Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
καὶ πολλὴ μὲν αὐτὸν ἐπὶ τούτοις εἶχεν ἀμηχανία, τῆς δὲ Ῥωμαϊκῆς ἀρχῆς ἐν μεγίστῳ κινδύνῳ κειμένης Εὐσεβία ἡ Κωνσταντίου γαμετή, παιδείας τε εἰς ἄκρον ἥκουσα καὶ φρονήσει τὴν γυναικείαν ὑπεραίρουσα φύσιν, εἰσηγεῖται γνώμην αὐτῷ, καταστῆσαι Καίσαρα τοῖς ὑπὲρ τὰς Ἄλπεις ἔθνεσιν Ἰουλιανὸν παραινέσασα, Γάλλου μὲν ἀδελφὸν ὁμοπάτριον
ʽν̔έος ἐστἲ φησί ʽκαὶ τὸ ἦθος ἁπλοῦς καὶ λόγων ἀσκήσει τὸν ἅπαντα βίον ἐσχολακὼς καὶ πραγμάτων παντάπασιν ἄπειρος, ἀμείνων τε ἔσται παντὸς ἑτέρου περὶ ἡμᾶς: ἢ γὰρ τύχῃ δεξιᾷ περὶ τὰ πράγματα χρώμενος ἐπιγράφεσθαι τὸν βασιλέα ποιήσει τὰ αἰσίως ἐκβάντα, ἢ κατά τι πταίσας τεθνήξεται, καὶ οὐδένα ἕξει τοῦ λοιποῦ Κωνστάντιος ὡς ἐκ γένους βασιλικοῦ πρὸς τὴν τῶν ὅλων ἀρχὴν κληθησόμενον.ʼ
τούτων τῶν λόγων ἀνασχόμενος ὁ Κωνστάντιος ἐκ τῶν Ἀθηνῶν Ἰουλιανὸν μεταπέμπεται, τοῖς αὐτόθι φιλοσοφοῦσι συνόντα καὶ ἐν παντὶ παιδεύσεως εἴδει τοὺς ἑαυτοῦ καθηγεμόνας ὑπερβαλόμενον. ἐπεὶ δὲ εἰς τὴν Ἰταλίαν ἐκ τῆς Ἑλλάδος μετάπεμπτος ἦλθεν, ἀναδείκνυσι μὲν αὐτὸν Καίσαρα, κατεγγυᾷ δὲ τὴν ἀδελφὴν Ἑλένην αὐτῷ, καὶ τοῖς ὑπὲρ τὰς Ἄλπεις ἔθνεσιν ἔπεμπεν.
ἄπιστος δὲ ὢν φύσει, καὶ ὡς εὔνους αὐτῷ καὶ πιστὸς ἔσται μήπω τεθαρρηκώς, συνεκπέμπει Μάρκελλον αὐτῷ καὶ Σαλούστιον, αὐτοῖς καὶ οὐ τῷ Καίσαρι τὴν αὐτόθι καταπιστεύσας διοίκησιν. ταύτῃ τὰ κατὰ Ἰουλιανὸν διαθεὶς ὁ Κωνστάντιος αὐτὸς μὲν ἐπὶ Παιονίαν καὶ Μυσίαν ἐχώρει, κἀνταῦθα τὰ περὶ Κουάδους καὶ Σαυρομάτας οἰκονομήσας ἐπὶ τὴν ἑῴαν ἐτρέπετο, τῶν Περσικῶν ἐφόδων εἰς ταύτην αὐτὸν ἑλκουσῶν: