Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
Ἐντεῦθεν ὁρμήσαντες ἦλθον εἴς τινα διώρυχα μεγίστην, ἣν ἔλεγον οἱ τῇδε παρὰ Τραϊανοῦ διωρύχθαι Πέρσαις ἐπιστρατεύσαντος: εἰς ἣν ἐμβαλὼν ὁ Ναρμαλάχης ποταμὸς εἰς τὸν Τίγριν ἐκδίδωσι. ταύτην ὁ βασιλεὺς καθῆραί τε ἅμα καὶ ἐρευνᾶν διενοήθη, πόρον τε τοῖς πλοίοις ἐπὶ τὸν Τίγρητα παρασκευάζων, καὶ εἴ πῃ παρείκοι, γεφύρας τῇ τοῦ πολλοῦ στρατοῦ διαβάσει.
τούτων δὲ ταύτῃ πραττομένων, ἐπὶ τῆς ἀντικρὺ ὄχθης πλῆθος Περσῶν συνδραμὸν ἱππέων τε καὶ πεζῶν, εἴ τις ἐπιχειρηθείη διάβασις, ἐπειρᾶτο κωλύειν. ταύτην ὁ βασιλεὺς τὴν παρασκευὴν τῶν πολεμίων βλέπων ἐπὶ τὸ διαπλέειν ἐπ̓ αὐτοὺς ἠρεθίζετο, καὶ σὺν ὀργῇ τοῖς στρατηγοῖς ἐνεκελεύετο τῶν πλοίων ἐπιβαίνειν.
ἐπεὶ δὲ τὴν ἀντιπέρας ὄχθην θεωροῦντες ὑψηλοτέραν καὶ ἅμα θριγκόν τινα συμπαρατεινόμενον, εἰς ἔρυμα μὲν παραδείσου βασιλικοῦ τὴν ἀρχὴν ᾠκοδομημένον, τότε δὲ καὶ τείχους πληροῦντα χρείαν, δεδιέναι τὰς ἐξ ὕψους τῶν βελῶν τε καὶ πυρσῶν βολὰς ἔλεγον. ἐγκειμένου δὲ τοῦ βασιλέως δύο νῆες ὁπλιτῶν πλήρεις ἐπεραιώθησαν, ἃς εὐθὺς οἱ Πέρσαι πυροφόρων βελῶν πλῆθος ἀφέντες κατέφλεξαν.
ἐκδειματωθέντος δὲ πλέο τοῦ στρατοῦ, τὴν συμβᾶσαν ὁ βασιλεὺς καταστρατηγήσας διαμαρτίαν ʽπεριγεγόνασιν̓ ἔφη τῆς διαβάσεως, καὶ κύριοι τῆς ὄχθης γεγόνασι: τοῦτο γὰρ δηλοῖ τὸ πῦρ τὸ ἀπὸ τῶν πλοίων