Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
ἐπεὶ δὲ ἱκετηρίας αὐτοὺς ἐλεεινῶς προτεινομένους ὁμήρους ἀπῄτει τῶν ἐπισήμων τινὰς καὶ τούτοις ἅμα τὸν τοῦ βασιλέως υἱόν, εἰς θρῆνον οἰκτρότατον καταστὰς ὁ τῶν βαρβάρων ἡγούμενος ὤμνυε δακρύων ὡς ἀπόλοιτο μ̔??ʼτὰ τῶν ἄλλων αὑτῷ καὶ ὁ υἱός. τότε τοίνυν ἐλεήσας ὁ Καῖσαρ δάκρυα πατρὸς τόν τε παῖδα αὐτῷ δείκνυσιν ἐν εὐπαθείᾳ τρεφόμενον, καὶ φήσας ἔχειν ἐν ὁμήρου τάξει, καὶ σὺν αὐτῷ τῶν εὖ γεγονότων ἄλλους ὁμήρους λαβών, ἐφιλοτιμήσατο τὴν εἰρήνην ἐφ̓ ᾧ μηδέποτε κατὰ Ῥωμαίων χεῖρας ἆραι.
Ταῦτα οὕτως διαθεὶς ὁ Καῖσαρ Σαλίους τε καὶ Κουάδων μοῖραν καὶ τῶν ἐν τῇ Βαταουίᾳ νήσῳ τινὰς τάγμασιν ἐγκατέλεξεν, ἃ καὶ νῦν ἐφ̓ ἡμῶν ἔτι δοκεῖ περισώζεσθαι. κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Κωνστάντιος ὁ βασιλεὺς ἦν
Κωνσταντίου τοίνυν ἐν τούτοις ὄντος οἱ Πέρσαι, Σαπώρην ἔχοντες βασιλέα, τὰ περὶ τὴν μέσην ἐλῄζοντο τῶν ποταμῶν, καὶ τὰ περὶ τὴν Νίσιβιν ἅπαντα καταστρεψάμενοι καὶ αὐτὴν ἤδη πάσῃ δυνάμει τὴν πόλιν ἐπολιόρκουν. τοῦ δὲ στρατηγοῦ Λουκιλλιανοῦ πρὸς τὴν πολιορκίαν ἀρκέσαντος, καὶ νῦν μὲν τοῖς ἀπὸ τῆς τύχης ὀρθῶς χρησαμέμου νῦν δὲ καὶ στρατηγήμασιν, ἡ μὲν πόλις τὰ περιστάντα διέφυγεν, εἰς ἔσχατον ἐλθοῦσα κινδύνου. τὸ δὲ ὅπως περιττὸν ἡγησάμην διεξελθεῖν, αὐτοῦ τοῦ Καίσαρος ἐν ἰδίᾳ συγγραφῇ πάντα ἀφηγησαμένου τὰ τότε πραχθέντα, ἅπερ ἔστιν εἰς χεῖρας λαβόντα τὴν ἐν λόγοις ἄκραν τοῦ ἀνδρὸς συνιδεῖν ἀρετήν.
Δοκούντων δὲ εἶναι τῶν κατὰ τὴν ἑῴαν ἐν ἡσυχίᾳ, καὶ τῶν τοῦ Καίσαρος κατορθωμάτων ἐν τοῖς ἁπάντων στόμασιν ὄντων, δεινῶς ὁ Κωνστάντιος συνεστάλη τῷ φθόνῳ. τῇ δὲ τῶν ἐν Κελτοῖς τε καὶ Ἴβηρσι πραγμάτων εὐημερίᾳ δακνόμενος ἐμηχανᾶτο προφάσεις, δἰ ὧν ἂν δυνηθείη κατὰ βραχὺ καὶ ἀνεπαισθήτως τὰς τοῦ Καίσαρος ἐλαττῶσαι δυνάμεις, οὕτω τε τῆς ἀξίας αὐτὸν παραλῦσαι. πέμπει τοίνυν ὡς αὐτόν, τάγματα δύο τῶν ἐν Κελτοῖς στρατιωτῶν ἐκπεμφθῆναι