Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
313. τὸ τρίτον Ὕδρην. μετὰ ταῦτα τὴν ὕδραν ἐγέννησεν, αὐτὸν δηλαδὴ τὸν ὑδαρὸν καὶ ἔκλυτον βίον τὸν κακὰ ποιοῦντα, ὃν ἐξεθρέψατο1) ἡ Ἥρα, ἤτοι ὁ ἔρως ὁ ἀεὶ μαχόμενος τοῖς ἐρῶσι κλέους βροτοῖς. ἀντίκειται γὰρ ὁ σεμνὸς βίος τῷ ὑδαρῷ καὶ ἐκλύτῳ. αὐτὴν2) μέν, τοῦτον τὸν ἔκλυτον βίον, ἔκτεινεν, ἤγουν ἐνίκησεν ὁ Ἡρακλῆς, ὁ σεμνὸς δηλαδὴ καὶ κλέους ἐρῶν ἄνθρωπος, ὁ υἱὸς τοῦ Διός, ὁ κουφιζόμενος τῷ Διί3), ἤτοι τῷ νιΐ. ἐνίκησε δὲ ταύτην σὺν τῷ Ἰολάῳ, ἤγουν σὺν ἰότητι καὶ4) βουλῇ, βουλαῖς τῆς Ἀθηνᾶς (ἤγουν τῆς φρονήσεως), συμβαίνει γὰρ5) πολλάκις τινὰς τῶν καταπεσόντων ἀνίστασθαι καὶ μὴ ἀεὶ νικᾶσθαι ὑπὸ τῆς ῥᾳθυμίας.