Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

319. ἣ δὲ Χίμαιραν ἔτεκεν. ἐγέννησε δὲ καὶ τὴν Χίμαιραν6), αὐτὴν δηλαδὴ τὴν ἀναίδειαν, τὴν πῦρ πνέουσαν (ἡ γὰρ ἀναίδεια πυρὸς δραστικωτέρα ἐστίν), ἧς χιμαίρας, ἤγουν ἀναιδείας τρεῖς ἦσαν κεφαλαί, μία δράκοντος, μία λέοντος, ἑτέρα χιμαίρας. διὰ τοῦ εἰπεῖν τρεῖς εἶναι κεφαλὰς7) αὐτῆς ἐδήλωσε τὴν παμμιγῆ πολυπλήθειαν τῶν κακῶν, τὴν ἐπισυμβαίνουσαν τῷ βίῳ τῷ τοιούτῳ. διὰ μὲν γὰρ τοῦ εἰπεῖν λέοντος τὸ πρὸς) ἂν βούλοιτο9) εὐκίνητον ὑποσημαίνει (τοιοῦτον γὰρ καὶ τὸ θηρίον εὐκινητότατον πέφυκε καὶ τὸ θερμὸν πρὸς τὰ πάθη, οἷον καὶ τὸ ζῶόν ἐστι, καὶ τὸ ἰσχυρὸν καὶ ἄλλα τοιαῦτα), διὰ δὲ τοῦ 10) δράκοντος εἰπεῖν τὸ μὴ δύνασθαι τὸν νενευκότα πρὸς τὰ πάθη 11) ὅλως ἀνανεύειν ποτέ, ἀλλὰ κάτω κεχηνέναι περὶ τὴν γῆν (τοιοῦτον δὲ καὶ τὸ ζῶον τοῦτό12) [*](1. ἐθρέψατο Vat. Cas. 9. ἀκίνητον Vat. Cas. ὑπεσή-) [*](2. ὐτὸν Vat. Cas. μανε Vat. Cas. ἀκινητότατον Vat.) [*](3. γουν Par. ἐνίκησε δὲ τοῦ- Cas. καὶ θερμὸν Par. καὶ ἰσχυ- τον Vat. Cas. ρὸν Par.) [*](4. βουλῇ f. Cas. 10. τὸ μὴ δύνασθαι Vat. τὸν μὴ) [*](5. πολλάκις f. Par. δύνασθαι Cas. τὸν μὴ δυνάμε-) [*](6. τὴν Vat. Cas. νον Par.) [*](7. αὐτῆς P. αὐτοῦ Vat. Cas. 11. Nach πάθη οἷον καὶ τὸ ζῶόν αὐτὴν Par. τῷ τοιούτῳ βίῳ Par. ἐστίν Vat. Cas.) [*](8. ὃ βούλοιτο Par. 12. τοῦτο f. Par.)

393
ἐστι, καὶ ἀλλʼ ἄττα διάφορα, ἃ διὰ τὴν πολυπλήθειαν τέως νῦν παρεάσομεν). προηγεῖται οὖν τούτων τὸ πρὸς τὰ πάθη θερμόν, κεφάλαιον1 ) δὲ ἡ ἀναίδεια, ἢν χίμαιραν εἶπεν, ὄπισθεν δὲ ἡ πρὸς τὰ κάτω ῥοπή. ἣν χίμαιραν, αὐτὴν δηλαδὴ τὴν ἀναίδειαν, ἀνεῖλεν ὁ Πήγασος ὁ Βελλεροφόντης, ὁ τῶν κάτω καταφρονῶν ἄνθρωπος δηλαδή, καὶ οἷον ὑπερπηδῶν. Βελλεροφόντην δέ φησι τὸν φονεύοντα τὰ κακά (βέλλερα γὰρ τὰ κακὰ λέγονται2 ) παρὰ τοῖς Ἰταλοῖς) ὑπερενίκησε γὰρ ταῦτα ὁ τοιοῦτος ἄνθρωπος ὁ3 ) οἷον ὑπερπηδῶν τὴν γῆν καὶ τὰ κακὰ ἀναιρῶν. — ἀλλʼ ἰτέον πάλιν ἐπὶ τὰ ἐξ ἀρχῆς καὶ θεωρητέον, εἴπερ καὶ ἄλλως νοοῖντο.