Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
συνεχῶς δὲ τοῦτο ποιῶν ὄκνον οὐκ ὀλίγον ἐποίησε τοῖς βαρβάροις, ἀγνοοῦσι μὲν τὸ γινόμενον, τῷ δὲ καθ̓ ἑκάστην ὡς εἰπεῖν ἐλαττοῦσθαι τοῦ κακοῦ συναισθανομένοις. ἐπειδὴ δὲ καὶ ἄλλοι συνεμίγησαν τούτῳ λῃσταὶ καὶ καθ̓ ἕνα συνιόντες πλῆθος γεγόνασι, τότε δὴ τῷ Καίσαρι προσελθὼν ὁ Χαριέττων ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ ταύτην εὑρόντι πρώτῳ κατὰ τῶν βαρβάρων ἐπιβουλὴν̓ ἀναφαίνει τὸ πρότερον οὔπω πολλοῖς ἐγνωσμένον.
ὁ δὲ Καῖσαρ, ἐπειδὴ μὴ ῥᾴδιον ἦν αὐτῷ διὰ τοῦ στρατοπέδου ταῖς ἐν νυκτὶ τῶν βαρβάρων λαθραίαις ἐφόδοις ἐπεξιέναι ʽκατ̓ ὀλίγους γὰρ καὶ ἐν πολλοῖς ἑαυτοὺς διασπείραντες ἐλῄστευον, ἡμέρας δὲ γενομένης οὐδένα θεάσασθαι παντάπασιν ἦν: ἐν γὰρ τοῖς περὶ
ἀποδεξάμενος οὖν τὸν Χαριέττωνα καὶ τοὺς σὺν αὐτῷ, συνάψας τε αὐτοῖς τῶν Σαλίων πολλούς, νυκτὸς μὲν αὐτοὺς λῃστεύουσι τοῖς Κουάδοις οἷα μεμελετημένους λῃστείαις ἐπέπεμπεν, ἡμέρας δὲ οὔσης ἐν τοῖς ὑπαίθροις ἔταττε τὰ στρατόπεδα, καὶ πάντας ὅσοι τὸ λῃστικὸν οἷοί τε ἐγίνοντο διαφυγεῖν ἔκτεινε.
τοῦτό τε ποιῶν διετέλεσεν, ἕως ὅτε καταστάντες εἰς ἐσχάτην στενοχωρίαν οἱ ʽ??ʼουάδοι, καὶ ἐκ πολλῶν ὀλίγοι γενόμενοι, προσεχώρησαν ἅμα τῷ σφῶν ἡγουμένῳ τῷ Καίσαρι, πλῆθός τε αἰχμαλώτων ἤδη συλλαβόντι κατὰ τὰς προτέρας ἐφόδους καὶ τὸν τοῦ βασιλέως παῖδα παρὰ Χαριέττωνος εἰλημμένον.