Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

295. ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον. αὕτη ἡ Κητὼ ἐγέννησε τὴν Ἕχιδναν, αὐτὰς δηλαδὴ τὰς ἀτμίδας τὰς ἐκ τῆς θαλάσσης ἀναγομένας, ἃς οὐδὲν4 ) ἐοικυίας, οὔτε θεοῖς οὔτε ἀνθρώποις φησί, διὰ τὸ μήτε μένειν ἐπὶ τοῦ αὐτοῦ, ἀλλὰ ταχέως κατέρχεσθαι καὶ διὰ τὸ θρεπτικὸν ἡμῶν εἶναι. ἐγέννησε δὲ ταύτην ἐν τῷ γλαφυρῷ σπηλαίῳ, ἤτοι τῷ οὐρανῷ. γλαφυρὸν γὰρ κυρίως τὸ γεγλυμμένον5 ) λέγεται. τοιοῦτος δέ ἐστι καὶ ὁ οὐρανός. — ἥμισυ μὲν νύμφην, διὰ τὸ θρεπτικὸν ταύτην φησὶ νύμφην. — ἥμισυ δʼ αὖτε ὄφιν, διὰ τὴν σφοδρὰν ἄναξιν τῶν ἀτμίδων, οἷος καὶ ὁ ὄφις ἐστίν, ἢ διὰ τὸ καταρρέειν τοὺς ποταμοὺς ὥσπερ τὸν ὄφιν. ποικίλον δὲ διὰ τὴν τῶν ὑδάτων διαφοράν.