In Aristotelis Categorias Commentarius
Ammonius
Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.
[*](p. 14 a 10)
Ἔτι εἰ τῷ Σωκράτη ὑγιαίνειν.
Τοῦτό φησιν ὅτι τὰ ἐναντία φθαρτικά ἐστιν ἀλλήλων καὶ οὐδέποτε τοῦ ἑνὸς ὄντος τὸ ἕτερον ὑποσταίη τῷ ὑποκειμένῳ κατὰ τὸ αὐτὸ μέρος ἐν τῷ αὐτῷ χρόνῳ· ὑγεία γὰρ καὶ νόσος ἐναντία καὶ οὐδέποτε τῷ αὐτῷ ὑπάρξουσιν ἅμα.
[*](p. 14 a 15)
Δῆλον δὲ ὅτι καὶ περὶ ταὐτόν.
Έτερον παρακολούθημα τῶν ἐναντίων τὸ ἀμφότερα εὑρίσκεσθαι ἐν ἑνὶ ὑποκειμένῳ. καὶ τοῦτο εἰκότως· δεῖ γὰρ τὰ πολεμοῦντα καὶ μαχόμενα ἀλλήλοις ἐν ἑνὶ ὑποκειμένῳ ἢ τόπῳ συνελθόντα τοῦτο ποιεῖν.