In Aristotelis Categorias Commentarius

Ammonius

Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.

[*](p. 12 b 19)

Ὡσαύτως δὲ οὐδὲ ἡ τυφλότης λέγοιτ' ἂν τυφλότης ὄφεως.

Δείκνυσιν ὅτι οὐδὲ ἡ τυφλότης ὄψεως λέγεται· εἰ γὰρ λέγεται, ῥηθήσεται καὶ ὄψις τυφλότητος· τὰ γὰρ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται, ὥσπερ τὸ ἀριστερὸν δεξιοῦ καὶ τὸ δεξιὸν ἀριστεροῦ.

[*](p. 12 b 26)

<Ὅτι δὲ οὐδ᾿ ὡς τὰ ἐναν τία.>

Ἰσιέον ὅτι ἀκόλουθον ἦν τὴν τῶν πρός τι ἀντίθεσιν διακρῖναι πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν. ἀλλ’ ἐπειδὴ ἑνὶ λόγῳ ἐκείνην τῶν τριῶν μέλλει διακρίνειν, τοῦτο μὲν ὑπερέθετο, τῆς δὲ τῶν ἐναντίων ἀντιθέσεως διακρίνει τὴν κατὰ στέρησιν καὶ ἕξιν, καὶ πρότερον τὰ ἐναντία διαιρεῖ καὶ δείκνυσι διὰ τῶν μερῶν, ἔπειτα δὲ καὶ καθολικῷ λόγῳ· ὧν μὲν γὰρ ἐναντίων μηδέν ἐστιν ἀνὰ μέσον, ἀναγκαῖον ἐν ᾧ πέφυκε γίνεσθαι ἢ ὧν κατηγορεῖται θάτερον αὐτῶν ὑπάρχειν ἀεί· οὔτε γὰρ τὸ πῦρ εἴποιμεν περιττὸν ἢ ἄρτιον εἶναι οὐδὲ τὸν λίθον νοσεῖν ἡ ὑγιαίνειν, ἐπειδὴ οὔτε πέφυκε τὴν ἀρχὴν τούτων δεκτικὰ εἶναι. τὸ δὲ ὧν κατηγορεῖται θάτερον αὐτῶν ὑπάρχειν ἀεὶ διὰ τὰ ἄμεσα ἐναντία, ὡς καὶ αὐτός φησιν ἐπὶ νόσου καὶ ὑγείας καὶ ἀρτίου καὶ περιττοῦ· ἀνάγκη γὰρ πάντα ἀριθμὸν ἢ ἄρτιον εἶναι ἢ περιττὸν καὶ πᾶν σῶμα ἢ νοσεῖν ἢ ὑγιαίνειν τὸ τούτων δεκτικόν.

[*](p. 12 b 33)

Οὔτε γὰρ λευκὸν ἢ μέλαν ἀνάγκη πᾶν εἶναι τὸ δεκτικόν.

Οὐ γὰρ ἀνάγκη τὸ σῶμα ἢ λευκὸν εἶναι ἢ μέλαν (δύναται γὰρ καὶ φαιὸν εἶναι) οὔτε ψυχρὸν ἢ θερμόν (δύναται γὰρ χλιαρὸν εἶναι), εἰ μὴ ἄρα ἓν αὐτῶν ἐξ ἀνάγκης ὑπάρχει τῷ ὑποκειμένῳ ὡς τῇ χιόνι τὸ [*](1. 2 ὄψεως τυφλ. colloc. F 3 δείκνυδιν—λέγεται om. F 4 ὥσπερ—ἀριστεροῦ (5)] ὥσπερ τὸ δεξιὸν τοῦ ἂρ. καὶ τὸ ἂρ. τοῦ δεξιοῦ, ὡς ἀποδέδεικται M 6 lemma inserui (cf. V. 10 not.) 7 post ἰστέον add. δὲ M πρὸς (alt.)] καὶ F 8 ἀλλ’ ἐπειδὴ] ἐπεὶ F 9 ἀλλὰ τοῦτο F τῆς—ἀντιθέσεως] τὴν—ἀντίθεσιν F 10 post ἕξιν add. ὅτι δὲ οὐδ’ ὡς τὰ ἐναντία. διέκρινε τὴν τῶν πρός τι ἀντίθεσιν τῆς τῶν ἐναντίων ἀντιθέσεως καὶ τῆς κατὰ στέρησιν καὶ ἕξιν. νῦν οὖν αὐτὴν τὴν κατὰ στέρησιν καὶ ἕξιν τῆς τῶν ἐναντίων ἀντιθέσεως διακρίνει M 11 ὧν—ἀναγκαῖον (12)] Ὦν μηδέν ἐστιν ἀνὰ μέσον. Καλῶς τὸ M 11. 12 τῶν μὲν γὰρ ἐν ὦν Aristot. 13 ἀεί] δεῖ M 15 οὔτε] an οὐδὲ? 16 ἄμεσα] μέσα M 17 ὡς—φησιν] ὡσαύτως F ὑγιείας Aristot. καὶ (ante ἀρτίου)] ἡ M περ. καὶ ἂρ. Aristot. 18 πᾶν σῶμα] πάντως F 20 lemma om. F 22 οὐ γὰρ ἂν] καὶ οὐκ ἂν. φησὶ F δυνατὸν F 23 καὶ om. F 23. 24 ante εἰ μὴ add. Εἰ μὴ οἷς φύσει τὸ ἓν ὑπάρχει. Οὐκ οὐκ ἀνάγκη οὖν τὸ σῶμα ἢ λευκὸν εἶναι ἢ μέλαν M 24 ἐξ αὐτῶν F)

99
λευκὸν καὶ τῷ πυρὶ τὸ θερμὸν καὶ αὐτῇ τῇ | ἐπινοίᾳ, ἐπειδὴ ὥσπερ [*](134v) συνουσίωται αὐτῷ ἡ θερμότης, ὥσπερ καὶ τῇ χιόνι ἡ ψυχρότης ἢ ἡ λευκότης.

[*](p. 13 a 3)

Ἐπὶ δὲ τῆς στερήσεως καὶ τῆς.

Παραδεδωκὼς τοὺς τρόπους τῆς τῶν ἐναντίων ἀντιθέσεως νῦν δεί- κνυσιν ὅτι κατ’ οὐδένα τῶν εἰρημένων τρόπων δύναται ἡ αὐτὴ εἶναι τῶν ἐναντίων ἀντίθεσις τῇ κατὰ στέρησιν καὶ ἕξιν· ἐπὶ γὰρ τῶν ἀμέσων ἐναντίων ἐξ ἀνάγκης τὸ ἕτερον ὑπάρχει τῷ ὑποκειμένῳ, ἐπὶ δὲ τῶν κατὰ στέρησιν καὶ ἕξιν οὐκ ἐξ ἀνάγκης τὸ ἕτερον πάρεστιν ἀεὶ τῷ ὑποκειμένῳ· ὥστε οὐκ ἔστιν ἡ τῶν ἀμέσων ἐναντίων ἀντίθεσις ἡ αὐτὴ τῇ κατὰ στέρησιν καὶ ἕξιν, ἀλλ’ οὐδὲ τῇ ἀνὰ μέσον.

[*](p. 13 a 4)

Οὐδὲ γὰρ ἀεὶ τῷ δεκτικῷ.

Πρῶτον νῦν διακρίνει τὰ κατὰ στέρησιν καὶ ἕξιν τῶν ἀμέσων ἐναντίων λέγων ὅτι τούτων τὸ ἓν ἐξ ἀνάγκης πάρεστι τῷ ὑποκειμένῳ· ἀνάγκη γὰρ πάντα ἀριθμὸν ἢ περιττὸν εἶναι ἢ ἄρτιον, οὐκ ἐξ ἀνάγκης δὲ πᾶν σῶμα τυφλὸν ἢ ὄψιν ἔχον ῥηθήσεται· οὐ γὰρ δήπου καὶ ὁ λίθος ἢ ἁπλῶς τὰ μὴ δεκτικά.