Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

820. αὐτὰρ ἐπεὶ Τιτῆνας. ἐπεὶ γοῦν τὰ Ταρτάρια ὕδατα ὑπὸ γῆν κατεκλείσθησαν, ἡ γῆ τὸν Τυφῶνα ἐγέννησεν, ἔστι δὲ πνεῦμα, ἐκ ξηρᾶς ἀναθυμιάσεως4) γινόμενον. εἰκότως οὖν κατακλεισθῆναι πρῶτόν φησι τὰ ὕδατα τὰ ταρτάρια. ἐπεὶ δὲ πάλιν χωρὶς ὑγρότητος οὐκ ἔστι τοῦτο γενέσθαι, φησὶν ἐν φιλότητι τοῦ Ταρτάρου, ἤγουν ὀλίγου ὕδατος ἀπολειφθέντος, οὗ Τυφῶνος αἱ χεῖρές εἰσι δυναταί, ἑκατόν τε κεφαλὰς5) ἔχει δράκοντος. διὰ δὲ τὸ συριγμὸν ἀφιέναι τοῦτο εἶπε. λελιχμότος δὲ διὰ τὸ παρατυχὸν ἀνακουφίζειν εἰς ὕψος. ἐπεὶ δὲ τὸ τοιοῦτον6) πνεῦμα ὅλως πυρῶδές ἐστι, διὰ τοῦτο τὰ ὄμματα τούτου πῦρ λάμπειν φησί. —

[*](1. δέον Cas. αὐτοφυῆ δὲ τὴν 4. γίνεται Cas. σὖν f. Cas. ὅδατα αὐτὸ Par. ταρτάρια Cas. ἔχοντος Par)[*](2. ηλοῦντος Par. ἀπʼ αὐτοῦ Cas. 5.6. ἔχοντοσ πνεῦμα Par. Par. μετακινεῖ —)[*](3. φασιν ὅτι Par. Ζεὺς Δεὺς Par. κατάγει codd.)
410