Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τοῦτο μαθὼν ὁ Καῖσαρ ἀντεπῄει μὲν τοῖς Κουάδοις, παρεγγυᾷ δὲ τῷ στρατῷ τούτοις μὲν κατὰ τὸ καρτερὸν διαμάχεσθαι, Σαλίων δὲ μηδένα κτείνειν ἢ κωλύειν ἐπὶ τὰ Ῥωμαίων ὅρια διαβαίνειν οἷα μὴ ὡς πολεμίους ἐφισταμένους τῇ χώρᾳ, ἀνάγκῃ δὲ τῇ παρὰ Κουάδων ἐλαύνεσθαι. ταύτης αἰσθόμενοι τοῦ Καίσαρος τῆς φιλανθρωπίας οἱ Σάλιοι οἳ μὲν ἀπὸ τῆς νήσου μετὰ τοῦ σφῶν βασιλέως εἰς τὴν ὑπὸ Ῥωμαίους ἐπεραιοῦντο γῆν, οἱ δὲ συμφυγόντες εἰς τὰ ὄρη κατῄεσαν, ἱκέται τοῦ Καίσαρος ἅπαντες καθιστάμενοι καὶ ἐθελοντὶ

120

τὰ καθ̓ ἑαυτοὺς ἐκδιδόντες. ὃ δὲ πρὸς μὲν πόλεμον οὐδένα θαρροῦντας ἔτι τοὺς βαρβάρους ὁρῶν, ἐφόδοις δὲ λαθραίαις καὶ λῃστείαις προσέχοντας οὐ μικρά τε οὐδὲ τὰ τυχόντα ἐκ τούτου τὴν χώραν ἐργαζομένους κακά, καὶ ἀπορῶν ὅ τι πράξειεν, ἔμφρονι στρατηγήματι ταύτην μετῄει τῶν βαρβάρων τὴν τέχνην.

ἀνήρ τις ἦν μέγεθος σώματος ὑπὲρ τοὺς ἄλλους ἅπαντας ἔχων, καὶ τὴν ἀνδρείαν ἀνάλογον τῷ σώματι. τούτῳ βαρβάρῳ τὸ γένος ὄντι καὶ λῃστεύειν σὺν αὐτοῖς εἰωθότι παρέστη τὰ οἰκεῖα ἤθη καταλιπόντι πρὸς τοὺς ὑπὸ Ῥωμαίοις Κελτοὺς μεταστῆναι.

διατρίβων οὖν ἀπὸ χρόνου τινὸς ἐν Τριβέροις ʽἔστι δὲ αὕτη πόλις μεγίστη τῶν ὑπὲρ τὰς Ἄλπεις ἐθνῶν̓ ἐπειδὴ τοὺς ὑπὲρ τὸν Ῥῆνον βαρβάρους ἑώρα τὰς τῇδε κατατρέχοντας πόλεις καὶ τὰ πάντων ἀκωλύτως λῃζομένους, ὅτε τὴν τοῦ Καίσαρος οὔπω Ἰουλιανὸς εἶχεν ἀρχήν, ἀμύνειν μὲν διενοεῖτο τοῖς πόλεσιν, οὐκ ἔχων δὲ παρρησίαν οἷα νόμου μηδενὸς αὐτῷ τοῦτο ποιεῖν ἐπιτρέψαντος, τὴν μὲν ἀρχὴν μόνος εἰς τὰ δασύτατα κρυπτόμενος τῶν ὑλῶν ἐκαραδόκει τὰς τῶν βαρβάρων ἐφόδους, καὶ νυκτὸς ἐπιὼν ἤδη παρειμένοις μέθῃ καὶ ὕπνῳ κεφαλὰς ὅσων οἷός τε ἦν βαρβάρων ἀπέτεμεν καὶ τοῖς ἐν τῇ πόλει φέρων ἐδείκνυ.