Καὶ Οὐιτέλλιος μὲν εἰς Ἀντιόχειαν ἀνεχώρησεν, Ἀγρίππας δὲ ὁ Ἀριστοβούλου υἷός ἐπὶ Ῥώμης ἔτυχεν ὢν τοῦ Τιβερίου θνήσκοντος. οὗτος γὰρ πρὸ μικροῦ τῆς Ἡρώδου τοῦ μεγάλου τοῦ πάππου αὐτοῦ τελευτῆς ἐν τῆ Ῥώμῃ τρεφόμενος συνήθης ἐγένετο Δρούσῳ τῷ Τιβερίου υἱῷ, καὶ Ἀντωνίᾳ τῇ Δρούσου τοῦ μεγάλου γυναικὶ γνωστὸς γέγονε, Βερνίκης τῆς αὐτοῦ μητρὸς τιμωμένης παρ’ αὐτῆς. μεγαλοπρεπὴς δὲ ὢν Ἀγρίππας καὶ δωρεῖσθαι πολυτελής, τῆς μητρὸς αὐτοῦ θανούσης τὰ μὲν τῶν χρημάτων εἰς ἑαυτὸν ἀνάλωσε πολυτελῶς διαιτώμενος, τὰ δὲ εἰς δωρεάς, τὰ πλείω δ’ εἰς τοὺς ἀπελευθέρους τοῦ [*](Cap. 7. Iosephi Ant. 18, 5, §. 3 — 6, §. 5.)
20
Καίσαρος. καὶ ταχὺ ἐν ἐνδείᾳ ἐγένετο. θανόντος δὲ τοῦ υἱοῦ Τιβερίου, ἀπείρηκεν εἰς ὄψιν αὐτοῦ φοιτᾶν τοὺς συνήθεις τοὺς τοῦ παιδός, ἔνα μὴ δι’ αὐτῶν εἰς ἀνάμνησιν ἐκείνου ἰὼν εἰς λύπην ἀνερεθίζηται. διά τε γοῦν τοῦτο καὶ ὅτι χρημάτων ἠπόρησεν εἰς Ἰουδαίαν ἐπανῆλθε κακοπραγῶν. ἀποτῖσαι δὲ καὶ τοῖς δανεισταῖς τὰς ὀφειλὰς βιαζόμενος πολλοῖς οὖσι, καὶ
[*](P) μὴ ἔχων, εἰς ἔννοιαν ἦλθεν αὐτοχειρίας. συνῆκε δὲ τὸ ἐννόημα ἡ γυνὴ αὐτοῦ Κύπρος, ἣ θυγάτηρ ἦν Φασαήλου τοῦ ἀδελφόπαιδος τοῦ βασιλέως Ἡρώδου, ἐκ Σαλαμψιοῦς αὐτῷ γεννηθεῖσα τῆς Ἡρώδου θυγατρός, ἣν ἔσχεν ἐκ Μαριὰμ τῆς ὑπ’ ἐκείνου ἀνῃρημένης, ὡς δεδιήγηταί. αὕτη γοῦν ἡ Κύπρος συνοικοῦσα τῷ Ἀγρίππᾳ, καὶ αἰσθομένη τὸ βούλευμα, ἀπεῖργε τοῦτον αὐτοῦ, διαπέμπεται δὲ πρὸς Ἡρωδιάδα τὴν τῷ τετράρχῃ συνοικοῦσαν Ἡρώδῃ, Ἀγρίππα τυγχάνουσαν ἀδελφήν, δηλοῦσα τὴν ἔννοιαν τοῦ συγγόνου, καὶ βοηθεῖν ἀξιοῦσα καὶ τὸν οἰκεῖον ἄνδρα πρὸς ἐπικουρίαν παρακαλεῖν. οἱ δὲ μετεπέμψαντό τε αὐτὸν καὶ οἰκητήριον τὴν Τιβεριάδα δεδώκασι, καί
[*](C) τι καὶ αργύριον ἀπέταξαν αὐτῷ εἰς τὴν μετὰ καιρόν δὲ διαφορὰς γενομένης Ἡρώδῃ τε καὶ Ἀγρίππᾳ, πρὸς Φλάκκον Συρίας ἡγούμενον ὁ Ἀγρίππας μεθίσταται, φιλίως ἐκ Ῥώμης πρὸς αὐτὸν διακείμενον, κἀκεῖ διέτριβε δεξαμένου τοῦ Φλάκκου. ὢν δὲ ἐκεῖ καὶ ὁ Ἀγρίππα ἀδελφὸς Ἀριστόβουλος, διαφερόμενός τε τό ἀδελφῷ, διαβολαῖς αὐτὸν πρὸς τὸν Φλάκκον ἐξεπολέμωσε· καὶ ἐξωθεῖται ἐκεῖθεν Ἀγρίππας. ὁ δὲ εἰς ἐσχάτην περιστὰς ἀπορίαν εἰς Ἰταλίαν ἐκπλεῖν ἐβούλετο, καὶ ἠξίου Μαρσύαν αὐτοῦ ἀπελεύθερον χρήματά οἱ πορίσαι ποθὲν δανεισάμενον. ἐκεῖνος δὲ Πέτρῳ πρόσεισιν ἀπελευθέρῳ
21
Βερνίκης τῆς Ἀγρίππα μητρός, καὶ ὁ Πέτρος συμβόλαιον ἔλεγε ποιησάμενον δύο μυριάδων Ἀτθίδων
[*](D) λαβεῖν τὰς μυριάδας πεντακοσίαις καὶ δισχιλίαις ἐλασσουμένας. καὶ ὁ Ἀγρίππας συνέθετο, καὶ λαβὼν τὸ δάνεισμα ἀποπλεῖν ἔμελλεν. Ἐρρένιος δὲ Καπίτων Ἰαμνείας ἐπίτροπος τριάκοντα μυριάδας ἀργυρίου ὀφειλομένας τῷ Καίσαρι ἔπραττεν ἀπ’ αὐτοῦ, καὶ διὰ τοῦτο μένειν ἐκέλευεν. Ἀγρίππας δὲ προσποιησάμενος πείθεσθαι, νυκτὸς ᾤχετο. καὶ καταπλεύσας εἐς Ἀλεξάνδρειαν Ἀλεξάνδρου δεῖται τοῦ ἀλαβάρχου μυριάδας εἴκοσι δάνειον αὐτῷ παρασχεῖν. ὁ δ᾿ ἐκείνῳ μὲν οὐκ ἂν ἔφη παρασχεῖν, Κύπρῳ δὲ τῇ αὐτοῦ γυναικὶ παρεῖχε διά τε τὴν φιλανδρίαν αὐτῆς καὶ τὴν λοιπὴν ἀρετήν. δεξαμένης δ’ ἐκείνης τὸ δάνειον ὁ μὲν Ἀγρίππας εἰς Ἰταλίαν ἀπέπλευσε, Κύπρος δὲ μετὰ τῶν τέκνων εἰς Ἰουδαίαν ἀνέζευξε. καὶ Καίσαρι Τιβερίῳ προσελθὼν φιλανθρώπως ἐδέχθη. γραφῆς δὲ Καπίτωνος Ἐρρενίου κομισθείσης τῷ Καίσαρι ὡς ἀπέδρα Ἀγρίππας τριάκοντα μυριάδας πραττόμενος δάνειον, ὠργίσθη, καὶ μὴ συγχωρεῖσθαι αὐτῷ τὴν πρὸς αὐτὸν ἐκέλευσεν εἴσοδον ἄχρι δὴ τὸ χρέος καταβαλεῖ. ὁ δὲ δανεισάμενος ἀπέδοτο τὸ ὀφείλημα, καὶ αὖθις εἰσῄει πρὸς τὸν Τιβέριον. καὶ ὁ Καῖσαρ ἐκέλευε τῶ υἱωνῷ αὐτοῦ παρατυγχάνειν καὶ θεραπεύειν αὐτόν. Ἀγρίππας δὲ
[*](P) πρὸς Γάιον μᾶλλον ἀπένευεν, Ἀντωνίας τυγχάνοντα υἱωνὸν τῆς Γερμανικοῦ μητρὸς καὶ Κλαυδίου τοῦ μετὰ Γάιον μοναρχήσαντος. τοῦτον θεραπεύων πεφίλητο ὑπ’ αὐτοῦ. καί ποτε συμπροιοῦσιν ἀμφοῖν περὶ Τιβερίου λόγος ἐγένετο. καὶ ὁ Ἀγρίππας θεοκλυτῶν τάχος ὑπεκστῆναι Τιβέριον τῆς ἀρχῆς Γαίῳ ἐπηύχετο. Εὔτυχος δὲ ἀπελεύθερος Ἀγρίππου τῶν
22
λόγων ἀκροασάμενος Καίσαρι πρόσεισιν ὡς δή τι λέξων αὐτῷ σωτήριον. ὁ δὲ βραδὺς εἰς πάντα γενόμενος, καὶ τῶν ὑπὲρ αὐτοῦ τι προσαγγελλόντων κατεφρόνει. οὔτε γὰρ πρέσβεσι τάχιστα ἐχρημάτιζε, λέγων, ἵνα μὴ ἐπανιόντων συντόμως προσίοιεν ἕτε-
[*](C) ροι καὶ ὄχλος αὐτῷ γίνοιτο, οὔτε μὴν ἡγεμόσι καὶ ἐπιτρόποις παρ’ αὐτοῦ σταλεῖσι διαδόχους ἀντικαθίστα, εἰ μὴ φθάσαιεν τελευτήσαντες. τοῦτο δὲ ποιεῖν ἔφασκε προμηθείᾳ τῶν ὑπηκόων, ἵνα αὐταρκῶς τῷ χρόνῳ σχόντες κερδῶν ἀμβλύτεροι πρὸς ἀδικήματα. εἶεν. παράδειγμά τε τραυματίαν πεποίητο ᾧ μυῖαι περιεκάθηντο τὰς πληγάς, καί τις οἰκτείρων αὐτὸν ἀποδιώκειν αὐτὰς ἐπεχείρει, ἀποτρέψαντος δὲ ἐκείνου ἤρετο τὴν αἰτίαν ὁ διώκειν τὰς μυίας πειρώμενος, ὁ δέ γε τραυματίας ‘‘αὗται μέν’ ἀπεκρίνατο “τοῦ αἵματος ἐμπλησθεῖσαι οὐ πάνυ μοι δι’ ὄχλου εἰσίν, εἰ δ’ ἀποσοβηθεῖεν αὗται, ἥξουσι νεαλεῖς καὶ λιμώττουσαι μᾶλλόν με ὀδυνήσουσι.” τῆς δὲ πρὸς
[*](D) ταῦτα βραδυτῆτος τοῦ Τιβερίου καὶ τόδε μαρτύριον ὅτι δύο καὶ εἴκοσιν ἐπὶ τῆς αὐταρχίας ἀνύσας ἐνιαυτοὺς δύο τοῖς Ἰουδαίοις ἐξέπεμψεν ἄρξοντας τοῦ ἔθνους αὐτῶν, Γρᾶτον τε καὶ Πιλάτον. τοιοῦτος οὑν τυγχάνων ἐν ἅπασιν οὐδὲ τὸν Εὔτυχον ἠξίου ἀκροάσεως.
Ἀγρίππας δὲ τὴν Ἀντωνίαν ἱκέτευε παρασκευάσαι τὸν Καίσαρα ἀκροάσασθαι τοῦ Εὐτύχου. ἡ δ’ Αντωνία διὰ τιμῆς ἣν Τιβερίῳ καὶ ὡς γαμετὴ γενομένη Δρούσου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ διὰ τὸ σῶφρον ὡς μάλιστα. νέα γὰρ χηρεύσασα τῇ χηρείᾳ παρέ- μεινε καὶ γάμον ἀπείπατο δεύτερον, καίπερ τοῦ αὐ- [*](Cap. 8. Iosephi Ant. 18, 6, §. 6 — §. 10.)
23
τοκράτορος αὐτὸν ἔπιτ’ ῥέποντος, καὶ οὕτω τὸν βίον διήνυσεν ὡς καἰ λοιδοριῶν ἀνωτέρω γενέσθαι. διὰ δὴ ταῦτα τῷ Τιβερίῳ τετίμητο καὶ ὅτι καὶ εὐεργέτις αὐτοῦ γέγονεν, ἐπιβουλὴν παρὰ πολλῶν καὶ δυνατῶν συστᾶσαν μηνύσασα. ὑπὸ ταύτης οὖν ἀξιούμενος ἐξετάσαι τὸν Εὔτυκον, ἔφη “ἴστωσαν οἱ θεοί, Ἀντωνία, ὅτι οὐ κατὰ γνώμην ἐμὴν τὰ πραχθησόμενα ἔσονται, ἐκ δέ γε σῆς παρακλήσεως.’ καὶ τὸν Εὔτυχον ἀχθῆναι κελεύει. καὶ παραστὰς ἔλεγεν ὡς “Γάιός τε καὶ Ἀγρίππας, ὦ δέσποτα, συνωμίλουν, καὶ Ἀγρίππας ἔφη, εἰ γὰρ ἀφίκοιτό ποτε ἡμέρα ᾗ
[*](P) μεταστὰς οὗτος ὁ γέρων χειροτονοίη σε ἡγεμόνα τῆς οἰκουμένης· οὐδὲν γὰρ ἔσται ἡμῖν ἐμποδὼν Τιβέριος ὁ αὐτοῦ υἱωνός, ὑπό σοῦ τελευτῶν. καὶ ἥ τε οἰκουμένη γένοιτ’ ἂν μακαρία, καὶ πρὸ ταύτης ἐγώ.” Τιβερίῳ δὲ οἶ λόγοι ἥγηντο ἀληθεῖς· ἄμα δὲ καὶ μῆνιν Ἀγρίππᾳ τηρῶν ὅτι μὴ τὸν υἱωνόν αὐτοῦ θεραπεύειν εἵλετο, ὅλος δὲ μετέπεσε πρὸς τὸν Γάιον, ἑνὶ τῶν παρεστηκότων δῆσαι αὐτὸν ἐκέλευσε. καὶ ἤγετο δέσμιος ἐν πορφυρίσιν ὢν ἔτι, καὶ πρὸ τοῦ βασιλείου εἱστήκει δένδρῳ ὑπ’ ἀθυμίας ἐπικλιθείς. ἦσαν δ ἐκεῖ καὶ ἕτεροι ἐν δεσμοῖς. καἰ ὀρνέου πρὸς τὸ δένδρον
[*](C) ἐκεῖνο καταπταμένου, βουβῶνα τὸν ὄρνιν Ῥωμαῖοι καλοῦσι, τῶν δεσμωτῶν τις θεασάμενος ἤρετο τὸν αὐτὸν τηροῦντα στρατιώτην ὅστις εἴη ὁ ἐν τῇ πορφυρίδι· καὶ μαθὼν ἠξίωσε τὸν συνδεδεμένον αὐτῷ στρατιώτην πλησίον ἐλθεῖν. καὶ τυχών “ὦ νεανία φησίν, “ἀπαλλαγήν τέ σοι τῶν δεσμῶν ταχίστην εὐαγγελίζομαι καὶ προκοπὴν ἐπὶ μήκιστον ἀξιώματος καὶ δυνάμεως, καὶ ὡς ζηλωτὸς ἔσῃ τοῖς ἄρτι οἰκτιζομένοις σε, καὶ ἐν εὐδαιμονίᾳ τελευτήσεις, παισὶ τὸν ὄλβον λιπών. ὅτε δ’ εἰσαῦθις τὸν ὄρνιν
24
τοῦτον θεάσαιο, ἴσθι σου τηνικαῦτα μετὰ πέντε ἡμέρας ἐσομένην τὴν τελευτήν. εὐδαιμονήσας μέντοι
[*](D) κατὰ τὴν ἡμετέραν πρόρρησιν, μνήμην ποιοῦ καὶ ἡμῶν, ὡς διαφευξόμεθα τὴν δυστυχίαν ᾖε τανῦν σύνεσμεν.” καὶ ὁ μὲν ταῦτα εἰπὼν τότε μὲν γέλωται ὦφλεν, ὕστερον δ᾿ ἐφάνη θαύματος ἄξιος.
Ἢν οὖν ἐν τοῖς δεσμοῖς ὁ Ἀγρίππας ἐπὶ μῆνας ἔξ. Τιβέριος δὲ μαλακιζόμενος τῆς νόσου κραταιουμένης Εὔοδον κελεύει, ὃς τῶν ἀπελευθέρων ἣν αὐτῷ τιμιώτατος, τὰ τέκνα προσαγαγεῖν αὐτῷ διαλεξομένῳ σφίσι πρὶν τελευτῆς. οὐκ ἦσαν δὲ παῖδες αὐτῷ· ὁ γὰρ υἷός αὐτοῦ Δροῦσος ἔτυχε τεθνεώς· υἱωνὸς δ᾿ ἐξ ἐκείνου αὐτό ἢν Τιβέριος Γέμελλος, καὶ ἀδελφιδοῦς Γάιος Γερμανικοῦ παῖς συγγόνου αὐτοῦ, νεανίας ἤδη καὶ παιδείᾳ ἐσχολακὼς καὶ παρὰ τοῦ δήμου φιλούμενος καὶ τιμώμενος διὰ τὴν τοῦ πατρὸς ἀρετήν. κελεύσας οὖν ὁ Τιβέριος ἔωθεν τοὺς παῖδας εἰσαγαγεῖν εἰς τὴν αὔριον· ἦν δ᾿ αὐτῷ τὸ βουλόμενον τῷ υἱωνῷ μάλιστα καταλιπεῖν τὴν ἀρχήν, τέως δ᾿ οὖν οἰώνισμα ἔθετο εἰς ἐκεῖνον βούλεσθαι τὸ θεῖον περιελθεῖν τὴν ἀρχὴν ὃς ἂν πρὸς αὐτὸν ἀφίκοιτο πρότερος, πέμπει κελεύων τῷ παιδαγωγῷ τοῦ υἰωνοῦ πρωιαίτερον ἄγειν τόν παῖδα. καὶ ἤδη γεγονυίας ἡμέρας πέμπει τὸν Εὔοδον εἰσκαλεῖν τὸν παρόντα τῶν παίδων· ἐκεῖνος δὲ τὸν Γάιον πρὸ δωματίου καταλαβὼν εἰσήγαγε πρὸς Τιβέριον. ὁ δὲ τῆς τοῦ [*](P) θείου δυνάμεως εἰς ἔννοιαν ἐλθὼν κατωλοφύρατο ὡς ἐπ᾿ ἀπολωλότι τῷ υἱωνῷ. καίπερ δὲ διὰ τοῦτο τεταραγμένος , φησὶ πρὸς τὸν Γάιον “ω παῖ, εἰ καὶ Τιβέριος συγγενέστερός μοί ἐστιν ἢ σύ, ἀλλ᾿ αὐτὸς καὶ κατὰ γνώμην ἐμὴν καὶ γ̣ατὰ ψῆφον θεόν σοι τὴν τῶν ῾Ρωμαίων ἐγχειρίζω ἀρχήν, καὶ ἀξιῶ μὴ ἀμνημο-
25
νῆσαι τῆς συγγενείας τῆς πρὸς Τιβέριον, κήδεσθαι δὲ τούτου ὡς συγγενοῦς· οὐ γὰρ ἀτιμώρητα τῇ θείᾳ προνοίᾳ ὅσα παρὰ δίκην πράσσοιτο.”
Τιβέριος μὲν οὑν τὸν Γάιον ἀποδείξας τῆς ἡγεμονίας διάδοχον, ὀλίγας ἐπιβιοὺς ἡμέρας θνήσκει, ἄρξας ἐπὶ ἐνιαυτοῖς δύο καὶ εἴκοσι μῆνας ἑπτὰ καὶ ἡμέρας ἴσας, Γάιος δὲ αὐτοκράτωρ περιελέλειπτο. [*](C)
ἠγγέλλετο δὲ Ῥωμαίοις τοῦ Τιβερίου ἡ ἀποβίωσις· οἶ δὲ ἠπίστουν τῷ λόγῳ ὑπὸ τοῦ πάνυ τὸ πρᾶγμα βούλεσθαι. πλείστα γὰρ ἐκεῖνος δεινὰ Ῥωμαίων τοὺς εὐπατρίδας εἰργάσατο, δύσοργος ὢν καὶ θανάτῳ καὶ τὰ κουφότατα τῶν πταισμάτων τιμώμενος.
Μαρσύας δὲ τοῦ Ἀγρίππου ἀπελεύθερος, πυθόμενος τοῦ Τιβερίου τὴν τελευτήν, ἔδραμε πρὸς αὐτὸν καὶ Ἑβραίδι φωνῇ ‘‘τέθνηκεν ὁ λέων” φησίν. ὁ δὲ χάριτας ὡμολόγει αὐτῷ, εἰ κατήγγειλεν ἀληθῆ. καὶ ὁ ἑκατόνταρχος ὁρῶν τὸν Ἀγρίππαν ἐν χάρματι, ὑπετόπησέ τι γεγονέναι καινόν, καὶ ἤρετο τί ἂν εἴη τὸ ἀγγελθέν· καὶ ὁ Ἀγρίππας ἤδη συνήθης γενόμενος [*](D) τῷ ἀνδρὶ τὸ ἀπόρρητον ἀπεκάλυψεν· ὁ δὲ ἐκοινοῦτο τὴν ἡδονήν, καὶ προυτίθει δεῖπνον. εὐωχουμένων δὲ παρῆν τις περιεῖναι λέγων Τιβέριον. καὶ ὁ ἑκατόνταρχος δείσας ὅτι συνδιῃτᾶτο δεσμώτῃ τοῦ αὐτο- κράτορος, κελεύει δῆσαι αὐτόν, λελυκὼς ἤδη. τῇ δ’ ὑστεραίᾳ λόγος τε ἦν πλατύς περὶ τῆς τελευτῆς Τιβερίου, καὶ ἐπιστολαὶ παρὰ Γαΐου ἐπέμφθησαν, ἡ μὲν πρὸς τὴν σύγκλητον, τὸν Τιβερίου θάνατον καταγγέλλουσα καὶ τὴν αὐτοῦ τῆς ἡγεμονίας διαδοχήν, ἡ δὲ πρὸς Πείσωνα τὸν τῆς πόλεως φύλακα, ἐπιτρέμῆνας [*](6 ἑπτὰ καὶ ἡμέρας ἴσας] haec ex Dione 58, 28, 5 Iosephus ἡμέρας τρεῖς καὶ πέντε μῆνας. Cap. 9. Iosephi Ant. 18, 6, §. 10 — 8, §. 1.)
26
πουσα τὸν Ἀγρίππαν ἐκ τοῦ στρατοπέδου μεταγαγεῖν εἰς τὴν οἰκίαν ἐν ᾗ πρὸ τοῦ δεθῆναι ἦν. Γάιος δὲ εἰς Ῥώμην τὸν τοῦ Τιβερίου νεκρὸν ἀγαγὼν καὶ θάψας ψας πολυτελῶς, αὐτίκα λῦσαι τὸν Ἀγρίππαν ἐβούλετο· ἡ δ’ Ἀντωνία κεκώλυκεν, οὐ μίσει τοῦ λυθησομένου, φροντίδι δέ γε τοῦ λύσοντος, ἵνα μὴ δοκῇ τῇ μεταστάσει τοῦ αὐτοκράτορος ἐφηδόμενος ἐκ τοῦ λῦσαι τὸν ἐκείνου δέσμιον τάχιστα. ἡμερῶν δὲ μετρίων παρελθουσῶν μεταπέμπεται τὸν Ἀγρίππαν, κείρει τε τὸ περιττὸν τῆς τριχὸς καὶ μεταμφιέννυσιν, εἶτα καὶ τὸ διάδημα περιτίθησι καὶ βασιλέα τῆς Φιλίππου τετραρχίας καθίστησι, προσθέμενος καὶ τὴν Λυσανίου τετραρχίαν εἰς αὔξησιν, καὶ χρύσεα χαλ-
[*](P) κείων ἀλλάττει, ἀντὶ τῆς σιδηρᾶς ἀλύσεως μεθ’ ἧς ἐδέδετο χρυσῆν ἰσόρροπον αὐτῷ παρασχόμενος.
Τῷ δὲ δευτέρῳ ἐνιαυτῷ τῆς μοναρχίας Γαΐου ἠξίου Ἀγρίππας ἐκχωρηθῆναι αὐτῷ ἀφικέσθαι πρὸς τὰ οἰκεῖα, καὶ αὖθις ἐπανελθεῖν κατετίθετο, οἰκονομησάμενος εἰς δέον τὰ τῆς ἀρχῆς· καὶ ἐν δόντος Γαΐου ἐξέπλευσεν. Ἡρωδιὰς δὲ ἡ αὐτοῦ ἀδελφὴ ἐφθόνει τῆς εὐπραγίας τῷ ἀδελφῷ., καὶ μάλιστα ὁπότε μετὰ τῶν τῆς βασιλείας παρασήμων ἐώρα αὐτὸν τοῖς πλήθεσι χρηματίζοντα, ἐξηρέθιζέ τε τὸν ἄνδρα ἐπὶ Ῥώμης πλεῖν καὶ ἴσην ἀρχὴν μνηστεύσασθαι ἑαυτῷ· ὁ δὲ ἡσυχάζειν ἐβούλετο. καὶ ἡ γυνὴ σφοδρότερον ἠνώχλει τἀνδρί, πάντα πράσσειν ἐπὶ τῇ βασιλείᾳ [*](C) κελεύουσα, καὶ οὐκ ἀνῆκεν ἕως καὶ ἄκοντα τὸν Ἡρώδην ἑαυτῇ πεποίηκεν ὁμογνώμονα. ἀνήγετο οὖν σὺν τῇ γυναικὶ ἐπὶ Ῥώμης. Ἀγρίππας δὲ καὶ αὐτὸς εἰς τὴν Ῥώμην παρεσκευάζετο, προύπεμψε δὲ τῶν ἀπελευθέρων ἕνα δῶρα τῷ αὐτοκράτορι κομίζοντα καὶ ἐπιστολὰς κατὰ τοῦ Ἡρώδου. καὶ καταλαμβάνουσι
27
τὸν Γάιον ἐν Βαίαις πολιχνίῳ τῆς Καμπανίας. ἅμα τε τῷ Ἡρώδῃ εἰς ὄψιν ἧκεν ὁ Γάιος καὶ ἄμα τὰς Ἀγρίππου ἐπιστολὰς ἐπῄει, κατηγορούσας ἐκείνου πρὸς Σηιανὸν ὁμολογίαν κατὰ τῆς Τιβερίου ἀρχῆς, καὶ πρὸς Ἀρτάβανον αὖθις τὸν Πάρθον τότε κατὰ τῆς αὐτοῦ Γαΐου. τεκμήριον δ᾿ ἐποιεῖτο τοῦ λόγου ὅπλων ἀπόθεσιν ἐν ταῖς ὁπλοθήκαις Ἡρώδου, μυριάσιν
[*](D) ὁπλιτῶν ἀρκούντων ἑπτά. ἐκινεῖτο δ’ ὑπὸ τόν ἐπεσταλμένων ὁ Γάιος, καὶ ἠρώτα τὸν Ἡρώδην εἰ ἀληθὴς ὁ περὶ τῶν ὅπλων λόγος. τοὐ δὲ καταθεμένου, πιστεύσας τῇ ἀποστάσει αὐτοῦ τὴν τετραρχίαν ἀφαιρεῖται καὶ τῇ βασιλείᾳ τοῦ Ἀγρίππου προστίθησι, καὶ τὰ χρήματα αὐτῷ ὁμοίως δωρεῖται, τὸν δὲ Ἡρώδην ἀειφυγίᾳ κατέκρινεν. Ἡρωδιάδι δὲ ὡς Ἀγρίππου ὁμαίμονι τά τε χρήματα ὅσα ἐκείνῃ διέφερεν ἐδίδου, καὶ μηδὲ κοινωνεῖν ἐκέλευε τῆς φυγῆς τῷ ἀνδρί, διὰ τὸν Ἀγρίππαν. ἡ δὲ χάριτας μὲν ὡμολόγει Γαΐῳ, οὐ δίκαιον δ᾿ ἔλεγεν εἶναι τῆς εὐδαιμονίας τῷ ἀνδρὶ κοινωνήσασαν ἐγκαταλιπεῖν ἐπὶ ταῖς δυσπραγίαις αὐτόν.
Ὁ μέντοι Γάιος τὸν μὲν πρῶτον ἐνιαυτὸν καὶ τὸν ἐφεξῆς μετριώτερον ἐχρῆτο τοῖς πράγμασι, προιὼν δὲ ἐξεθείαζεν ἑαυτὸν καὶ θεοῦν ἐπεχείρει. καὶ δὴ στάσεως γεγονυίας τοῖς ἐν Ἀλεξανδρεία Ἰουδαίοις καὶ Ἕλλησι τρεῖς ἀφ’ ἑκατέρου μέρους παρῆσαν
πρὸς τὸν Γάιον πρεσβευταί. Ἀπίων δὲ τῶν Ἀλεξανδρέων πρέσβεων εἷς ἄλλα τε κατηγόρει τῶν Ἰουδαίων καὶ ὡς πάντων τῶν ὑπὸ Ῥωμαίους βωμοὺς τῷ Γαΐῳ καὶ ναοὺς ἀνιστώντων καὶ ὡς θεὸν τιμώντων οὗτοι μόνοι ἄδοξον ἥγηνται ἀνδριᾶσι τιμᾶν αὐτὸν καὶ ὅρ-
[*](Cap. 10. Iosephi Ant. 18, 8, §. 1—19 1—19, 5 §. 1.)28
[*](B)κιον αὐτοῦ ποιεῖσθαι τὸ ὄνομα. ἐπὶ τούτοις Φίλων τῆς τῶν Ἰουδαίων πρεσβείας προεστηκώς, ἀνὴρ ἔνδοξος καὶ φιλοσοφίας οὐκ ἄπειρος, ἕτοιμος ἢν ὑπεραπολογήσασθαι τῶν ὁμοεθνῶν. ὁ δὲ Γάιος οὐκ ἠνέσχετο, κελεύσας ἐκποδὼν ἀπελεύσεσθαι, δῆλός τε ἦν κακώσων αὐτούς. καὶ ὁ Φίλων ἐξελθὼν περιυβρισμένος φησὶ πρὸς τοὺς περὶ αὐτὸν Ἰουδαίους ὡς χρὴ θαρρεῖν οὐ γὰρ εἰς αὐτοὺς ὁ Γάιος πεπαρῴνηκεν, εἰς δὲ τὸ θεῖον αὐτό.
Ὁ δ᾿ αὐτοκράτωρ δεινὸν ἡγούμενος ὑπὸ Ἰουδαίων μὴ ὡς θεὸς σεβασθῆναι, Πετρώνιον ἐκπέμπει διάδοχον τῆς Οὐιτελλίου ἀρχῆς, κελεύσας χειρὶ πολλῇ [*](C) ἐμβαλεῖν εἰς τὴν Ἰουδαίαν καὶ ἱστᾶν αὐτοῦ ἀνδριάντα ἐν τῶ ναῷ τοῦ θεοῦ· εἰ δὲ μὴ ἑκόντες παραχωροῖεν, πολέμῳ κρατήσαντα τοῦτο ποιεῖν. καὶ ὁ Πετρώνιος τὴν τῆς Συρίας παρειληφὼς ἀρχὴν ἠπείγετο πληρώσων τὰς τοῦ Καίσαρος ἐντολάς. καὶ εἰς Πτολεμαΐδα γενομένῳ προσῆλθον Ἰουδαίων πολλαὶ μυριάδες δεόμεναι μὴ βιάζεσθαι σφᾶς ἐπὶ παραβάσει τῶν πατρίων, “Εἰ δ᾿ ἀπαραίτητος εἶ”, ἔλεγον, “ἡμᾶς πρότερον διαχειρισάμενος οὕτως ἔστα τὸ ἄγαλμα. Πετρώνιος δ᾿ ἀπεκρίνατο ὡς εἰ μὲν ἀφ᾿ ἑαυτοῦ ταῦτ᾿ [*](D) ἔπραττον, δίκαιος ἦν πρός με ὑμῖν ὁ λόγος· Καίσαρος δὲ κελεύσαντος Πᾶσα ἀνάγκη τὰ ἐκείνῳ δεδογμένα πληροῦν. ταῦτα εἰπὼν ἐπὶ Τιβεριάδα ἀφίκετο, κατανοήσων ὡς γνώμης ἔχουσιν Ἰουδαῖοι. καὶ πολλαὶ· μυριάδες συνήντων αὐτῷ ἱκετεύουσαι μὴ εἰς ἀνάγκας αὐτοὺς καθιστᾶν μηδὲ μιαίνειν ἀνδριάντι τὴν πόλιν. καὶ ὁ Πετρώνιος ἔφη “πολεμήσετε ἄρα;” οἶ δ᾿ “οὐ πολεμήσομεν” ἔφασαν, “τεθνηξόμεθα δὲ πρότερον ἢ παραβῆναι τὰ πάτρια,” καὶ παρεῖχον ἑαυτοὺς ἀποσφάττεσθαι. καὶ ταῦτα ἐφ᾿ ἡμέρας ἐπράτ-
29
τετο τεσσαράκοντα. Ἀριστόβουλος δὲ ὁ Ἀγρίππου ἀδελφὸς καὶ ἄλλοι τῶν ἐκκρίτων ἐδέοντο Πετρωνίου μηδὲν εἰς ἀπόνοιαν τὸ πλῆθος παρακινεῖν, ἀλλὰ γράφειν πρὸς Γάιον τὸ ἀνήκεστον αὐτῶν πρὸς τὴν τοῦ ἀνδριάντος ὑποδοχήν· ἴσως γὰρ μαλαχθέντα αὐτὸν ἀποστῆναι τοῦ δόξαντος· εἰ δ’ ἐμμένοι καὶ αὖθις τῇ ψήφῳ, τότε καὶ αὐτὸν τοῦ πράγματος ἅπτεσθαι. Πετρώνιος δὲ πεισθεὶς ἐπέστειλε τῷ Γαί·ῳ περὶ τῆς πράξεως.
Ἀγρίππας δὲ ὁ βασιλεὺς ἐν Ῥώμῃ διάγων προέκοπτε τῇ· πρὸς Γάιον οἰκειώσει. θαυμασθείς τε ἐν τῷ δειπνίζειν τὸν αὐτοκράτορα τῆς πολυτελείας χάριν καὶ τοῦ μεγαλοπρεποῦς, αἰτήσασθαι προετρέπετο ὅ ἂν αὐτῷ πρὸς βουλῆς. ὁ δέ “αἰτήσομαί σε’’ ἔφη τῶν μὲν ὄλβον περιποιούντων οὐδέν, ὃ δ᾿ ἂν σοί [*](B) τε πρὸς δόξαν εὐσεβείας κἀμοὶ πρὸς εὔκλειαν γένηται. ἀξιῶ σε γὰρ τὴν τοῦ ἀνδριάντος ἀνάθεσιν, ἣν ποιήσασθαι κελεύεις Πετρώνιον εἰς τό Ἰουδαίων ἱερόν, δι’ ἐμὲ καταλείψειν.” Γάιος δὲ αἰσχυνθεὶς ἐπὶ τοσῶνδε μαρτύρων δόξαι ψευδόμενος, συνεχώρει καὶ γράφει πρὸς τὸν Πετρώνιον, εἰ μὲν ἤδη τὸν ἀνδριάντα ἔφθασε στῆσαι, μὴ καθελεῖν, εἰ δὲ μήπω πεποίηται τὴν ἀνάθεσιν, μηκέτι πειρᾶσθαι ποιήσασθαι· οὐ γὰρ ἔτι τοῦτον βούλομαι στῆναι, διὰ τὸν Ἀγρίππαν, ἄνδρα τιμώμενον παρ᾿ ἐμοί.” Γάιος μὲν οὑν ταῦτα πρὸς Πετρώνιον γράφει πρὶν ἐντυχεῖν ταῖς ἐκείνου ἐπιστολαῖς ἐμφαινούσαις πρὸς ἀποστασίαν τοὺς Ἰουδαίους διὰ τὸν ἀνδριάντα ἐπείγεσθαι· [*](C) περιαλγήσας δὲ διὰ ταῦτα γράφει τῷ Πετρωνίῳ “Ἐπεί σοι τά τῶν Ἰουδαίων δῶρα ἐν μείζονι γεγόνασι λόγῳ τῶν ἐμῶν ἐντολῶν, σὺ περὶ τῶν σεαυτοῦ τὸ ποιητέον συλλόγισαι. παράδειγμα γάρ σε
30
ποιήσομαι τοῖς τε νῦν καὶ τοῖς ἔπειτα μὴ ἀκυροῦν ἐντολὰς αὐτοκράτορος.” ταύτην τὴν ἐπιστολὴν οὐκ ἔφθη ζῶντος Γαί·ου δεδεγμένος Πετρώνιος, ἀλλὰ πρότερον τὰ περὶ τῆς ἐκείνου τελευτῆς ἐδέξατο γράμματα, καὶ οὕτω τὰ πρὸς αὐτὸν τοῦ Γαΐου.
Ὁ μὲν οὖν Γάιος κάκιστος γεγονὼς ὤλετο ἐξ ἐπι- βουλῆς ἀνῃρημένος· τὸν δὲ τρόπον τῆς κατ’ ἐκείνου [*](D) ἐπιβουλῆς, καὶ παρὰ τίνων ἀνῄρηται, ὅτε τὰ περὶ τῶν αὐτοκρατόρων ὁ λόγος διέξεισι διηγήσεται. ἤδη δὲ φθαρέντος, Κλαύδιος κρυπτόμενος διὰ φόβον ὑπὸ τῶν στρατιωτῶν ἐξάγεται καὶ αὐτοκράτωρ ἀνακηρύττεται, πολλὰ πρὸς τὴν ἀνάρρησιν αὐτοῦ καὶ τοῦ Ἀγρίππα σπουδάσαντος. ἄρτι δὲ βεβαιωθείσης τῆς αὐταρχίας αὐτῷ, τήν τε ἀρχὴν ἐκύρωσε τῷ Ἀγρίππᾳ καὶ δι’ ἐγκωμίων ἐποιεῖτο αὐτόν, προσθήκην τε αὐτῷ ἔθετο πάσαν ἧς ἦρξεν Ἡρώδης ὁ βασιλεὺς καὶ πάππος αὐτοῦ. ὁ δὲ καὶ τῷ ἀδελφῷ Ἡρώδῃ τὴν βασιλείαν Χαλκίδος παρὰ Κλαυδίου ᾐτήσατο· καὶ ἐδόθη ἐκείνῳ παρὰ τοῦ Καίσαρος.
Κατὰ τοῦτον τὸν χρόνον στασιάζουσιν πρὸς τοὺς Ἀλεξανδρεῖς οἶ ἐκεῖ Ἰουδαῖοι. ὃν γὰρ εἴρηται τρόπον κακῶς πρὸς αὐτοὺς Γαί·ου διατεθέντος, ἐκακοῦντο μοναρχοῦντος ἐκείνου παρὰ τῶν ἐν τῇ πόλει Ἑλλήνων, Γαΐου δὲ τελευτήσαντος ἀνεθάρσησαν καὶ ἦσαν ἐν ὅπλοις. Κλαύδιος δὲ τῷ ἱππαρχοῦντι κατὰ τὴν Αἴγυπτον ἐπέστειλε καταστεῖλαι τὴν στάσιν, ἔπεμψε δὲ καὶ διάταγμα ἐκ παρακλήσεως τοῖν βασιλέοιν Ἀγρίππου τε καὶ Ἡρώδου εἰς Συρίαν καὶ εἰς Ἀλεξάνδρειαν καὶ εἰς τὴν ἄλλην οἰκουμένην ὅση Ῥωμαίοις ὑπήκοος, φράζον ὅτι “τῶν Ἰουδαίων ἀνέκαθεν [*](Cap. 11. Iosephi Ant. 19, 5, §. 2 — 8, §. 2.)
31
ἴσης πολιτείας τοῖς Ἀλεξανδρεῦσι καὶ τοῖς τῶν λοιπῶν πόλεων πολίταις ἀξιωθέντων, ὁ Γάιος ἐξ ἀπονοίας ὅτι μὴ θεὸν προσαγορεύειν αὐτὸν τὸ Ἰουδαίων ἔθνος ἠνέσχετο αὐτοὺς ἐταπείνωσεν. ἐγὼ δὲ μηδενὸς
[*](P) διὰ τὴν ἐκείνου παραφροσύνην τῶν παλαιῶν δικαίων τὸ ἔθνος ἐκπεσεῖν διατάττομαι, συντηρεῖσθαι δὲ σφίσι τὰ πρότερον δέκαια τοῖς Ἰουδαίων νομίμοις ἐμμένουσι, ταῦτά με αἰτησαμένων τῶν βασιλέων Ἀγρίππου καὶ Ἡρώδου τῶν φιλτάτων μοι.” ἐξέπέμψε δὲ καὶ Ἀγρίππαν ἐπὶ τὴν βασιλείαν αὐτοῦ, λαμπροτέραν γεγενημένην. κἀκεῖνος ἐλθὼν εἰς Ἱεροσόλυμα χαριστήρια ἔθυσε, καὶ τὴν χρυσῆν ἄλυσιν τὴν ὑπὸ Γαΐου δοθεῖσαν αὐτῷ ὑπὲρ τὸ γαζοφυλάκιον ἀπῃώρησε, δεῖγμα τῆς τοῦ θεοῦ δυναστείας καὶ τῆς τῶν πραγμάτων μεταβολῆς, καὶ ὅτι καὶ τὰ μεγάλα πίπτει ποτὲ καὶ ὑψοῦται τὰ ταπεινά. θύσας
[*](C) οὖν πολυτελῶς , Θεόφιλον μὲν τὸν Ἄννα τῆς ἀρχιερωσύνης μεθίστησι, τῷ δὲ Βοηθοῦ Σίμωνι, ᾦ Κανθηρᾶς ἡ ἐπίκλησις, ἀπένειμε τὴν τιμήν. δύο δ᾿ ἦσαν τῷ Σίμωνι ἀδελφοί, καὶ πατὴρ ὁ Βοηθός, οὗ τῇ θυγατρὶ ὁ βασιλεὺς Ἡρώδης συνῴκησεν, ὡς ἱστόρηται. τοὺς δ᾿ Ἱεροσολυμίτας τῆς πρὸς αὐτὸν εὐνοίας ἠμείψατο, ἀφεὶς αὐτοῖς τὰ ὑπὲρ ἑκάστης οἰκίας. ἴππαρχον δὲ παντὸς τοῦ στρατεύματος τὸν Σίλαν ἀπέδειξεν, ἄνδρα πόνων αὐτῷ συμμετασχόντα πολλῶν.
Νεανίσκοι μέντοι Δωρῖται παράβολοι καὶ θρασεῖς Καίσαρος ἀνδριάντα εἰς τὴν τῶν Ἰουδαίων συνἀγωγὴν [*](D) κομίσαντες ἔστησαν. τοῦτο τὸν Ἀγρίππαν ἐτάραξε· καὶ αὐτίκα πρὸς τὸν τῆς Συρίας ἡγεμονεύὄντα Πούπλιον Πετρώνιον παραγίνεται καὶ κατηγορεῖ τῶν Δωριτῶν. ὁ δ᾿ ἑκατόνταρχον στείλας, τοὺς μὲν τὸ τόλμημα πράξαντας ἐπ᾿ αὐτὸν ἀχθῆναι προσ-
32
ἔταξε, τοῖς δὲ τῶν Δωριτῶν ἄρχουσιν ἐπιδεῖξαι τῷ ἑκατοντάρχῳ τοὺς αἰτίους ἐπέστειλεν, εἰ μὴ βούλοιντο δοκεῖν συνεργάται τῆς πράξεως.
Ἀγρίππας δὲ ἀφελόμενος τὴν ἱερωσύνην τὸν Κανθηρᾶν Σίμωνα, Ἰωνάθην αὖθις ἐπ’ αὐτὴν ἦγε τὸν Ἀνανίου. ὁ δὲ παρῃτεῖτο, ἀρκεῖσθαι λέγων ἅπαξ τὴν ἀρχιερωσύνην λαχών, τὸν δὲ ἀδελφὸν Ματθίαν πρὸς ταύτην ἠξίου προάγεσθαι ὡς ἄξιον τῆς τιμῆς. πεισθεὶς οὖν ὁ βασιλεὺς τῷ Ματθίᾳ τὴν ἀρχιερωσύνην ἀπένειμε.
Σίλας δὲ ὁ Ἀγρίππου ἵππαρχος, πεποιθὼς οἷς ὑπὲρ αὐτοῦ κεκινδύνευκεν, ἀκαίρου παρρησίας ἀντεποιεῖτο, καὶ ἦν φορτικός, τὰ στυγνὰ τῆς τύχης εἰς μνήμην ἄγων αὐτῷ καὶ ἑαυτὸν σεμνύνων ἐκ τῆς τότε σπουδῆς τε καὶ πίστεως. ἀηδῶς οὖν πρὸς τὴν ἀταμίευτον αὐτοῦ παρρησίαν ὁ Ἀγρίππας διέκειτο τοῦ δὲ Σίλα μὴ ἐνδιδόντος εἰς ὀργὴν ὁ βασιλεὺς ἀνηρέθιστο, καὶ οὐ μόνον τῆς ἱππαρχίας αὐτὸν μετέστησεν, ἀλλὰ μέντοι καὶ δέδεκε. χρόνῳ δὲ τὸν θυμὸν ἀμβλυνθείς, καὶ λογισάμενος ὅσους ὑπὲρ ἐκείνου [*](P) ἀνέτλη πόνους, ἡμέραν ἑορτάζων ἑαυτοῦ γενέθλιον ἐκάλει τὸν Σίλαν αὐτῷ συνεστιαθησόμενον. ὁ δὲ οὐκ ἐπείθετο “ἐπὶ τίνα’’ λέγων “ὁ βασιλεὺς ἀνακαλεῖ με τιμὴν τὴν ὅσον ἤδη ἀπολουμένην,. ἢ πεπαῦ- σθαί με νομίζει τῆς παρρησίας; νῦν βοήσομαι μᾶλλον ὅσων αὐτὸν ἐξερρυσάμην δεινῶν, ὅσους ἤνεγκα πόνους ἐκείνῳ πορίζων σωτηρίαν καὶ τιμήν· ὧν γέρας μοι δεσμὰ καὶ σκότιος εἰρκτή, ὧν οὔποτε λήσομαι.” ὁ δὲ β,ασιλεὺς ταῦτα μαθόν, καὶ ἀνιάτως συνιδὼν διακείμενον, αὖθις εἴασεν ἐν φρουρᾷ.
Ἧν δὲ εὐεργετικὸς οὗτος ὁ βασιλεὺς ἐν δωρεαῖς οὐδὲν ἧττον Ἡρώδου τοῦ πάππου· ἐκείνου μέντοι εἰς
33
ἀλλοφύλους τὸ φιλότιμον ἐπιδεικνυμένου, οὐ μὴν καὶ εἰς τοὺς Ἰουδαίους, οὗτος πρὸς πάντας ὁμοίως ἦν εὐεργετικὸς καὶ τὸν τρόπον πραύς. ἡδεῖα γοῦν αὐτῷ
[*](C) δίαιτα συνεχὴς ἐν τοῖς Ἱεροσολύμοις ἦν, καὶ τὰ πάτρια καθαρῶς ἐτήρει. καὶ δή τις Σίμων ἦν ἐν Ἱεροσολύμοις ἀκριβὴς δοκῶν τὰ νόμιμα· οὗτος πλῆθος ἀθροίσας ἐτόλμησε τοῦ βασιλέως κατειπεῖν ἀποδημήσαντος εἰς Καισάρειαν. τοῦτο τὸν Ἀγρίππαν οὐκ ἔλαθε. μεταπέμπεται οὑν τὸν Σίμωνα καί φησιν “εἰπέ εἰπέ μοι τί τῶν γινομένων ἐστὶ παράνομον; ὁ δὲ μὴ ἔχων εἰπεῖν ἐδεῖτο συγγνώμης τυχεῖν. καὶ ὁ βασιλεὺς παρὰ προσδοκίαν αὐτῷ διηλλάττετο, καὶ ἐξέπεμψε δωρησάμενος. τὴν ἀρχιερωσύνην δὲ Ματθίαν
[*](D) ἀφελόμενος Ἐλιωναίῳ τῷ τοῦ Κιθαίρου παιδὶ παρέσχεν αὐτήν Βασιλεύσας οὖν ἐπὶ τρεῖς ἐνιαυτοὺς τῆς ὅλης Ἰουδαίας, εἰς πόλιν Καισάρειαν, ἣ πρότερον Στράτωνος ἐκαλεῖτο πύργος, θεωρίας ἐτέλει. δευτέρᾳ δὲ τῶν θεωριῶν ἡμέρᾳ στολὴν ἐνδὺς ἐξ ἀργύρου πεποιημένην παρῆλθεν εἰς τὸ θέατρον ἀρχομένης ἡμέρας. καὶ ταῖς πρώταις τῶν ἡλιακῶν ἀκτίνων ἐπιτολαῖς ὁ ἄργυρος καταυγασθεὶς θαυμασίως ἀπέστιλβε, μαρμαίρων τι φοβερὸν τοῖς εἰς αὐτὸν ἀτενίζουσιν. εὐθύς τε οἱ κόλακες ἄλλος ἄλλοθεν ἀνεβόων, θεὸν προσαγορεύοντες, εὐμενής τε εἴης, ἐπιλέγοντες· εἰ γὰρ καὶ μέχρι νῦν ὡς ἄνθρωπον ἐφοβήθημεν, ἀλλὰ τοὐντεῦθεν ὁμολογοῦμεν θνητῆς σε φύσεως κρείττονα. οὐκ ἐπέπληξε τούτοις ὁ βασιλεύς, οὐδὲ τὴν κολακείαν ἀσεβοῦσαν ἀπετρίψατο. ἀνακύψας οὖν μετ’ ὀλίγον ὁρᾷ τὸν βουβῶνα τὸν ὄρνιν τῆς ἑαυτοῦ κεφαλῆς ὕπερθεν, ἄγγελόν τε κακῶν τοῦτον ἐνενόησε τότε, ὡς ποτὲ τῶν ἀγαθῶν μηνυτήν. καὶ διακάρδιον
34
ἔσχεν ὀδύνην, καὶ τῆς κοιλίας ἀθρόον ἐπιγέγονεν ἄλγημα. καὶ πρὸς τοὺς φίλους φησίν “ὁ θεὸς ὑμῖν ἐγὼ ἤδη καταστρέφω τὸν βίον, καὶ ὁ κληθεὶς ἀθάνατος παρ’ ὑμῶν θανεῖν ἐπείγομαι.” ταῦτα λέγων τῆς ὀδύνης ἐπιτεινομένης κατεπονεῖτο, καὶ μετὰ
[*](P) σπουδῆς ἀνεκομίσθη πρὸς τὸ βασίλειον. λόγου δὲ γενομένου θνήσκειν αὐτόν, ἡ πληθὺς αὐτίκα σὺν γυναιξὶ καὶ παισὶν ἐπὶ σάκκου καθεσθεῖσα τῶ πατρίῳ νόμῳ τὸν θεὸν ὑπὲρ τοῦ βασιλέως ἱκέτευε, καὶ πάντες ἐθρήνουν. ἐν ὑψηλῷ δὲ ὁ Ἀγρίππας κατακείμενος δωματίῳ, καὶ κάτω βλέπων αὐτοὺς πρηνεῖς προσπίπτοντας, οὐδὲ αὐτὸς ἄδακρυς ἢν. ἐφ’ ἡμέρας δὲ πέντε τῷ τῆς γαστρὸς ἀλγήματι κατεργασθεὶς κατέστρεψε τὴν ζωήν, βιώσας ἔτη τέσσαρα καὶ πεντήκοντα, βασιλεύσας δ᾿ ἑπτά, ἐπὶ Γαΐου μὲν τέσσαρα,
τρία δ᾿ ἐπὶ Κλαυδίου. ἀγνοουμένης γε μὴν ἔτι τοῖς πλήθεσι τῆς αὐτοῦ τελευτῆς, συμφρονήσαντες Ἡρώ- [*](C) δης ὁ ἀδελφὸς αὐτοῦ ὁ τῆς Χαλκίδος ἄρχων καὶ Ἑλκίας ὁ ἵππαρχος, πέμψαντες τὸν Σίλαν ἐχθρὸν αὐτοῖς ὄντα κατέσφαξαν, ὡς τάχα τοῦ βασιλέως κελεύσαντος.
Οὕτω μὲν οὖν ὁ Ἀγρίππας ἀπεβίω, υἱὸν Ἀγρίππαν καταλιπὼν ἐτῶν ἑπτακαίδεκα, τρεῖς δὲ θυγατέρας· ὡν ἡ μὲν Ἡρώδῃ τοῦ πατρὸς ἀδελφῷ γεγάμητο, Βερνίκη δ’ ἐκέκλητο, παρθένοι δ’ ἦσαν αἱ δύο Μαριὰμ καὶ Δρούσιλλα. γνωσθέντος δὲ τοῦ θανάτου τοῦ βασιλέως, Καισαρεῖς καὶ Σεβαστηνοὶ ἐπιλελησμένοι τῶν αὐτοῦ εὐποιιῶν ἐβλασφήμουν τε εἰς αὐτὸν καὶ τὰ τῶν τοῦ βασιλέως θυγατέρων ἀγάλματα ἁρπάσαντες εἰς τὰ πορνεῖα ἐκόμισαν καὶ ἀφύβριζον εἰς αὐτά, καὶ πανδήμους ἑστιάσεις ἐποίουν [*](Cap. 12. Iosephi Ant. 19, 8, §. 3 — 20, 1, §. 3.)
35
στεφανούμενοι καὶ μυριζόμενοι καὶ σπένδοντες τῷ
[*](D) Χάροντι. ὁ δὲ τοῦ τεθνεῶτος υἷός Ἀγρίππας ἐν Ῥώμῃ τότε διῆγε παρὰ Κλαυδίῳ τρεφόμενος Καίσαρι. ὃν αὐτίκα πέμπειν ὥρμητο τὴν βασιλείαν διαδεξόμενον· ἀπήγαγον δ’ αὐτὸν τοῦ σκοποῦ οἶ περὶ αὐτόν, σφαλερὸν εἶναι λέγοντες κομιδῇ νέῳ βασιλείας ἐπιτρέπειν μέγεθος τόσον. ἀπέστειλεν οὑν Κούσπιον Φάδον τῆς Ἰουδαίας καὶ τῆς βασιλείας ἁπάσης ἐπιτροπεύσοντα, ἐντειλάμενος αὐτό Καισαρεῦσι καὶ Σεβαστηνοῖς ἐπιπλήξαι τῆς εἰς τὸν κατοιχόμενον ὕβρεως. ἀφικόμενος δὲ Φάδος εἰς τὴν Ἰουδαίαν, στάσιν τε γενομένην κατέστειλε, καὶ λῃστηρίων τὴν χώραν ἐκάθηρε, καὶ τὴν τοῦ ἀρχιερέως στολὴν εἰς τὴν Ἀντωνίαν τὸ φρούριον ἀποτεθῆναι προσέταξεν ὡς καὶ πρότερον. οἶ δ’ ἱερεῖς καὶ οἶ πρῶτοι τῶν ἐν Ἱεροσολύμοις ἀντιλέγειν μὲν οὐκ ἐτόλμων, παρεκάλουν δὲ ὅμως ἐπιτρέψαι αὐτοῖς πρέσβεις πέμψαι πρὸς τὸν Καίσαρα τοὺς αἰτησομένους τὴν ἱερὰν στολὴν παρ’ αὐτοῖς εἶναι· καὶ ἐπετράπησαν. παραγενομένων δὲ εἰς τὴν Ῥώμην τῶν πρέσβεων, ὁ τοῦ Ἀγρίππου παῖς ὁ νεώτερος Ἀγρίππας ἐκεῖ διάγων, ὡς εἴρηται, παρεκάλεσε τὸν Καίσαρα συγχωρηθῆναι τοῖς Ἰουδαίοις ἔχειν τὴν ἱερὰν στολήν. καὶ ὁ Κλαύδιος συνεχώρησε, καὶ τῷ Φάδῳ περὶ τούτων ἐπέστειλε. καὶ Ἡρώδης δὲ ὁ τοῦ Ἀγρίππου ἀδελφός, τῆς δὲ Χαλκίδος ἄρχων, ᾐτήσατο παρὰ Καίσαρος τὴν τοῦ νεὼ
[*](B) ἐξουσίαν καὶ τῶν ἱερῶν χρημάτων καὶ τὴν τῶν ἀρχιερέων χειροτονίαν. καὶ ἔτυχε τῆς αἰτήσεως, καὶ ἐξ ἐκείνου πᾶσι τοῖς ἀπογόνοις αὐτοῦ ἡ ἐξουσία παρέμεινε μέχρι τῆς τῶν Ἱεροσολύμων ἁλώσεως. καὶ δὴ μεθίστησι τῆς ἀρχιερωσύνης τὸν Κανθηρᾶν, Ἰωσὴφ ἀντεισαγαγὼν τὸν τοῦ Καμεί.
36