Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ῥᾳστώνην. τοῦτο Ἰουλιανὸς θεασάμενος διαρρήγνυσθαι κατὰ πολλὰ μέρη τὸ τεῖχος ἐπέταττεν, οὗ δὴ γενομένου φεύγοντα παρὰ τῶν στρατιωτῶν τὰ θηρία κατετοξεύετο. ἐνταῦθά που πλησίον γενόμενος βασίλεια εἶδεν εἰς τὸν Ῥωμαϊκὸν μεγαλοπρεπῶς ἐξησκημένα τύπον, καὶ μαθὼν ταῦτα ὑπὸ Ῥωμαίων ᾠκοδομῆσθαι κατέλιπεν, οὐ συγχωρήσας τοῖς ταξιάρχοις λωβήσασθαί τι τῶν ἐν αὐτοῖς, αἰδοῖ τοῦ Ῥωμαίους λέγεσθαι τοὺς ταῦτα δημιουργήσαντας.

Ἐντεῦθεν ἡ στρατιὰ φρούριά τινα παραδραμοῦσα εἰς πόλιν ἀφίκετο Μείνας Σαβαθὰ καλουμένην: διέστηκε δὲ

144
αὕτη σταδίοις τριάκοντα τῆς πρότερον μὲν Ζωχάσης νῦν δὲ Σελευκείας ὀνομαζομένης. καὶ ὁ μὲν βασιλεὺς πλησίον που μετὰ τῆς πολλῆς στρατιᾶς ηὐλίσθη, προηγούμενοι δὲ οἱ κατάσκοποι τὴν πόλιν κατὰ κράτος αἱροῦσι. τῇ δ̓ ὑστεραίᾳ τὰ τείχη ταύτης ὁ βασιλεὺς περινοστῶν ἑώρα σώματα προσηρτημένα σταυροῖς ἔμπροσθεν τῶν πυλῶν:

ταῦτα δὲ ἔφασκον οἱ ἐπιχώριοι συγγενῶν εἶναι διαβληθέντος τινὸς ὡς προδότου πόλεως γεγονότος, ἣν ἔτυχεν ὁ βασιλεὺς Κάρος Περσῶν οὖσαν ἑλών. ἐνταῦθα Ἀναβδάτης ὁ φρούραρχος εἰς κρίσιν ἤγετο, παραγαγὼν μὲν ἐπὶ πολὺ τὸν Ῥωμαίων στρατὸν ὡς δὴ συντελέσων αὐτῷ πρὸς τὸν κατὰ Περσῶν πόλεμον, τότε δὲ ἐξελεγχθεὶς ὡς ἐλοιδορεῖτο παρὰ πλείστοις Ὁρμίσδην προδότην ἀποκαλῶν καὶ τῆς κατὰ Περσῶν αἴτιον ἐκστρατείας: καὶ ἐπὶ τούτοις ἁλοὺς ἀνῃρέθη.

Προϊόντος δὲ περαιτέρω τοῦ στρατοῦ, τὰ ἕλη διερευνώμενος Ἀρινθαῖος πολλούς τε ἐν τούτοις εὑρὼν αἰχμαλώτους ἀπήγαγεν. ἐνταῦθα πρῶτον οἱ Πέρσαι συστραφέντες ἐπῆλθον τοῖς τοῦ στρατοῦ προτρέχουσι κατασκόποις, ὀξέως δὲ τραπέντες εἰς τὴν πλησίον ἀγαπητῶς συνέφυγον πόλιν. κατὰ δὲ τὴν ἀντιπέρας ὄχθην τοῦ ποταμοῦ τοῖς ἐπιτεταγμένοις

145
τὴν τῶν ὑποζυγίων φυλακὴν οἰκέταις, καὶ ὅσοι μετὰ τούτων ἦσαν, ἐπελθόντες οἱ Πέρσαι τοὺς μὲν ἀπέκτειναν τοὺς δὲ ζῶντας ἀπήγαγον, ὅπερ πρῶτον ἐλάττωμα Ῥωμαίοις συμβὰν ἀθυμίαν ἐνεποίησε τῷ στρατεύματι.