In Aristotelis Categorias Commentarius
Ammonius
Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.
Ἀλλ’ οὐδὲ ὧν τί ἐστιν ἀνὰ μέσον.
Νῦν τῶν ἐμμέσων ἐναντίων αὐτὰ διακρίνει λέγων τούτων οὐκ ἐξ ἀνάγκης τὸ ἕτερον παρεῖναι τῷ ὑποκειμένῳ· οὐ γὰρ ἀνάγκη πᾶν σῶμα λευκὸν εἶναι ἢ μέλαν, τῶν δὲ γινομένων κατὰ στέρησιν καὶ ἕξιν ἐξ ἀνάγκης τὸ ἓν παρεῖναι τῷ δεκτικῷ. τὸ δὲ παντὶ προσέθηκεν, ἐπειδὴ εἰσί τινα τῶν ἐμμέσων ἐναντίων, ὧν τὸ ἕτερον ἐξ ἀνάγκης πάρεστι τῷ ὑποκειμένω, ὡς ἡ ἐν τῷ πυρὶ θερμότης, ἀλλ’ ὅμως καὶ τούτων δείκνυσι πρὸς τὰ κατὰ στέρησιν καὶ ἔξιν τὴν διαφορὰν τῷ τούτων μὲν ἐξ ἀνάγκης ἀφωρισμένως τὸ ἕτερον παρεῖναι τῷ ὑποκειμένῳ (τοῦ γὰρ θερμοῦ καὶ ψυχροῦ ἐμμέσων ὄντων ἐναντίων ἀφωρισμένως ἡ θερμότης ὑπάρχει τῷ πυρὶ καὶ οὐκ ἄν ποτε ἕτερον αὐτῶν), τῶν δὲ κατὰ στέρησιν καὶ ἕξιν μὴ [*](1 post λευκὸν add. οὑδὲ θερμὸν ἡ ψυχρόν, εἰ μὴ πάλιν ἓν αὐτῶν ἐξ ἀνάγκης ὑπάρχει τῶ ὑποκειμένω M καὶ (ante τῶ πυρὶ)] οἶον M post θερμὸν add. ἀνάγκη γὰρ τὸ πῦρ θερμὸν εἶναι M 2 ὥσπερ—λευκότης (3) om. M 5 παραδεδωκὼς—νῦν] ἐκ τούτων F 6 τρόπον M 7 τὴν στέρησιν M 8 ἕτερον] ἓν F (cf. v. 9) ὑπῆρχε M ἐπὶ δὲ—ὑποκειμένω (9) om. M 10 ἡ (prius) om. M 11 ἀλλ’— μέσον om. F τῇ] corrigas ἡ τῶν 12 lemma ἀλλ’ οὐδὲ ὦν τί ἐστιν F 13 πρῶτον om. F 14 ἐξ ἀν. τὸ ἓν colloc. M 16 ἔχον om. F 18 ἐστιν om. M 21 εἶναι λευκὸν colloc. M 24 θερμασία F 25 τὰ] τὸ F τὴν om. M τούτων τὸ M)
Ἔτι ἐπὶ μὲν τῶν ἐναντίων. |
Διελὼν τὰ ἐναντία εἴς τε τὰ ἔμμεσα καὶ τὰ ἄμεσα καὶ παραβαλὼν [*](135r) ἑκατέροις τὰ πρός τι νῦν αὐτὰ καὶ καθολικῷ λόγῳ διακρίνει λέγων ὅτι τὰ ἐναντία πάντα μεταβάλλει εἰς ἄλληλα, εἰ μὴ τῷ ὑποκειμένῳ τὸ ἓν φύσει καὶ κατ’ οὐσίαν ὑπάρχει, τὰ δὲ κατὰ στέρησιν καὶ ἕξιν οὐ μεταβάλλει εἰς ἄλληλα· | ἀπὸ μὲν γὰρ ἕξεως εἰς στέρησιν, φησί, γίνεται [*](135v) μεταβολή, ἀπὸ δὲ τῆς στερήσεως εἰς ἕξιν ἀδύνατον. τί δέ ἐστιν εἴπερ μὴ χρόνῳ ἐξείργηται ὁ ἑαυτὸν εἰς τὴν ἐναντίαν ἕξιν ἀποκαθιστῶν; τοῦτ’ ἔστιν ἱεῖ μὴ γέρων ὢν φιλοσοφεῖν ἄρξηται’· τηνικαῦτα γὰρ ὁ χρόνος ἐξείργει τὴν ἐπίδοσιν ἄχρι τοῦ ἐναντίου προβῆναι.
Ὅσα δὲ ὡς κατάφασις.
Διακρίνας τὰς τρεῖς ἀντιθέσεις ἀπ’ ἀλλήλων νῦν τὴν λοιπὴν πρὸς τὰς τρεῖς παραβάλλει καὶ ἑνὶ λόγῳ αὐτὴν διακρίνει λέγων· ἐπὶ μόνων γὰρ τούτων ἀναγκαῖον ἀεὶ τὸ μὲν ἀληθὲς τὸ δὲ ψεῦδος αὐτῶν εἶναι· τοῦτο γὰρ ἴδιον καταφάσεως καὶ ἀποφάσεως τὸ ἐπὶ παντὸς πράγματος διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὡς διδάξει ἐν τῷ Περὶ ἑρμηνείας· ἐὰν γὰρ εἴπω ‘Σωκράτης κάθηται—Σωκράτης οὐ κάθηται’, ἀνάγκη τὸ μὲν ἀληθὲς εἶναι τὸ δὲ ψεῦδος, καὶ ἐπὶ πάντων δὲ τῶν κατὰ κατάφασιν καὶ ἀπόφασιν ὁμοίως.
Ὅλως δὲ τῶν κατὰ μηδεμίαν συμπλοκήν.
Τὰ κατὰ μηδεμίαν συμπλοκὴν λεγόμενα οὔτε ἀληθὲς οὔτε ψεῦδος δηλοῖ, τὰ δὲ πρός τι καὶ τὰ ἐναντία καὶ τὰ κατὰ στέρησιν καὶ ἕξιν ἄνευ [*](1 ἀνάγκη ἀφωρισμένως om. F ἢ inserui 5 τὰ πρός τι] scribas τὰ κατὰ στέρησιν καὶ ἕξιν 7 κατ’ οὐσίαν] μετουσία F 8 μὲν om. M τῆς ἕξ. εἰς τὴν Aristot. φησι om. M 9 ἡ μεταβ. M εἰς ἕξιν ἀδύνατον om. M: ἐπὶ τὴν ἕξ. ἀδ. Aristot. τί δέ ἐστιν—ἄρξηται] τὸ δὴ τελέως γινόμενον εἰς τὴν ἐναντίαν ἕξιν ἀποκαθίστησιν, ἄνπερ μὴ χρόνω ἐξείργηται. φανερὸν ὅτι ὁ φαῦλος εἰς βελτίους ἀγόμενος διατριβὰς καλλίων ἑαυτοῦ γίνεται. εἰ δὲ τοῦτο, δῆλον ὅτι κατὰ μικρὸν αὐτὸν ἡ ἐπίδοσις εἰς τὸ ἐναντίον μετατρέψει, εἴπερ μὴ γέρων ὢν ἄρξηται φιλοσοφεῖν. τοῦτο γάρ ἐστι τὸ ἄνπερ μὴ χρόνω ἐξείργηται M 10 ἐάνπερ Aristot. ὁ—ἀποκ. om. Aristot. 14 τἀς προλαβούσας τρεῖς ἀπ’ ἀλλ. ἀντιθ. M 15 παραβάλλει M: μεταβάλλει F 15. 16 γὰρ μόνων colloc. Aristot. 17 εἶναι post ἀληθὲς colloc. F κατάφασις καὶ ἀπόφασις F 17. 18 πάντων πραγμάτων F 18. 19 ἐν τῶ περὶ ἑρμηνείας] c. 6 p. 17a 25 sq. 20 τῶν κατὰ—ἀπόφασιν] τὴν κατάφασιν καὶ ἀπόφασιν M 22 καὶ ὅλως F 23 τὰ κατὰ—λεγόμενα om. F 24 τὰ δὲ-δηλοῖ (p. 101,1) in mrg. suppl. F3 δὲ] γὰρ F)
Οὐ μὴν ἀλλὰ μάλιστα.
Ἔνστασίν τινα λύει καί φησιν ὅτι δόξειε μᾶλλον ἐπὶ τῶν ἐναντίων τῶν μὴ ἄνευ συμπλοκῆς λεγομένων τὸ μὲν ἀληθὲς εἶναι τὸ δὲ ψεῦδος. οὐκ ἔχει δὲ οὕτω. τοῦτο δὲ λύει κατά τε ἔνστασιν καὶ ἀντιπαράστασιν, ὅτι πρῶτον μὲν οὐ πάντως διαιροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· εἰ γάρ τις εἴποι ‘Σωκράτης ὑγιαίνει — Σωκράτης νοσεῖ ’, εἰ μὲν ὑπάρχει ὁ Σωκράτης, διαιροῦσιν, εἰ δ’ οὐχ ὑπάρχει, συμψεύδονται καὶ ἡ λέγουσα ὑγιαίνειν καὶ ἡ λέγουσα νοσεῖν τὸν μὴ ὄντα. εἰ δέ γε διαιροῦσι, τότε ὡς κατάφασις καὶ ἀπόφασις· τοῦτο γὰρ σημαίνει τὸ λεγόμενον· ἴσμεν γὰρ ὅτι κατάφασις καὶ ἀπόφασις τῶν ἀντικειμένων ἐν λόγοις οὕτως ἀντίκεινται. ὥστε οὐ πάντως διαιροῦσιν, ὅπερ ἴδιον καταφάσεως καὶ ἀποφάσεως.