In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Ὅτι μὴ μάτην ποιεῖται τὰς ἀπειλὰς, χρῆμά τε ἐστὶν οὐκ ἀνόνητον τοῖς ῥᾳθυμεῖν εἰωθόσιν ὁ φόβος, κατίδοι τις ἃν κἀντεῦθεν εὐκόλως. ἰδοὺ γὰρ ἰδοὺ τῶν θείων ἐπείπερ ἐπύθοντο λόγων, τρέπονται παραχρῆμα πρὸς φιλεργίαν, εἴκουσί τε λοιπὸν τοῖς καθηγεῖσθαι λαχοῦσι, Ζοροβάβελ τε φημι καὶ Ἰησοῦς, διὰ πλείστης τε ὅσης αἰδοῦς τὰς τοῦ προφήτου ποιοῦνται φωνὰς, καὶ δεδυσώπηνται τὴν ἀποστολὴν, καίτοι [*](c) πάλαι κομιδῇ σμικρῶν ἀξιοῦντες τὸ χρῆμα λόγων. οὐκοῦν ἀληθὲς καὶ δι’ αὐτῶν ὁρᾶται τῶν πραγμάτων ὅτι “Ὃν [*](Prov. iii. 12.) “ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παρα- “ δέχεται.” μετατάττει γὰρ ἔσθ’ ὅτε πρὸς τὰ ἀμείνω τὸν νοῦν τὸ τοῦ κολάζεσθαι δεῖμα· καὶ τῶν σκυθρωπῶν ἡ ἔφοδος εἰς τὸν θεῖον ἡμᾶς μεθορμίζει φόβον· καὶ ἔστιν ἀτρεκὲς, τὸ ἐν βιβλίῳ παροιμιῶν, ὅτι “ Ὁ φοβούμενος τὸν [*](Ib. xiii. 13. Ib. xix. 23. Sir. i. 11. Ib. 12.) “ κύριον οὗτος οὖτος καὶ πάλιν “ Φόβος κυρίου εἰς “ ζωὴν ἀνδρί.” καὶ ὁμοίως ἡ σοφία “ Φόβος Κυρίου δόξα “ καὶ καὶ καὶ “ Φόβος κυρίου τέρψει καρδίαν, καὶ [*](d) “ δώσει πρὸς τούτοις εὐφροσύνην καὶ χαρὰν καὶ μακρο- “ ημέρευσιν.” θέα δὲ ὅπως ἡμέρως τε ἡμᾶς καὶ ὡς ἂν αὐτῶ πρέποι πλήττει Θεός. οὐ γὰρ εὐθὺς τοῖς ἀνθρωπίνοις σώμασιν ἐπάγει τὰ ἐξ ὀργῆς, καταπτοεῖ δὲ μᾶλλον τοῖς ἔξωθεν καὶ ὀλίγοις δείμασι, καὶ ταῖς τῶν ἐδωδίμων ζημίαις μεταποιεῖ πρὸς τὸ ἄμεινον καὶ πρὸς τὸ ἑλέσθαι λοιπὸν ἐργάξεσθαι τὰ αὐτοῦ.
[*](1. αὐτῶν om. D. 2. προσώπου] + τοῦ D. 4. ῥᾳθυμεῖν εἰωθυμεῖν εἰωθόσιν (sic) D. κατίδοι D. Edd. ἀναμάθοι Β. ἃν om. D. 5. ἐνεἰωθυμεῖν pro κἀντεῦθεν Β. ἰδοὺ alt. om. Β. 7. φημι om. D, 8. Ἰησοῦ (sic) D. τὰς assumptum ex B.D. Statim τῶν προφητῶν Edd. 9. ἐπιστολὴν iid. 10. μικρῶν D. λόγων τὸ χρ. iuverso ordine D. 11. τῶν om. D. πράξεων iid. 12. μαστιγοῖ —παραδέχεται accesserunt ex B.D. 13. τὸν νοῦν πρὸς τὰ ἀμείνω inverso ordine D. 15. ἔφοδος D. ἐπέλευσις Β. ἔφεσις Edd. μεθαρμόζει pro μεθορμίζει iid. 16. βίβλῳ D. 17. οὗτος accessit ex B.D. 20. καὶ μακροημέρευσιν assumpta ex D. 21. τε καὶ ἡμᾶς καὶ D. 22. πλήττοι D. 25. τὸ prius om. D.)Καὶ εἶπεν Ἀγγαῖος ὁ ἅγγελος Κυρίου τῶ, λαῷ Ἐγώ εἰμι μεΘ’ [*](e) ὑμῶ, λέγει Κύριος.
Ὅρα ταῖς εἰς τὰ ἀμείνω μεταστάσεσι παρομαρτοῦσαν εὐθὺς τὴν φιλανθρωπίαν. συμμεθίσταται γὰρ οἱονεί πὼς ὁ τῶν ὅλων Θεὸς τοῖς μετανοεῖν ᾑρημένοις, ᾐρημένοις, συνεῖναί τε σφίσι κατεπαγγέλλεται, οὗ τί ἃν γένοιτο τὸ ἰσοστατοῦν ; Θεοῦ γὰρ συνόντος, ἅπαν μὲν ἡμῖν ἐκποδὼν οἰχήσεται βλάβος, εἰσβαλεῖ δὲ πάντως τὰ ἀγαθὰ, καὶ βεβηκότες εὐθὺς [*](637 Α. a) οἱ τῆς εὐημερίας ἀναφανοῦνται τρόποι, καὶ πᾶν ὁτιοῦν τῶν ἡδίστων συμβήσεται. εἰ δὲ δὴ φάσκοι τὸ γράμμα τὸ ἱερὸν ἄγγελον κυριοῦ τὸν Ἀγγαῖον, οἰέσθω μηδεὶς ἄγγελον μὲν εἶναι κατὰ φύσιν αὐτὸν, γεννηθῆναι δὲ καθ’ ἡμᾶς ἄνθρωπον ἐκ γυναικός· ἀπόπληκτον γὰρ κομιδῆ τὸ ὧδε νοεῖν· οἰησόμεθα δὲ μᾶλλον, εἴπερ ἐσμὲν ἐν καλῷ φρενὸς καὶ νοῦ βλέποντος εἰς τὸ ἀτρεκὲς, ἀπὸ τοῦ ἀγγέλλειν ἅγγελον εἰρῆσθαι καὶ ὀνομάζεσθαι. ἐπεὶ τὸ λυποῦν οὐδὲν καὶ εἰς ἑτέραν ἡμᾶς ἀτοπίαν ἐκβαίνοντας, ἀγγέλους ὑπάρχειν ὁμολογεῖν τῇ φύσει [*](Hiobi. i. b) καὶ τοὺς ἀπαγγέλλοντας τῷ Ἰὼβ τά τε ἐν ἀγροῖς παρά τε τῶν ἱππέων συμβεβηκότα, καὶ μὴν καὶ ὅτι τεθνᾶσιν οἱ παῖδες αὐτοῦ κατασεσεισμένης τῆς οἰκίας. εἴρηται δὲ καὶ ὁ τοῦ [*](Es. ix. 6.) Θεοῦ Λόγος “ Μεγάλης βουλῆς ἅγγελος.” ἀπήγγειλε γὰρ ἡμῖν τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός. οὐκοῦν ἀπὸ τοῦ ἀγγέλλειν ἄγγελος, καὶ οὐχὶ δὴ πάντως, εἰ ἐπ’ ἀνθρώπων λέγοιτο τυχὸν ἡ κλῆσις, ἀπό γε τοῦ εἶναι κατὰ φύσιν οὐχ ὅπερ ἡμεῖς.
[*](1. ὁ om. D. habent R.F. Edd. (36. al.) τῳ] pracmitt. ἐν ἀγγέλοις τοῦ Edd. (Co.)] Κυρίου Edd. (ℵ Vat.) deest in B.D. (Alex. XII.) 3. τὸ pro τὰ 7. γὸρ] + ἡμῖν Edd. invitis Β.D. μέν assuinptum e.x B.D. 10. φάσκει D. 11. μὲν acccssit ex D.b. 12. ἅνθρ. καθ’ ἡμᾶς inv. ordine D. invito b. 13. ἀπόπληκτον γὰρ κ. τὸ ὧδε νοεῖν om. B. κομιδῆ om. D. invito b. νοεῖν b. Edd. φρονεῖν D. 14. εἴπερ — ἀτρεκὲς om. B.b. habet D. 17. ἀτοπίαν ἐκβαίνοντος D. Edd. ἐκβαίνοντας ἐννοίαν B. 18. τε alt. assumptum ex D. 19, μὴν καὶ om. D. 20. αὐτοῦ D. αὐτῷ Edd. 22—25. οὐκοῦν usque ad fin. schol. om. B. 23. ἀγγελεῖν D. Statim ὁ addit D. 24. οὐχ ὄπερ hoc ordine D.)Καὶ ἐξήγειρε Κύριος τὸ πνεῦμα Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ τὸ πνεΰμα Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως [*](c) τοῦ μεγάλου καὶ τὸ πνεΰμα τῶν κατακοίπων παντὸς τοῦ λαοῦ, καὶ εἰσῆλθον καὶ ἐποίουν τὰ ἔργα ἐν τῷ οἲκῳ Κυπίου παντοκράτορος Θεοῦ αὐτῶι, τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνός τοῦ ἕκτου.