Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
Ταῦτα δὲ ἔπραξεν οὔπω σχεδὸν εἰς πέμπτον καὶ εἰκοστὸν τῆς ἡλικίας ἐνιαυτὸν προελθών. ἐχόντων δὲ τῶν στρατιωτῶν πρὸς αὐτὸν εὐμενῶς διά τε τὴν τοῦ βίου λιτότητα καὶ τὸ περὶ τοὺς πολέμους ἀνδρεῖον καὶ περὶ χρηματισμὸν ἐγκρατὲς καὶ τὰς ἄλλας ἀρετάς, ἐν αἷς πάντας ὡς εἰπεῖν τοὺς καθ̓ αὑτὸν ἀνθρώπους ὑπερεβάλετο, φθόνῳ βληθεὶς ὁ Κωνστάντιος ἐπὶ τοῖς Ἰουλιανοῦ κατορθώμασιν, οἰηθεὶς δὲ τὴν Σαλουστίου, τῶν δεδομένων αὐτῷ συμβούλων ἑνός, ἀγχίνοιαν αἰτίαν αὐτῷ τῆς τοσαύτης εἶναι περὶ τὰ πολέμια καὶ τὴν ἄλλην διοίκησιν δόξης, μεταπέμπεται τοῦτον ὡς δὴ τοῖς κατὰ τὴν ἑῴαν αὐτὸν ἐπιστήσων.
ἑτοίμως δὲ τοῦ Ἰουλιανοῦ τοῦτον ἀφέντος ʽἐγνώκει γὰρ ἐν ἅπασι Κωνσταντίῳ πειθήνιος εἶναἰ τὰ μὲν ἐπιτετραμμένα πάντα τῷ Καίσαρι καθ̓ ἑκάστην ὡς εἰπεῖν ἐλάμβανεν οὐκ ὀλίγην ἐπίδοσιν, τῶν στρατιωτῶν αὐξανομένων πλήθει καὶ πολεμικαῖς ἐμπειρίαις, τῶν πόλεων ἐν εἰρήνῃ καὶ ἀπολαύσει τῶν ἀπὸ ταύτης οὐσῶν ἀγαθῶν.
πάντων δὲ ὡς εἰπεῖν τῶν αὐτόθι βαρβάρων ἀπογνόντων ἐλπίδι πάσῃ, καὶ ὅσον οὐδέπω τοὺς ἔτι περιλελειμμένους ἀπολεῖσθαι πανωλεθρίᾳ προσδοκησάντων, Σάξονες οἱ πάντων δὴ καρτερώτατοι τῶν ἐκεῖσε νεμομένων βαρβάρων θυμῷ καὶ ῥώμῃ καὶ καρτερίᾳ τῇ περὶ τὰς μάχας εἶναι νομίζοντες, Κουάδους μοῖραν σφῶν ὄντας εἰς τὴν ὑπὸ Ῥωμαίων
κατεχομένην ἐκπέμπουσι γῆν. οἳ δὲ ὑπὸ Φράγγων ὁμόρων αὐτοῖς ὄντων κωλυόμενοι διαβῆναι δέει τοῦ μὴ τῷ Καίσαρι δοῦναι δικαίαν αἰτίαν τῆς κατ̓ αὐτῶν αὖθις ἐφόδου, πλοῖα ναυπηγησάμενοι καὶ διὰ τοῦ Ῥήνου τὴν ὑπὸ Φράγγων ἐχομένην ὑπερβαλόμενοι γῆν ἐπὶ τὴν ὑπήκοον Ῥωμαίοις ὡρμήθησαν, καὶ τῇ Βαταβίᾳ προσσχόντες, ἣν διχῇ σχιζόμενος ὁ Ῥῆνος νῆσον ποιεῖ πάσης ποταμίας μείζονα νήσου, τὸ Σαλίων ἔθνος, Φράγγων ἀπόμοιραν, ἐκ τῆς οἰκείας χώρας ὑπὸ Σαξόνων εἰς ταύτην τὴν νῆσον ἀπελαθέντας ἐξέβαλλον. αὕτη δὲ ἡ νῆσος οὖσα πρότερον πᾶσα Ῥωμαίων τότε ὑπὸ Σαλίων κατείχετο.