In Aristotelis Categorias Commentarius
Ammonius
Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.
Ὅσα δὲ τῶν ἐναντίων. |
Διακρίνας τὴν τῶν πρός τι ἀντίθεσιν τῆς τῶν ἐναντίων βούλεται νῦν [*](132v) αὐτὴν καὶ τῶν λοιπῶν διακρῖναι. πρὸ δὲ τούτου διαίρεσίν τινα τῶν ἐναντίων παραδίδωσι συμβαλλομένην αὐτῷ τοιαύτην· τῶν ἐναντίων τὰ μὲν ἄμεσά ἐστιν ὡς ἄρτιον καὶ περιττόν. τὰ δὲ ἔμμεσα ὡς τὸ λευκὸν καὶ τὸ μέλαν καὶ εἴ τι τοιοῦτον. καὶ τὰ ἔμμεσα τὰ μὲν οὕτως ἔχει ὥστε μὴ ἐξ ἀνάγκης τὸ ἕτερον αὐτῶν παρεῖναι τῷ ὑποκειμένῳ ὡς ἐπὶ λευκοῦ καὶ μέλανος (οὔτε γὰρ ἀνάγκη πᾶν σῶμα λευκὸν εἶναι ἢ μέλαν· δύναται γὰρ καὶ φαιὸν εἶναι ἡ ἄλλο τι, ὅσα ἔμμεσα), τὰ δὲ οὕτως ἔχει ὥστε ἐξ ἀνάγκης τὸ ἕτερον αὐτῶν παρεῖναι τῷ ὑποκειμένῳ, ὡς τῷ πυρὶ ἡ θερμότης· οὐ γὰρ ἄν ποτε αὐτῷ προσγένοιτο ἡ ψῦξις· ὁμοίως δὲ καὶ τῇ χιόνι <ἡ> ψυχρότης καὶ οὐκ ἄν ποτε τὸ
Καὶ περιττὸν δὲ καὶ ἄρτιον.
Πᾶς γὰρ ἀριθμὸς ἢ περιττὸς ἢ ἄρτιος, καὶ οὐκ ἂν εὑρεθείη ἀριθμὸς μὴ ὢν τοιοῦτος.
Καὶ φαῦλον δὲ καὶ σπουδαῖον κατηγορεῖται.
Οὐ μόνον γὰρ ἐπ’ ἀνθρώπου λέγομεν τὸ φαῦλον καὶ σπουδαῖον, ἀλλὰ καὶ ἐπ’ ἄλλων πολλῶν οἷον ἵππων καὶ κυνῶν καὶ τῶν τοιούτων.
Ἐπ’ ἐνίων μὲν οὖν ὀνόματα.
Τῶν ἐμμέσων ἐναντίων τὰ μὲν τὸ μέσον ἔχουσιν ὀνομαζόμενον ὡς [*](2 τοῦτο F δεῖξαι ante διὰ colloc. M 3 τῇ om. F 5 τὰ δ’ ὡς—παρὰ τὰ ὡς ἐναντία ἀντικείμενα (7) om. F 9 ἀπὸ τῆς M νῦν] τοίνυν M 10 πρὸ] πρὸς M τούτου Paris. 1973: τούτων FM 13 τὰ ἔμμ. τὰ μὲν] τὰ μὲν ἔμμ. F 15 οὕτε] an οὐδὲ? post μέλαν add. ἐν τούτοις Μ 16 καὶ ὅσα F 17. 18 οὐ γὰρ] καὶ οὐκ Μ 18 προσγένηται FM 19 ἡ Philop.: om. FM 20 καὶ (prius) om. F 22 ὢν om. F 23 δὲ] μὲν F 24 οὐ μόνον—ἀλλὰ om. F 25 ἐπ’ om. F ἵππον M καὶ κυνῶν—τοιούτων] καὶ φαῦλον καὶ σπουδαῖον λέγομεν Μ 26 οὖν om. F)