Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
Ἰουλιανοῦ δὲ τὰς Ἄλπεις ὑπερβάντος, τοῖς τε ὑπ̓ αὐτὸν τεταγμένοις Γαλατικοῖς ἔθνεσιν ἐπιστάντος, καὶ τῶν βαρβάρων οὐδὲν ἧττον μετὰ πάσης ἀδείας ἐπεισιόντων, τοῖς αὐτοῖς λόγοις ἡ Εὐσεβία χρησαμένη πείθει Κωνστάντιον ἐπιτρέψαι τὴν διοίκησιν αὐτῷ τῶν ἐκεῖσε πραγμάτων.
Τὰ μὲν οὖν ἐντεῦθεν ἄχρι παντὸς τοῦ βίου Ἰουλιανῷ πραχθέντα συγγραφεῦσι καὶ ποιηταῖς ἐν πολυστίχοις γέγραπται βίβλοις, εἰ καὶ μηδεὶς τῶν συγγεγραφότων τῆς ἀξίας τῶν ἔργων ἐφίκετο: πάρεστι δὲ τῷ βουλομένῳ συλλαβεῖν ἅπαντα τοῖς λόγοις ἐντυγχάνοντι τοῖς αὐτοῦ καὶ ταῖς ἐπιστολαῖς, ἀφ̓ ὧν ἔνεστι μάλιστα τὰ κατὰ πᾶσαν αὐτῷ πεπραγμένα τὴν οἰκουμένην περιλαβεῖν. ἐπεὶ δὲ προσήκει τὴν τάξιν ἡμᾶς μὴ διασπάσαι τῆς ἱστορίας, εἰρήσεται καὶ ἡμῖν συντόμως ἕκαστα κατὰ τοὺς οἰκείους καιρούς, καὶ μάλιστα ὅσα τοῖς ἄλλοις παραλελεῖφθαι δοκεῖ.
Κωνστάντιος τοίνυν ἐπιτρέψας ἅπαντα τῷ Καίσαρι πράττειν ὅσα συνοίσειν ἐδόκει τοῖς ὑπ̓ αὐτὸν ἔθνεσιν, ἐπὶ τὴν ἑῴαν ἐχώρει, τὸν πρὸς Πέρσας πόλεμον διαθήσων. Ἰουλιανὸς δὲ τὰ μὲν ἐν Κελτοῖς στρατιωτικὰ διεφθαρμένα κατὰ τὸ πλέον εὑρών, τοὺς δὲ βαρβάρους ἀκώλυτον ἔχοντας τὴν τοῦ Ῥήνου διάβασιν καὶ μέχρι σχεδὸν τῶν πρὸς θαλάττῃ πόλεων διελθόντας, τὴν τοῦ περιλελειμμένου στρατιωτικοῦ δύναμιν ἀνεσκόπει.
συνιδὼν δὲ ὡς οἱ μὲν κατὰ τὴν χώραν καὶ πρὸς τὴν ἀκοὴν τοῦ τῶν βαρβάρων ὀνόματος πτώσσουσιν, οἱ δὲ παρὰ Κωνσταντίου δοθέντες αὐτῷ, τριακόσιοι καὶ ἑξήκοντα τὸν ἀριθμὸν ὄντες, μόνον εὔχεσθαι, καθάπερ αὐτός πού φησιν, ᾔδεσαν, ὅσους μὲν οἷός τε γέγονε τοῖς τάγμασιν ἐγκατέλεξε, πολλοὺς δὲ καὶ ἐθελοντὰς ἐδέξατο. ποιησάμενος δὲ καὶ ὅπλων φροντίδα, παλαιὰ μὲν κατά τινα πόλιν εὑρὼν