Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

εὐρυνομένου δὲ κατὰ βραχὺ τοῦ στομίου πάντες ἦσαν ἐν μέσῳ. τότε δὴ λοιπὸν ἐπὶ τὸ τεῖχος ἐλάσαντες ἐπέστησαν παρὰ πᾶσαν ἐλπίδα τοῖς Πέρσαις ᾅσματα λέγουσιν ἐπιχώρια, τὴν μὲν τοῦ σφῶν βασιλέως ἀνδρείαν ὑμνοῦντα, διαβάλλοντα δὲ τὴν τοῦ Ῥωμαίων βασιλέως ἀνέφικτον ἐπιχείρησιν: ῥᾷον γὰρ ἔφασκον αὐτὸν τὴν τοῦ Διὸς αἱρήσειν αὐλὴν ἢ τὸ φρούριον.

ἐπιθέμενοι δὲ τοὺς ἐν χερσὶν ἔπαιόν τε καὶ ἐκ τοῦ τείχους ὠθοῦντες διέφθειρον, τοὺς δὲ καὶ διώκοντες παντοδαποῖς θανάτου τρόποις ἀνῄρουν, οὔτε γυναικῶν οὔτε παίων ἀπεχόμενοι, πλὴν εἰ μή πού γέ τινας αἰχμαλώτους

143
αὐτοῖς ἔδοξεν ἔχειν. Ἀναβδάτης δὲ ὁ ἀρχιφύλαρχος ἐν τῷ διαδρᾶναι τὸ φρούριον ἁλοὺς ἅμα τοῖς ἀμφ̓ αὐτόν, ὀγδοήκοντα τὸν ἀριθμὸν οὖσι, τῷ βασιλεῖ προσήχθη δεδεμένος ὀπίσω τὰς χεῖρας.

κατὰ ταῦτα τοῦ φρουρίου κατὰ κράτος ἁλόντος, ἡβηδὸν δὲ πάντων ὅσοι κατὰ τοῦτο ἦσαν ἀναιρεθέντων, ἐκ παραδόξου δὲ ὀλίγων διασωθέντων, ἐφ̓ ἁρπαγὴν ὁ στρατὸς τῶν ἀποκειμένων κτημάτων ἐχώρει. κομισαμένου δὲ ἑκάστου τὸ προσπεσόν, τό τε τεῖχος ἄχρις ἐδάφους προσενεχθεισῶν αὐτῷ πλείστων μηχανῶν κατηνέχθη, καὶ τὰ οἰκήματα πυρί τε καὶ ταῖς τῶν στρατιωτῶν χερσὶ κατελύθησαν, οὕτω τε εἰς τὸ μὴ γεγενῆσθαί ποτε δοκεῖν περιέστη.

Τῆς δὲ ἐπὶ τὸ πρόσω πορείας ἐχόμενος διῄει μὲν καὶ ἕτερα οὐκ ὀνομαστὰ φρούρια, παραγίνεται δὲ καὶ εἰς περίβολον ὃν βασιλέως θήραν ἐκάλουν. ἦν δέ τι τειχίον χωρίον ἀπειληφὸς ἔνδον πολύ, δένδρεσι πεφυτευμένον παντοδαποῖς. ἐν τούτῳ θηρίων παντοίων ἐναποκλειόμενα γένη τροφῆς τε οὐκ ἠποροῦντο διὰ τὸ καὶ ταύτην αὐτοῖς ἐπεισάγεσθαι, καὶ παρεῖχον τῷ βασιλεῖ τοῦ θηρᾶν, ἡνίκα ἂν βουληθείη,