Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
811. ἔνθα δὲ μαρμάρεαί τε. ὅπου, φησίν, αἱ ῥίζαι εἰσὶ καὶ ὁ χάλκεος οὖδος. ἀρηρώς, αὐτοφυής, ἵνα δηλώσῃ, ὅτι, κἂν καὶ μαρμαρέας πύλας φησί, τὴν γῆν αὐτὴν λέγει, αὐτοφυῆ δὲ τὸ ἀπὸ τῆς αὐτῆς γῆς. — πρόσθεν δὲ θεῶν. ἢ ὅτι καὶ ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ ἀστέρες εἰσίν, ἢ ὅτι τὸν Κόττον καὶ τὸν Γύγην ὑπηρέτας τοῦ Διός φησιν, ἤτοι τὸ ἰσχυρὸν2 ) δηλοῦντος τοῦ ὕδατος καὶ τὸ ὑπὸ γῆν εἶναι. καὶ ἀπʼ αὐτῆς τὰς ἀρχὰς εἶναι τῶν ὑδάτων δία γὰρ τὸ ὕδωρ οἱ Δωριεῖς φασιν 3), τὸ ζ εἰς δ τρέποντες, ὡς Ζεὺς καὶ Διὸς ἀπὸ τοῦ δεύειν. τὸν δὲ Βριάρεων γαμβρὸν ἐποίησεν ὁ Ποσειδῶν, τὴν Κυμοπόλειαν γυναῖκα δούς. ὅταν γὰρ ταράσσηται τὸ ὕδωρ καὶ προσαράσσωνται τῇ γῇ τὰ κύματα, τότε τὸ ὕδωρ τὴν οἰκείαν δύναμιν εἴωθεν ἐπιδείκνυσθαι.