In Aristotelis Categorias Commentarius
Ammonius
Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.
ἐστερῆσθαι γὰρ τότε λέγομεν.
Πάνυ ἀσφαλῶς ὁ φιλόσοφός φησιν ὅτι εἰ μέλλομεν λέγειν τι ἑστερῆσθαί τινος, τρία ταῦτα δεῖ σκοπεῖν· πρῶτον μὲν αὐτὸ περὶ οὗ λέγομεν εἰ δεκτικόν, ἔπειτα τὸν τόπον ἐν ᾧ πέφυκε λέγεσθαι, τρίτον τὸν καιρὸν καθ’ ὃν ἔδει τὴν ἕξιν εἶναι. οἷον δεῖ σκοπεῖν πρῶτον τὸ ὑποκείμενον διὰ τὰ ὅλως οὐ δεκτικά (οὐ γὰρ λέγομεν τὸν λίθον ἐστερῆσθαι ὄψεως, ἐπεὶ μηδὲ ἔχει ὅλως ἐπιτηδειότητα πρὸς τὸ κεκτῆσθαι ὄψιν· παραπλήσιον γὰρ ὡς εἰ ἔλεγεν αὐτὸν καὶ δικαιοσύνης ἐστερῆσθαι· ἀλλ’ οἶμαι φανερὸν ὅτι ἡ στέρησις μόνην τὴν προυπάρξασαν λέγεται κτῆσιν), δεύτερον δὲ καὶ τὸ μέρος καθ’ ὃ πέφυκεν ἔχειν (τοῦ γὰρ ἀνθρώπου δεκτικοῦ ὄντος ὄψεως τὸν πόδα οὐ λέγομεν ἐστερῆσθαι ὄψεως διὰ τὸ ὡς εἴρηται μὴ πεφυκέναι κατ’ ἐκεῖνο τὸ μέρος αὐτὴν ἔχειν), ἔτι δὲ πρὸς τούτοις τὸν καιρόν· τὸ γὰρ σκυλάκιον πεφυκὸς ἔχειν ὄψιν καὶ καθ’ ὃ μέρος δεῖ, ὅμως οὐχ ὁρᾷ, καὶ οὐ λέγεται ἐστερῆσθαι ὄψεως διὰ τὸ μήπω παρεῖναι τὸν καιρὸν εἰς ὃν κατ’ ἐνέργειαν ἀπολάβοι τὴν ὄψιν μηδὲ πρότερον μὲν ὁρᾶν αὐτὸ [*](133v) ὕστερον δὲ τυφλώττειν. καλῶς οὖν καὶ ἀσφαλῶς τὰ τρία ταῦτα φυλάττειν καὶ σκοπεῖν ἡμᾶς φησιν ὁ φιλόσοφος· νωδόν τε γὰρ λέγομεν οὐ τὸ μὴ ἔχον ὀδόντας (οὐ γὰρ δήπου καὶ τὸ ἄρτι τεχθέν) καὶ οὐχ ἀπλῶς τὸ μὴ ἔχον ὄψιν· οὐ γὰρ δήπου καὶ τὸ σκυλάκιον.
[*](2 τῇ δὲ τῶν ἄκρων ἀναιρ.—εἰπεῖν (3) om. F 4 εἶναι λέγοντες M 7 καὶ ἕξιν καὶ ἀντιθ. F: ἀντιθ. καὶ ἕξιν M διδάσκει περὶ (αὐτῶν om.) M 10 γὰρ] δὲ 11 πάνυ δὲ F 13 τόπον] τρόπον F 14 τὰ] τὸ F 15 μηδὲ scripsi: μήτε libri 18 πρὸς] περὶ M 20 ὄψεως om. F 21 αὐτὸν F ἔτι] ἔστι F τὸν] καὶ F 21. 22 τὸ γὰρ] καὶ γὰρ τὸ M 22. 28 σκυλλάκιον FM 22 ὄψιν ἔχειν colloc. M καὶ (prius) om. M 24 ἀπολάβοι Vat. 2173: ὑπολάβῃ F: ἀπολάβῃ M τὴν om. F αὐτὸν M 25 τυφλώττειν] οὐ φυλάττειν F 27 δήπου] δὴ F τὸ ἄρτι τεχθέν] ἄρτι τεχθέντα M 28 ἀπλῶς om. Aristot.)Τὸ δὲ ἐστερῆσθαι καὶ τὸ τὴν ἕξιν ἔχειν οὐκ ἔστι στέρησις καὶ ἕξις.
Διὰ τούτων βούλεται ὁ φιλόσοφος δεῖξαι ὅτι οὐκ ἔστι ταὐτὸν τὸ ἐστερῆσθαι τῇ στερήσει οὔτε τὸ ἔχειν ἕξιν τῇ ἕξει, παρωνύμως δὲ ἀπ’ αὐτῶν λέγεται, ἐπεὶ εἰ ἦν τὸ αὐτό, κατηγορεῖτο ἂν ἀμφότερα κατὰ τοῦ αὐτοῦ· εἰ γὰρ ἦν ταὐτὸν ἕξις καὶ ἕξιν ἔχειν, κατηγορεῖτο ἄν ἀμφότερα κατὰ τοῦ αὐτοῦ, καὶ ἐπὶ τῆς στερήσεως δὲ ὡσαύτως. νῦν δὲ οὐχ οὕτως ἔχει· οὔτε γὰρ τὸν τυφλὸν τυφλότητα λέγομεν.
Ὁμοίως δὲ καὶ οὐκ ἔστι τὸ ὑπὸ τὴν ἀπόφασιν καὶ κατάφασιν.
Ὅτι ἡ κατάφασις καὶ ἀπόφασις οὐκ ἔστι ταὐτὰ τοῖς ὑπ’ αὐτῶν σημαινομένοις δείκνυσιν ἐκ τοῦ τὴν μὲν κατάφασιν καὶ ἀπόφασιν λόγους εἶναι, τὰ δὲ ὑπ’ αὐτῶν σημαινόμενα πράγματα. λέγεται δὲ καὶ ταῦτα ἀντικεῖσθαι τὸ Σωκράτης κάθηται τῷ Σωκράτης οὐ κάθηται] ὡς κατάφασις καὶ ἀπόφασις, λέγω δὴ ταῦτα τὰ πράγματα οἷον τὸ κάθηται καὶ τὸ οὐ κάθηται.
Ὅτι δὲ ἡ στέρησις καὶ ἡ ἕξις.
Διακρίνας τὰ πρός τι τῶν ἐναντίων νῦν αὐτὰ διακρίνει ἀπὸ τῶν [*](134r) κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων καὶ ἄρχεται ἀπὸ τοῦ σαφεστέρου καὶ ὁμολογουμένου, λέγω δὴ ἀπὸ τοῦ τὴν ὄψιν μὴ λέγεσθαι τυφλότητος ὄψιν, ὕστερον δὲ δείκνυσι, καὶ τοῦτο ἀμφίβολον, ὅτι οὐδὲ ἡ τυφλότης ὄΦεως λέγεται· τοῦτο γὰρ δοκεῖ καὶ λέγεσθαι.
Οὐδ᾿ ἄλλως οὐδαμῶς πρὸς τοῦτο λέγεται.
Ἀντὶ τοῦ ‘ὡς <ἄν> ὀνοματοποιήσῃς, οὐδαμῶς πρὸς λέγεται᾿.
[*](1 καὶ τὸ] τε F 4 ἔχειν Philop.: ἔχον FM 5 ἀμφότερα om. F 6 εἰ γὰρ—τοῦ αὐτοῦ (7) om. F 8 οὔτε] an οὐδὲ? 9 οὐκ ἔστι δὲ οὐδὲ τὸ Aristot. καὶ (prius) om. F 9. 10 κατάφ. καὶ ἀπόφ. F 10 post κατάφ. add. τὰ αὐτά M 11 ὅτι ἡ κατάφ. καὶ ἀπόφασις οὐκ ἔστι om. F ταὐτὰ] τὸ αὐτὸ F 11. 12 τοῖς ὐπ’ αὐτῶν σημ.] καταφάσεως καὶ ἀποφάσεως F 12 καὶ δείκν. F τοῦ] τούτου F 13 αὐτὴν M 14 τὸ σωκρ. — οὐ κάθηται inclusi: τῶ σωκράτει καθ. σωκράτης οὐ καθ. F 1.5 καὶ τὸ] τῶ M 21 ἀμφίβολον] ἀπὸ τοῦ ἀμφιβόλου Philop.: fort, scribas ἀμφιβόλως 22 τοῦτο—λέγεται (23) om. F 23 τοῦτο] αὐτὸ Aristot. 24 ἄν ὀνοματοποιήσης Philop.: ὀνοματοποιήσεις codd. Comment. Arist. IV 4. Ammon. in Cat.)