In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Τάδε λέΓει Κύριος παντοκράτωρ Θέσθε τἀς καρδίας ὑμῶν εἰς τὰς ὀδοὺς ὑμῶν. ἀνάβΗτε ἐπὶ τὸ ὅρος καὶ κόψατε ξύλα καὶ οἰκοδομἡστε τὸν οἶκον, καὶ εὐδοκἡσω ἐν αὐτῷ καὶ ἐνδοξασθήσομαι, εἶπε Κύροις. ἐπεβλέψατε εἰς πολλὰ, καὶ ἐγένετο [*](e) ὀλίγα. καὶ εἰσηνέχθη εἰς τὸv οἶκον καὶ ἐξεφύσησα αὐτά.

[*](1. λίαν assumptum e.x D. 2. ἐσκεύαζον Edd. ὁ θεσπέσιος assumptum ex B.D. 3. εἰσήκουσας Κύριε Β. Syr-Hex. cf, Glaph. 101 a. ubi est diversitas MSS. εἰσήκουσε κύριος D. Edd. (A.V.) 5. σου Β. (Vat.) αὐτοῦ D. Edd. (Alex.) cf. Glaph. 1. c. (v. Ι.) 92 c. (v. Ι.) in S. Joannem 603 b. (v. Ι.) 6. δ’ ἃν] γὰρ D. 10. ἔφασκεν] + ὄτι D. 13. καὶ pro οἱ iid. ηὑρημένοι D. εὑρισκ. Edd. Φωνῆς] + τοῦ Edd. invito D. D. 16. Haec εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου et υἱοὶ ἀλλότριοι επαλαιώθησαν καὶ ἐχ’. ἄπο τῶν τρίβων ὐτῶν accesserunt ex B.D. 17. με pro μοι D. 21. ἐπὶ D. [Alex. XII.) εἰς Edd. (Vat. ℵ) κοὶ alt. assuinptum ex B.D. ℵ Alex. XII.) 23. ἐγένετο B.D. (Vat. ᾖ ἐγένοντο Edd. (Alex.) 24. εἰσηνέχθη D. Edd. εἰσηνεγκατε B.)
253

Συχνὴν ποιεῖται τὴν ὑπόμνησιν, συντελοῦν τὸ χρῆμα εἰς ὄνησιν εἰδὼς τοῖς ἀκροωμένοις. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τισί “ Τά αὐτὰ γράφειν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, [*](Phil. iii. 1.) “ ὑμῖν δὲ ἀσφαλές.’ κατανοήσατε τοίνυν φησὶν εἰς τὰς ὁδοὺς, ἃς πεποίησθε νῦν. ποῖαι δὲ αὗται, διατρανοῖ παραχρῆμα Ἐπεβλέψατε εἰς πολλὰ καὶ ἐγένετο ὁλίγα, καὶ εἰσηνέχθη εἰς τὸν οἶκον καὶ ἐξεφύσησα αὐτά. ἀφημαρτήκασι μὲν γὰρ ἐλπίδος τῆς ἐπί γε φημὶ τῷ ἑλέσθαι γηπονεῖν. [*](a 634 Α.) μακροὺς γὰρ ἱδρῶτας δεδαπανηκότες, ὀλίγοι μόλις συνεκομίσαντο. πλὴν ἐστέρηνται καὶ τούτων· ἐκπεφύσηνται γὰρ, τουτέστιν, γεγόνασιν ἑτέρων, καὶ ἥκιστα μὲν αὐτοῖς, δεδαπάνηνται δὲ μᾶλλον τοῖς πλεονεκτεῖν εἰωθόσιν. εἰκαῖον οὖν ἄρα τὸ σπούδασμα καὶ ὁ πόνος αὐτοῖς, ὅτι μὴ μᾶλλον ἀποπεραίνειν ἤθελον τὸ τῷ Δεσπότη δοκοῦν, καὶ τῆς εἰς τὰ ἀμείνω φιλεργίας τὴν εἰς τὰ αἰσχίω καὶ γεωδέστερα προὐργιαιτέραν ἐποιοῦντο φροντίδα. ἆρ’ οὖν ἀνουθέτητον ἀφῆκε [*](b) τὸν Ἰσραὴλ, οὐ παρέδειξε τοῖς πεπλανημένοις τῆς ἐπανορθώσεως τὴν ὁδόν ; καὶ μὴν καὶ τοῦτο καταθρήσομεν εὐθὺς γεγονός. ἕφη γὰρ ὅτι Ἀνάβητε εἰς τὸ ὄρος καὶ κόψατε ξύλω καὶ οἰκοδομήσατε τὸν οἶκον καὶ ενδοξασθήσομαι πάλιν ἐν αὐτῷ, καὶ εὐδοκήσω, τουτέστι, προσδέξομαί τε καὶ ἐπαινέσω τὰς τῶν εἰς τοῦτο πεπονηκότων σπουδάς τε καὶ προθυμίας.

Καλὸν οὖν ἄρα καὶ ἁνδάνον τῷ Θεῷ τὸ ἐπείγεσθαι πληροῦν τὰ ὅσαπερ ἃν φαίνοιντο χρήσιμά τε καὶ ἀναγκαῖα [*](c) πρὸς σύστασιν τῆς Ἐκκλησίας καὶ πρὸς οἰκοδομὴν αὐτῆς. δράσομεν δὲ τοῦτο, καὶ λίαν ἐμφρόνως, [*](1. τὴν assumptum ex B.D. τὸ χρῆμα εἰς ὄνησιν hoc ordine B.D. 2. Haec καὶ ὁ θεσπέσιος assumpta ex Β. καὶ ὁ μακάριος D. 3. γράφειν] + ὑμῖν Edd. invitis B.D. 7. εἰσηνέχθη habent B.D. 8. γηπονεῖν D. Edd. πονεῖν Β. 13. ἀποπ. ἤθελον hoc ordine B.D. 14. δεσπότῃ D. Edd. νόμω Β. τὸ ἄμεινον D. 15. αἵσχιστα D. 16. οὖν] + οὐκ Edd. 17. οὐ παρέδειξε B.D. παρέδειξε δὲ Edd. 18. καὶ alt. assumptum ex D. εὐθὺς B.D. εὖ Edd. 22. εἰς τοῦτο τῶν inverso ordine D. 23. τῷ om. D. ἐπείγεσθαι πληροῦν om. Β. habet D. 24. τὰ assumptum ex D. 26. αὐτῆς] + ταῦτα ἐπείγεσθαι πληροῦν Β.)

254
οἷον ὕλην χρειωδεστάτην συλλέγοντες, καὶ ὡς ἐκ δρυμοῦ κόπτοντες ξύλα τὰ ἐν τῇ θεοπνεύστῳ γραφῆ πνευματικὰ θεωρήματα· δι’ ὧν ἄν τις ἀσφαλῆ καὶ ἐρηρεισμένην ποιήσαιτο τὴν ἐπὶ Θεῷ δόξαν ἤτοι διάληψιν, καὶ εὖ ἔχοντα καὶ πεποιημένον ἐξόχως ἀποφανεῖ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον· ἀποκομιεῖ δὲ πρὸς τούτῳ καὶ εἰς εἴδησιν ἀκριβῆ [*](d) τῆς πνευματικῆς εὐτεχνίας, καὶ τῆς ἐν ἤθει καὶ τρόποις νοουμένης ἐπιεικείας. διά τοι τούτων οίκοδοείσθαί φαμεν τὸν οἶκον τοῦ Θεοῦ καὶ τῆς Ἐκκλησίας πράττεσθαι σύστασιν.

Ἐρῶ δὲ πρὸς τούτοις, ὅτι καὶ ἕκαστος ἡμῶν ναὸς ἃν νοοῖτο καὶ οἶκος Θεοῦ. κατῴκηκε γὰρ ἐν ἡμῖν Χριστὸς διὰ [*](2 Cor. vi. 16.) τοῦ Πνεύματος· καὶ ἐσμὲν ναοὶ Θεοῦ ζῶντος, κατὰ τὰς γραφάς. οὐκοῦν καὶ ἕκαστος ἡμῶν οἰκοδομείτω τὴν ἑαυτοῦ καρδίαν διὰ πίστεως ὀρθῆς, αὐτὸν ἐχέτω θεμέλιον τὸν τῶν ὅλων Σωτῆρα Χριστόν, τὸν ἔντιμον ἀληθῶς· προσεπαγέτω [*](e) δὲ τούτοις καὶ ὕλην ἑτέραν, τὴν ὑπακοὴν δὴ λέγω, καὶ τὸ εἰς πᾶν ὁτιοῦν εὐήνιον, τὴν ἀνδρείαν, τὴν ὑπομονὴν, τὴν [*](Eph. iv. 16: ii. 21, 22.) ἐγκράτειαν. συναρμολογούμενοι γὰρ οὕτω “ διὰ πάσης ἁφῆς “τῆς ἐπιχορηγίας,” “ εἰς ναὸν ἅγιον ἀναβησόμεθα καὶ εἰς κα- “τοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.” οἱ δὲ βραδεῖς εἰς πίστιν, ἢ καὶ πιστεύσαντες μὲν, ὀκνηροὶ δέ πὼς ἔτι πρὸς ἀπόστασιν τὴν ἐκ παθῶν τε καὶ ἁμαρτίας καὶ φιληδονίας κοσμικῆς, δι [*](Supra ver. 2.) αὐτὸ δὴ τοῦτο μονονουχὶ καὶ κεκράγασιν " οὐχ ἥκει ὁ [*](635 Α. a) “ καιρὸς τοῦ οἰκοδομήσαι τὸν οἶκον Κυρίου.” ταύτῃτοι καὶ περιπίπτουσι ταῖς τῶν οὐρανίων ἀγαθῶν ἐνδείαις, καὶ νοηταῖς ἀκαρπίαις, καταφθίνοντος ἐν αὐτοῖς τοῦ νοῦ, καθάπερ τινὸς γῆς, ὡς μήτε σῖτον ἔχειν, τουτέστιν ἰσχὺν, μήτε μὴν οἶνον, [*](1. χρεωδεστάτην Edd. 5. πεποιημένα iid. ἐξόχως D. Edd. εἰκότως Β. ἀποφαίνοι D. 7 τῆς prius assumjjtum ex D. 10—13 Ab ἕκαστος ἕκαστος transilit D. 13. καὶ assumptum ex Β. 14. σωτηρίαν pro καρδίαν D. διὰ] + τῆς D. ὀρθῆς D. Edd. ἀγαθῆς Β. τῶν ὅλων et χριστὸν assumpta ex B.D. θεμέλιον post transp. transp. D. 15, προστυπαγέτω παγέτῳ Β. Statim δὲ om. D. 16. δὴ om. B. 21. καὶ om. D. 23. αὐτὸ D. αὐτοῦ Edd. καὶ oin. D. Statim κεκραγόσιν Β. κεκραγότα (sic) D. κεκράγουσιν Edd. 24. οἶκον] ναὸν D. 25. παραπίπτουσι iid.)

255
ὅ ἐστιν εὐφροσύνης σύμβολον. γέγραπται γὰρ ὅτι “ ἄρτος “ στηρίζει καρδίαν ἀνθρώπου· καὶ οἶνος εὐφραίνει καρδίαν “ ἀνθρώπου.”