Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
ἀγγειλάντων δὲ τῶν κατασκόπων ὡς περὶ πόλιν Ἀργέντορα, τὴν πρὸς τῇ τοῦ Ῥήνου κειμένην ὄχθῃ, πλῆθος ἄπειρον ἐπεραιώθη βαρβάρων, ἅμα τῷ γνῶναι μετὰ τοῦ σχεδιασθέντος αὐτῷ στρατοπέδου προῄει, συμμίξας δὲ τοῖς πολεμίοις πάσης ὑπερβολῆς ἐπέκεινα τὸ τρόπαιον ἔστησεν, ἓξ μὲν ἐν αὐτῇ τῇ μάχῃ μυριάδων ἀπολομένων, ἑτέρων δὲ τοσούτων ἁλαμένων κατὰ τοῦ Ῥήνου καὶ διαφθαρεισῶν ἐν τῷ ῥεύματι, ὥστε εἴ τις ἐθέλοι τῇ πρὸς Δαρεῖον Ἀλεξάνδρου μάχῃ ταύτην παραβαλεῖν τὴν νίκην, οὐκ ἂν εὕροι ταύτην ἐκείνης ἐλάττονα.
Πραχθὲν δέ τι μετὰ τὴν νίκην τῷ Καίσαρι σιωπῇ παραδραμεῖν οὐ προσήκει. ἦν ἑξακοσίων ἱππέων ἴλη τῷ Καίσαρι, σφόδρα τὰ πολέμια γεγυμνασμένων. τούτων τῇ ῥώμῃ καὶ τῇ πείρᾳ θαρρῶν μέρος οὐ μικρὸν τῆς ἐλπίδος ἐν αὐτοῖς ἐσάλευεν. ἐπεὶ δὲ ἡ μάχη συνέστη, πάντες μὲν τὴν κατὰ δύναμιν ἐπιδεικνύμενοι προθυμίαν τοῖς πολεμίοις ἐνέκειντο, ὑπερτέρου δὲ πολλῷ τοῦ Ῥωμαϊκοῦ γενομένου στρατεύματος οὗτοι μόνοι πρὸς φυγὴν τραπέντες τὰς τάξεις ἀπέλιπον, ὥστε καὶ αὐτὸν τὸν Καίσαρα σὺν ὀλίγοις ἐπελάσαντα καλεῖν τε αὐτοὺς καὶ κοινωνεῖν τῆς νίκης παρακελεύεσθαι, τοὺς δὲ μηδὲ οὕτω μετασχεῖν ἐθελῆσαι τῆς μάχης.
εἰκότως τοίνυν ὁ Καῖσαρ ἀχθόμενος ἐφ̓ οἷς τό γε ἧκον εἰς αὐτοὺς ἐκδεδώκασι τοῖς βαρβάροις τοὺς ὁμοφύλους, τὴν μὲν ἀπὸ τῶν νόμων ὡρισμένην τιμωρίαν αὐτοῖς οὐκ ἐπέθηκεν, ἀμφιέσας δὲ ἐσθῆτι γυναικείᾳ διὰ τοῦ στρατοπέδου παρήγαγεν ἐπ̓ ἐξαγωγῇ, στρατιώταις ἀνδράσι χαλεπωτέραν θανάτου τὴν
Ἐπεὶ δὲ ταῦτα διεπονήθη τῷ Καίσαρι, κατὰ σχολὴν στρατιωτῶν συναγείρας πλῆθος ἐπὶ τὸν κατὰ τοῦ Γερμανικοῦ παντὸς παρεσκευάζετο πόλεμον. ἀντιπαραταξαμένων δὲ τῶν βαρβάρων πλήθει παμπόλλῳ, τὴν τούτων ἔφοδον οὐκ ἀναμείνας ὁ Καῖσαρ αὐτὸς ἐπεραιοῦτο τὸν Ῥῆνον, ἄμεινον κρίνας οὐκ ἐν τῇ τῶν Ῥωμαίων ἀλλ̓ ἐν τῇ τῶν βαρβάρων γῇ πολεμητέα εἶναι, τούτῳ τε μὴ τὰς πόλεις βαρύνεσθαι καὶ αὖθις τῇ τῶν βαρβάρων ἐπιστασίᾳ.