In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Διὰ τοῦτο τάδε λέγει Κύριος παντοκράτωρ ’λΘ’ ὧν ὁ οἶκός μου [*](b) ἐστίν ερΗμος, υμεις δὲ διώκετε ἕκαστος εἰς τον οικον αὐτου, διὰ τοῦτο ἀνέξει ὁ οὐρανός απὸ δρόσου, καὶ ἦ γῆ ὑποστελεῖται τὰ ἐκφόρια αὐτῆς εφ' ὖμᾶς. καὶ ἐπάξω ῤομφαίαν ἐπἰ τήν γῆν καὶ ἐπὶ τὰ ὅρη καὶ ἐπὶ τὸν σῖτον καὶ ἐπὶ τὸν οἶνον καὶ ἐπὶ τὸ ἔλαιον καὶ ἐπὶ πάντα ὄσα ἐκφέρε ἡ γῆ καὶ ἐπὶ τοῦς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πάντας τοὺς πόνους χειρῶν αὐτῶν.

Οὐκ ἐᾷ τῶν θείων καταρρᾳθυμοῦντας ἐκτόπως ποιεῖσθαι τὰ σφῶν ἐν ἀμείνοσι, καὶ τῶν εἰς δόξαν αὐτοῦ προτάττειν [*](c) τὰ γεωδέστερα· ἀναπείθει δὲ μᾶλλον ἐννοεῖν, ὡς εἰ μὴ κέοιτο καλῶς τὰ ἀσυγκρίτως ὑπερκείμενα, οὐδ’ ἂν τοῖς μείοσιν ἕποιτο τὸ εὖ κεῖσθαι πώποτε, καὶ ἐν οἷς εἶναι βεβούληνται. ταύτῃτοί φησιν Ανθ' ὦν ὁ οἶκος μου ἐστὶν ἔρημος, υμεις δε διωκετε εκαστος εἰς ’τον οἶκον αυτου, δια τοῦτο συμβήσεται τοῦτό τε κἀκεῖνο, δι’ ὧν ἂν εὐθὺς καταξθίνοιτο τὰ ἐν ἀγροῖς, οὐρανοῦ μὲν δρόσον οὐ καθιέντος ἔτι, γῆς δὲ τὴν οἰκείαν ἀνακοπτούσης ἰσχὺν, καὶ μὴν καὶ ῥομξαίας ἤγουν ὀργῆς ἐπενηνεγμένης, ληΐοις τε ὁμοῦ καὶ ἀμπέλοις συναυαινομένης ἐλαίας, ἐλαίας, καταβοσκομένης τε πρὸς τούτοις [*](d) ἀνθρώπους τε καὶ κτήνη.

Οὐκοῦν τοῖς ὀκνοῦσιν ἀποπληροῦν τὰ εἰς δόξαν Θεοῦ, καὶ τὰ δι’ ὧν ἂν ὁρῷτο συνεστηκὼς ὁ οἶκος αὐτοῦ, τουτὄ [*](1. D. Edd. ὅς Β. 2. Α καρδίαν ad καρδίαν transilit D. 5. τὸν— ὑποστελεῖται om. D. 7. Haec ἐφ' ὑμᾶς assumpta ex Β. (32. al.) desunt in D. καὶ ἐπὶ τὸν σῖτον om. Β. 9. Haec ἐπὶ πάντα assumpta ex B. (22. al.) desunt in D. ἐκφέρῃ Edd. (26.) 12. ποιεῖσθαι] + τε B. deest in D.b. 16. ἕψοιτο D. 19. συμβήσεται τοῦτό τε B.D. τὸ Edd. εὐθὺς om. D. 21. Clausula καὶ μὴν καὶ — ἐπενηνεγμένης et ληΐοις—ἐλαίας inter se transposuerunt Edd. 22. ἐξ pro ἤγουν Edd. Statim ἑορτῆς (sic) ἐνενηγμένης pro ὀργῆς ἐπεν. D. 26. τὰ om. D. συνεστηκὸς D.)

256
ἐστιν ἡ Ἐκκλησία, οὔτ’ ἃν δρόσος γένοιτο πνευματικὸς, τουτέστι παράκλησις ἡ ἐξ οὐρανοῦ ψυχὰς καὶ καρδίας καταπιαίνουσα· οὔτε μὴν ἡ ἀπὸ γῆς εὐκαρπία, τουτέστι, [*](e) τὰ διὰ σώματος κατορθώματα· οὐ σῖτος, οὐκ οἶνος, οὐκ ἐλαίου χρῆσις. ἀνίσχυες γὰρ πάντη τε καὶ πάντως ἔσονται, καὶ τοῦ κατευφραίνεσθαι μακρὰν, καταπιανθεῖεν δ’ ἃν οὐδαμῶς ἐλαίῳ τῷ νοητῷ τῷ τῆς ἀγαλλιάσεως, καὶ ἁπαξαπλῶς ἄγευστοι καὶ ἀμέτοχοι τῆς εὐλογίας ἀπομενοῦσι τῆς διὰ Χριστοῦ. καὶ πρός γε δὴ τούτοις ὑπενεχθήσονται τῇ ῥομφαία, καὶ ἄμισθον παντελῶς ὑπομενοῦσι πόνον, κἂν εἴ τις αὐτοῖς [*](2 Tim. ii. 5.) ἐπιεικείας ἐπιτηδεύοιτο τρόπος. στεφανοῦται γὰρ οὐδεὶς, “ ἐὰν “ μὴ νομίμως ἀθλήσῃ,’ κατὰ τὸ γεγραμμένον. οὐκοῦν [*](638 Α. a) περισπούδαστον καὶ τῶν ὅτι μάλιστα σεπτῶν τὴν εἰς τὰ ἀμείνω σπουδήν· τετάχθω δὲ καὶ τὰ καθ’ ἡμᾶς ἐν μείονι λόγῳ, καὶ ἴτω κατόπιν τῶν εἰς δόξαν Θεοῦ. καὶ οὐχὶ δὴ μόνον ἑστίαι, καὶ χρήματα, καὶ τὰ εἰς δόξαν κενὴν, ἀλλὰ γὰρ καὶ γένη, καὶ ἀδελφοὶ, καὶ πατέρες. οὕτω γάρ που [*](S.Matth. x. 37, 38.) φησὶ καὶ ὁ Χριστός " Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, “ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ “ ἐμὲ, οὐκ ἐστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν “ αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.”

Καὶ ἤκουσε Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ὁ ἐκ Φθλῆς Ἰούδα, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ Ἱερεὺς ὁ μέγας, καὶ πάντες οἱ κατά- [*](b) λοιποι τοῦ λαοῦ τῆς Φωνῆς Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ τῶν λόγω Ἀγγαίου τοῦ προφήτου, καΘότι ἐξαπέστειλεν αὐτὸν [*](1. ἐκκλησία] + Θεοῦ D. πνευματικὴ D. 4. διὰ] + τοῦ D. 5. χρῆσις D. Edd. χρίσις Β. Statim ἀνίσχυες Β. ἀνίσχυροι D. Edd. 7. Haec τῷ τῆς ἀγαλλιάσεως accesserunt ex D. 11. ἐπιτηδεύοιτο D. Edd. ἐπιτηδεύηται Β. Ι2. γένος γένος γεγραμμένον (sic) Edd. ἡγούμεθα iid. 15. Θεοῦ et δὴ assumpta ex B.D. 18. καὶ assumptum ex D. 19—21. Haec καὶ ὁ φιλῶν υἱὸν — ὀπίσω μου, οὐκ ἕστι μου ἄξιος accesserunt ex 22. ὁ alt. assumptiim ex B.D. (Alex.) 25. λόγων] + τοῦ Edd. (Vat.) invitis B.D.F. (ℵ Alex. XII.) αὐτὸν] + ὁ Edd.)

257
κύριος ὁ Θεὀς αὐτῶν πρὀς αὐτοὐς, καὶ ἐφοβήθη ὁ λαός άπὀ προσώπου Κυρίου.