In Aristotelis Categorias Commentarius

Ammonius

Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.

[*](p. 14 a 22)

Δικαιοσύνη δὲ καὶ ἀδικία ἐν.

Ἄνω εἰρηκὼς ὅτι τὰ ἐναντία ἐν τῷ αὐτῷ γένει δεῖ εἶναι, νῦν δείκνυσιν ὅτι οὐ πάντα ἐν τῷ αὐτῷ γένει εἰσίν· δικαιοσύνη γὰρ καὶ ἀδικία ἐναντία γένη οὐκ ἐν τῷ αὐτῷ γένει θεωροῦνται· ἡ γὰρ δικαιοσύνη ἐν γένει τῇ ἀρετῇ, ἡ δὲ ἀδικία ἐν γένει τῇ κακίᾳ. φαμὲν ὅτι καὶ αὐτὰ τὰ ἐναντία γένη κοινόν τι γένος ἔχει· καὶ γὰρ ἡ ἀρετὴ ἕξις ἐστὶν καὶ ἡ κακία ὁμοίως ἕξις. |

[*](3 ante ὄντος add. λέγει γὰρ ὅτι οὐκ ἀναγκαῖον τοῦ ἑνὸς ὄντος καὶ τὸ ἕτερον παρεῖναι M ἀνάγκην scripsi: ἀνάγκη libri post μέλαν add. ἐπεὶ τινί ἐστιν ἐναντίον M 5 εἶναιἐναντ. colloc. M ἐν τοῖς πρός τι] cf. p. 69, 23 sq. 6 ἔτι δ’ M τῳ] τὸ Aristot. 9 ἐναντίον F 10 τὸ αὐτὸ F ὑπάρξουσιν gcripsi: ὑπάρξει libri 11 ταὐτόν] τῶ αὐτῶ F 12 ἀμφότερον F 12. 13 ἐν ἑνὶ] ἐν F: ἑνὶ M (cf. V. 14) 15 ante ἄνω add. ἐναντία ὄντα M 16 δεῖ εἶναι] ἢ εἴδει εἰσί F 18 θεωρεῖται F 19 ἐν γένει om. M τὰ om. F 20 γένη ὄντα F 21 δ’ ὁμοίως M ἕξις om. pergit Τὸ ἀγαθὸν ὡς σύστασις τῆς οὐσίας νοεῖται, ὥσπερ καὶ τὸ κακὸν ἔκπτωσις τῆς οὐσίας, ἵνα μὴ παρὰ τἀς ὑπεσχημένας πλείονες αἱ κατηγορίαι γενήσονται (sic) M)
103
[*](137r)
[*](p. 14 a 26)

Πρότερον ἕτερον ἑτέρου λέγεται. |

Ἐπειδὴ ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ ἐμνημόνευσε τοῦ προτέρου, [*](137v) εἰκότως τούτου ἀπαριθμεῖται τὰ σημαινόμενα καὶ διελὼν μὲν τέσσαρα αὐτὰ εἶναί φησιν,. ὕστερον δὲ καὶ πέμπτον προστίθησι. καί φησι, πρῶτον μὲν πρότερον λέγεται τᾷ χρόνῳ, καθ’ ὃ καὶ τὸν πρεσβύτερον τοῦ νέου λέγομεν πρότερον εἶναι (εἰδέναι δὲ χρὴ ὅτι τὸ μὲν πρεσβύτερον ἐπὶ ἐμψύχων τὸ δὲ παλαιότερον ἐπὶ ἀψύχων λέγεται), δεύτερον δὲ σημαινόμενον τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, ἤγουν τὸ συνεισφερόμενον μὴ συνεισφέρον δέ· τοῦτο γάρ ἐστι τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν· οἷον δυοῖν ὄντοιν ἐξ ἀνάγκης ἓν ἔσται (συνεισφέρεται γὰρ τὸ ἕν), ἑνὸς δὲ ὄντος οὐκ ἐξ ἀνάγκης ἔσονται δύο (οὐ γὰρ συνεισφέρεται τῷ ἑνί), ὥστε πρότερον τὸ ἓν τοῖν δυοῖν. πάλιν ἀνθρώ- που μὲν ὄντος ἐξ ἀνάγκης ἔσται ζῷον (συνεισφέρεται γὰρ τὸ ζῷον τῷ ἀνθρώπῳ), ζῴου δὲ ὄντος οὐ πάντως ἔσται ἄνθρωπος· οὐ γὰρ συνεισφέρεται αὐτῷ ὁ ἄνθρωπος· πολλὰ γάρ εἰσι ζῷα, ἃ οὐκ εἰσὶν ἄνθρωποι· οὐκοῦν τὸ ζῷον πρότερον τοῦ ἀνθρώπου. τῇ φύσει δὲ τοῦτο καὶ οὐ τῷ χρόνῳ λέγεται. τρίτον δὲ τῇ τάξει ἐστίν, ὡς τὸ προοίμιον πρότερον τῆς διηγήσεως. | τέταρτον τῷ ἀξιώματι ὡς ὁ ἄρχων τῶν ἀρχομένων. πέμπτον [*](138r) ὃ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, αἴτιον δὲ τῷ ἑτέρῳ τοῦ εἶναι γίνεται.