Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
836. καί νύ κεν ἔπλετο. καὶ δή, φησίν, ἐπεκράτησε τὸ τοιοῦτον πνεῦμα (καὶ γὰρ ἀπὸ τοῦ εἶναι ἰσχυρὸν καὶ ὅλον νέφος μετακινεῖται καὶ ὑπὸ γῆν πολλάκις κατάγεται), εἰ μὴ ὁ Ζεύς, ἤτοι ἡ πρόνοια, ὀξὺ ἐνόησε καὶ ἐβρόντησε μέγα. πνεύματος1 ) γὰρ ὑπὸ τὸ νέφος εἰσερχομένου καὶ κλειομένου ἐν αὐτῷ, μὴ εὑρίσκοντος ἔξοδον, τὸ νέφος στενοχωρεῖται, τὸ δὲ στενοχωρούμενον κινεῖται καὶ κινούμενον ἐκπυροῦται καὶ πυρούμενον εἰς ἀστραπὰς καὶ κεραυνοὺς τὸ τοιοῦτον πνεῦμα διαλύει.