 10. καὶ αὐτὴν οἱονείπως] οἰονείπως καὶ iid. 15. αἰσθηταῖς εἰρ. πράξεσι iid. 18. δὲ pro τε iid. 19. ἀπομένουσι Β. 21. ἀναφ. τὴν πνεῦμ’. hoc ordine Β. 22. τε assumptum ex Β. 23. μυστικὸς] + γὰρ iid. τοῖς μὲν γὰρ] ὅτι τοῖς μὲν iid. 25. ὅτι assumptura ex Β. 26. δὴ assumptum ex Β. 27. καταχρίσει] καταχρήσουσι Edd. καταχρίσουσι Migne.)
Οἱ γεωργοὶ θρηνεῖτε κτήματα ὑπὲρ πυροῦ καὶ κριθῆς, ὅτι ἀπόλωλε [*](11) τρυγητὸς ἐξ ἀγροῦ· ἡ ἄμπελος ἐξηράνθη, καὶ αἱ συκαῖ ὠλιγώθησαν· [*](12 d) ῥοὰ καὶ φοῖνιξ καὶ μῆλον κω πάντα τὰ ξύλα του ἐξγράνθησαν, ὅτιι ᾔσχυαν χαρὰ οἱ ὕω τῶ ἀνθρώπων.
Πένθος ἀληθῶς, ἄλγημά τε καὶ θρήνημα τοῖς εἰωθόσι γηπονεῖν, τῶν ἐν ἀγροῖς ἡ πανωλεθρία, καὶ τὸ μηδὲν ὅλως ἀπ’ αὐτῶν συγκομίζειν δύνασθαι, καὶ μετὰ μακροὺς ἱδρῶτας ἔσθ’ ὅτε. αὖα δὲ δὴ καὶ ἐκτεθνεῶτα λοιπὸν τὰ ἐν κήποις ὁρᾶν καὶ τῶν ξύλων τὰ ἐξαίρετα, ληίοις τε ὁμοῦ τὰς ἀμπέλους κατεφθαρμένας, καὶ αὐτὴν δὲ τὴν ἀγρίαν ὕλην τοῖς [*](e) κήποις συγκαταφθίνουσαν. πάντα, γάρ φησι τὰ ξύλα τοῦ ἀγροῦ εξηρανθησαν, ὅτι ᾐσχυναν χαραν οἱ υἱοὶ τῶν ανθρωπων· τὸ δὲ ᾕσχυναν χαρὰν, ἀντὶ τοῦ, αἰσχύνης τε καὶ ἐντροπῆς καὶ ἐλέγχων τῶν εἰς ποινάς τε καὶ δίκην τὸν καιρὸν ἀπέδειξαν [*](1. τοῦ Ἁγίου Πνεύματος] τῆς παρ’ αὐτοῦ χάριτος Edd. 4. ἀμέτ. παντελῶς hoc ordine Β. 5. Haec ὁ σοφώτατος accesserunt ex Β. 6. εὐαγγ. τοῦ Χριστοῦ hoc ordine Β. 7. ἴφη] ἔφασκε iid. —10 ἀδιάλείπτως ἰσραηλῖται] τὰ ἑξῆς iid. 10. ὥσπερ] ὡς iid. II. ἐν] ἐπὶ iid. 12. οἱ assumptum ex Β. (Alex. XII.) Cf. Hom. Pasch. vi. 88 c. 13. ἡ Ovn. Aub. 15. ἐξηράνθησαν] ἐξηράνθη F. (42. al.) 19. Haec δὴ καὶ ἐκτ. λοιπὸν accesserunt ex Β. 20. καὶ et τὰ assumpta ex Β. 23. χαρὰ Aub. Statim οἱ assumptum ex B. b. τὸ δὲ ᾕσχ. χαρὰν ἀντὶ τοῦ] τουτέστιν Edd. 25. τῶν εἰς ποινάς τε καὶ δίκην δίκας b.] Β. b. ποινῆς τε καὶ δίκης Edd. Statim τὸν assumptura ex b. καιρὸν ἀπέδειξαν hoc ordine Β. b.)
Ἔοικε δὲ κἀν τῷδε πάλιν ὁ λόγος γεωργοὺς ὀνομάζειν αἰνιγματωδῶς τοὺς τῶν ᾿Ιουδαϊκῶν ταγμάτων τοτηνικάδε προεστηκότας, οὓς καὶ δεῖν ἔφη καταθρηνεῖν, ὡς ὅσον οὐδέπω βαδιουμένων εἰς ὄλεθρον ἁπάντων, ὡς ἔπος εἰπεῖν, τῶν κατὰ τὴν χώραν, ἤτοι τῶν κατοικούντων τὴν γῆν, οἳ καὶ ἐν τάξει πυροῦ καὶ κριθῆς καὶ ξύλων ὡραίων νοηθεῖεν ἄν. ἐφαρμόσομεν [*](b) δὲ τῶν νοημάτων τὴν δύναμιν πρεπωδέστερόν πὼς τοῖς γραμματεῦσι καὶ Φαρισαίοις· οἳ καὶ γηπόνων ἐν [*](S.Matth. xxi. 38.) τάξει κείμενοι πεπαρῳνήκασιν εἰς Χριστὸν, ἀπεκτόνασί τε τὸν κληρονόμον, ἵν ἔχοιεν αὐτοὶ τὸν κῆπον, γένοιντό τε λοιπὸν τοῦ ἀμπελῶνος δεσπόται, μονονουχὶ ληίοις ὥσπερ ἐπαγαλλόμενοι τῇ πολυάνδρῳ πληθύι· τῶν ὑπεζευγμένων, καὶ τοὺς ἐν αὐτοῖς ὅτι μάλιστα λαμπροὺς, ὡς ῥοιὰν, ὡς μῆλον ἀποτρυγᾶν εἰωθότες. ἀλλ’ εἷλεν αὐτοὺς ὁ ῾Ρωμαίων πόλεμος, δεδαπάνηκε μέγαν καὶ μικρόν, λαμπρὸν καὶ ἐπίσημον ὡς ἐν [*](c) συκαῖς νοουμένους, καθάπερ ἔφην ἀρτίως, ὡς ἐν ἀμπέλῳ τυχὸν, φοίνικί τε καὶ μήλῳ καὶ ἐν τοῖς ξύλοις, ὡς ἐν κριθῇ καὶ πυρῷ· διάφοροι γὰρ οἱ τρόποι, καὶ οὐχ ἓν ἅπασι τοῦ βίου τὸ μέτρον. ἐπειδὴ γὰρ ἅπαξ ἀγρῷ παρείκασε τὴν τῶν Ἰουδαίων γῆν, καὶ γηπόνους ὠνόμασε τοὺς προεστηκότας, σέσωκεν ὁ λόγος μέχρι παντὸς τὴν μεταφορὰν, ληίοις τε καὶ ξύλοις κατὰ διάφορον τρόπον παραβάλλων τοὺς ὑπ’ αὐτοῖς.
[*](1. ἐνοικοῦντες Β. b. κατοικ. Ecld. Statim ἐπὶ τῆς γῆς pro τὴν γῆν b. ἦν εἰκὸς hoc ordine B. b. ἐνευρύνεσθαι B. b. ἀνευρ. Edd. 2. ἀναμεστοῦν Β. ἀναμετρεῖν iid. 3. τῷ assumptum ex Β. 5. αὐταῖς iid. 7. Ἴου· δαίων iid. τοτ’. πρ. hoc ordine Β. 8. οὔπω iid. 9. Haec ὡς ἔπος εἰπεῖν assumpta ex Β. 10. τὴν prius assuinptum ex Β. 11. ἐφαρμόσομεν δὲ τῶν v. τὴν δύναμιν] ἐφαρμόσει δὲ τῶν v. ἡ δύναμις iid. 12. που τάχα pro πὼς iid. 15. κῆπον] καρπὸν iid. 17. ἐπαγαλλώμενοι iid. ὑποζευγμ. (sic) iid. 18. ῥοὰν iid. 19. εἰωθότας iid. 20. λαμπρόν] + reiid. 22. τοῖς assumptum ex B. 24. δὲ pro yap iid. τῶν ᾿Ιουδ. γῆν hoc ord. Β. Statim καὶ om. Β. 27. ὐπ’ αὐτούς iid.)Εἰ δὲ δή τις οἴοιτο καὶ εἰς ἐξήγησιν ἠθικὴν ταυτὶ δὴ χρῆναι μετακομίζεσθαι, φρονήσει καλῶς. παρεικαστέον γὰρ ἀρεταῖς καὶ τοῖς εἰς νοῦν κατορθώμασιν, ἄμπελον, συκῆν, [*](d) καὶ τὰ ἕτερα τῶν ξύλων, ἃ καρποῖς ὡραίοις στεφανοῦσθαι φιλεῖ. ἀλλ’ εἰ μέν τις εἴη σοφὸς καὶ ἀγχίνους, καὶ αὐχημάτων ἀγαθῶν ἐπιμελητὴς, εὐανθῆ τε καὶ εὔξυλον τὸν εἰς νοῦν καὶ καρδίαν φορέσει κῆπον, πολυειδῆ τρέφων ἐν ἑαυτῷ τὴν ἀρετὴν, καὶ πάντα τρόπον ἐπιεικείας. εἰ δὲ δὴ ῥᾴθυμος καὶ φιλήδονος, καὶ πολὺ λίαν ἐκνενευκὼς ἐπὶ τὰ αἰσχίω, καταθρηνήσει πάντως, μαραινομένης αὐτῷ τῆς ἐπιεικείας, καὶ πολλὴν παθόντος τὴν ἀκαρπίαν τοῦ νοῦ. ἐπιμελητέον e δὴ οὖν τοῖς ἐχέφροσι τῶν ἐν καρδίαις ἀγαθῶν, ἃ δὴ προσέσται πάντως, εἰ ἐπί γε σφίσιν αὐτοῖς εὐφραίνειν ἕλοιντο ταῖς ἐπιεικείαις τὸν τῶν οὐρανίων χαρισμάτων δοτῆρα Θεόν.