In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Πεφόβηνται μὲν οἱ ἐξ Ἰσραὴλ ἀπὸ προσώπου κυρίου. [*](Supra ver. 12.) πλὴν ἄθρει μοι πάλιν, ὡς οὐ πρότερον κεχωρήκασιν εἴς γε τὸ ἑλέσθαι δρᾶν τὰ ἁνδάνοντα τῷ Θεῷ, εἰ μὴ καὶ γέγονε [*](d) μετ’ αὐτῶν, καὶ ἐξήγειρε τὸ πνεῦμα αὐτῶν. εἰσόμεθα δὴ οὖν κἀντεῦθεν, ὅτι κἂν εἰ ἕλοιτό τις τὸ ἐθελουργεῖν εἰς τὸ ἀγαθόν· κἂν εἰ ἐν προθυμίαις γένοιτο ταῖς τοιαῖσδε τυχὸν, ἀλλ’ οὐδὲν ὅλως ἀποπερανεῖ, μὴ οὐχὶ συνόντος τε αὐτῷ τοῦ Θεοῦ καὶ διανιστάντος εἰς εὐτολμίαν, καὶ καταθήγοντος εἰς τὸ τληπαθὲς, καὶ τὸν ἐπὶ ταῖς φιλεργίαις ἀποκείροντος ὄκνον. τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος περὶ τῶν τὸ θεῖον πεπιστευμένων κήρυγμά φησιν ὅτι περισσότερον αὐτῶν [*](1 Cpr. xv. 10.) “ πάντων ἐκοπίασα·’’ προσεπήγαγε δὲ πανσόφως “ οὐκ [*](e) “ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί.’’ καὶ μὴν καὶ αὐτὸς ὁ Σωτῆρ’ τοῖς ἁγίοις ἀποστόλοις “ Χωρὶς ἐμοῦ,” [*](S. Joan. xv. 5.) φησὶν, “ οὐ δύνασθε ποιεῖν οὐδέν. αὐτὸς γὰρ ἡμῶν ἡ ἔφεσις καὶ ἡ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν προθυμία, αὐτὸς ἡ ἰσχὺς, καὶ συνόντος μὲν ἡμῖν εὐδοκιμήσομεν, ἑαυτοὺς οἰκοδομοῦντες “ εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ [*](Eph. ii. 21, 22.) “ ἐν Πνεύματι·” ἀποφοιτῶντος δὲ καὶ νοσφιζομένου, πῶς ἃν ἐνδοιάσειε τις, ὅτι καὶ ἀπρακτήσομεν ὄκνῳ τε καὶ ἀνανδρίᾳ [*](a 638 Α.) νικώμενοι, καὶ ὡς ἀκερδῆ τὸν πόνον ἀποσειόμενοι;
[*](4. τὰ assumptum ex Β. (Alex. XII.) 5. τῇ om. D. τοῦ ἕκτου μηνός D. 7. προσώπου] + τοῦ D. 13. τε assumptum ex Β. deest in D. 14. διανιστῶντος D. 16. Haec ὁ θεσπέσιος accesserunt ex Β. ὁ σοφώτατος D. 17. αὐτῶν πόντων boc ordine B.D. 18. πανσόφως] σαφῶς D. 19. δὲ B.D. μόνος Edd. 22. καὶ assumptum ex B.D. 24. τοῦ assumptum ex B.D. 25. ἐν] + τῷ D. 26. ἀνδρίᾳ (sic) D. )Πλὴν ὅρα τοὺς πάλαι διὰ πολλὴν ἀπείθειαν ὑποπεσόντας ὀργῇ, λοιπὸν εἰσθέοντας ἐν οἵκῳ κυροῦ καὶ ἐργαζομένους, συνόντων αὐτοῖς Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ ἱερέως τοῦ τύπος δ' ἂν εἴη τὸ χρῆμα πάλιν τῆς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐσομένης κλήσεως τοῦ Ἰσραήλ. οἳ καὶ ἠπείθησαν μὲν ἐν ἀρχαῖς, ταύτῃτοι καὶ ἄκαρποι μεμενήκασι, δίχα [*](b) δρόσου καὶ σίτου καὶ οἴνου καὶ μὴν καὶ ἐλαίου· πεπτώκασι δὲ καὶ ὑπὸ ῥομφαίαν. ἐπειδὴ δὲ πεφόβηνται λοιπὸν ἀπὸ προσώπου Κυρίου, καὶ τοὺς τῶν ἁγίων προφητῶν δεδυσώπηνται λόγους, συνόντα τε σφισι τὸν τῶν ὅλων ἕξουσι Θεὸν, καὶ ἐξεγερθήσεται τὸ πνεῦμα αὐτῶν, ἐργάσονται δὲ καὶ αὐτοὶ τὰ εἰς τὸν ναὸν τοῦ Κυρίου, τουτέστι τὴν Ἐκκλησίαν. ἐν Χριστῷ δὲ καὶ ταῦτα· διαμορφοῦται γὰρ ὥσπερ ὡς ἔν γε τῷ Ζοροβάβελ καὶ Ἰησοῦ· ὁμοῦ γάρ ἐστι βασιλεὺς [*](1. Tim. ii. 5.) μὲν ὡς Θεὸς, ἀρχιερεὺς δὲ πάλιν ὡς ἄνθρωπος, καὶ μεσίτης [*](c) Θεοῦ καὶ ἀνθρώπων· μεσιτεύει γὰρ ὁ ἱερεύς.
Προσεπενήνεκται δὲ ἀναγκαίως καὶ τό τῇ τετράδι καὶ εἰκαδι τοὐ μηνὸς τοῦ ἕκτου, τὸ ἀγχίστροφον τῆς γνώμης τῶν ἐξ Ἰσραὴλ εὖ μάλα καταδηλοῦν. γέγονε μὲν γὰρ πρὸς αὐτοὺς ὁ λόγος ἐν χειρὶ Ἀγγαίου τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ μιᾷ τοῦ μηνὸς, εἰσέδραμον δὲ τοὺς ἔπι γε τῳ ναῷ πόνους τη τετραδι καὶ εικαδι του μηνὸς τοῦ ἕκτου· ὡς εἶναι τὰς μεταξὺ τῆς ἀναβολῆς, ἤγουν διασκέψεως, ἡμέρας τρεῖς τε καὶ εἴκοσι τὸν ἀριθμόν.
[*](d)[*](Κεφ. β΄.)Τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως, τῶ ἑβδόμῳ μηνὶ, μιᾷ καὶ εἰκάδι τοῦ μΗνὸς. ἐλάλησε Κύριος ἐν χειρὶ Ἀγγαίου [*](3. συνόντος D. 5. ὃς ἠπείθησε (omittens κοὶ) D. 6. ἀρχαῖς D. ἀρχῇ Edd. 8. καὶ om. D. πεφόβηνται] πεπτώκασι D. 9. Κυρίου assumptum ex B.D. 10. Θεὸν, ἕξουσι Θεὸν (sic D.) 13, 14. Assumpta γὰρ ex B.D. ὡς ex B. 14. ὁμοῦ B.D. ὁ μὲν Edd. 15. πόλιν om. D. 17. προσεπενήνεγκται D. τῇ assumptum ex B.D. 20. Haec χειρὶ Ἀγγαίου — τοῦ βασιλέως ἐν accesserimt ex B.D. 24. τε om. D. 25. τοῦ om. F. τῷ ἑβδόμῳ μηνὶ B.D. (Alex. XII.) τῳ μ. τῷ ἑ. Edd. (Vat. ℵ))